Book 7
176
Ὡς δʼ ἐποίησαν τὸ προσταχθὲν ἔκπληξις καὶ ταραχὴ τοὺς ἀδελφοὺς λαμβάνει, καὶ δείσαντες τοῖς αὑτῶν ἐμπηδήσαντες ἵπποις ἐφέροντο πρὸς τὸν πατέρα. φθάσας δέ τις αὐτοὺς ἅπαντας ὑπὸ Ἀψαλώμου πεφονεῦσθαι τῷ πατρὶ προσήγγειλεν.
177
ὁ δʼ ὡς ἐπὶ παισὶν ὁμοῦ τοσούτοις ἀπολωλόσι καὶ τοῦθʼ ὑπʼ ἀδελφοῦ τῆς λύπης κἀπὶ τῷ κτεῖναι δυναμένης δοκοῦντι γινομένης πικρότερον, συναρπαγεὶς ὑπὸ τοῦ πάθους οὔτε τὴν αἰτίαν ἀνέκρινεν οὔτʼ ἄλλο τι μαθεῖν οἷον εἰκὸς τηλικούτου προσηγγελμένου κακοῦ καὶ διʼ ὑπερβολὴν ἀπιστίαν ἔχοντος περιέμεινεν, ἀλλὰ καταρρηξάμενος τὴν ἐσθῆτα καὶ ῥίψας ἑαυτὸν ἐπὶ τὴν γῆν ἔκειτο πενθῶν τοὺς υἱοὺς ἅπαντας καὶ τοὺς ἀποθανεῖν δεδηλωμένους καὶ τὸν ἀνῃρηκότα.
178
ὁ δὲ Σαμᾶ τοῦ ἀδελφοῦ αὐτοῦ παῖς Ἰωνάθης ἀνεῖναί τι τῆς λύπης παρεκάλει καὶ περὶ μὲν τῶν ἄλλων μὴ πιστεύειν ὡς τεθνᾶσιν, οὐδὲ γὰρ αἰτίαν εὑρίσκειν ὑπολαμβάνειν, περὶ δʼ Ἀμνῶνος ἐξετάζειν ἔφη δεῖν· εἰκὸς γὰρ διὰ τὴν Θημάρης ὕβριν ἀποτολμῆσαι τὸν Ἀψάλωμον τὴν ἀναίρεσιν τὴν ἐκείνου.
179
μεταξὺ δὲ κτύπος ἵππων καὶ θόρυβος προσιόντων τινῶν αὐτοὺς ἐπέστρεψεν· ἦσαν δʼ οἱ τοῦ βασιλέως παῖδες οἱ διαδράντες ἀπὸ τῆς ἑστιάσεως. ὑπαντᾷ δʼ αὐτοῖς ὁ πατὴρ θρηνοῦσι λυπούμενος καὶ παρʼ ἐλπίδας ὁρῶν οὓς ἀκηκόει μικρὸν ἔμπροσθεν ἀπολωλότας.
180
ἦν δὲ παρὰ πάντων δάκρυα καὶ στόνος, τῶν μὲν ὡς ἐπʼ ἀδελφῷ τετελευτηκότι, τοῦ δὲ βασιλέως ὡς ἐπὶ παιδὶ κατεσφαγμένῳ. φεύγει δʼ Ἀψάλωμος εἰς Γεσσούραν πρὸς τὸν πάππον τὸν πρὸς μητρὸς δυναστεύοντα τῆς ἐκεῖ χώρας, καὶ τρισὶν ὅλοις ἔτεσι παρʼ αὐτῷ καταμένει.