Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

 
ἔπεμψε δʼ αὐτῷ καὶ δῶρα σκεύη τῆς ἀρχαίας κατασκευῆς χρύσεα καὶ ἀργύρεα καὶ χάλκεα. Δαυίδης δὲ ποιησάμενος τὴν συμμαχίαν πρὸς τὸν Θαῖνον, τοῦτο γὰρ ἦν ὄνομα τῷ βασιλεῖ τῆς Ἀμάθης, καὶ τὰ δῶρα δεξάμενος ἀπέλυσεν αὐτοῦ τὸν υἱὸν μετὰ τιμῆς τῆς πρεπούσης ἑκατέροις. τὰ δὲ πεμφθέντα ὑπʼ αὐτοῦ καὶ τὸν ἄλλον χρυσὸν καὶ ἄργυρον, ὃν ἐκ τῶν πόλεων εἰλήφει καὶ τῶν κεχειρωμένων ἐθνῶν, φέρων ἀνατίθησι τῷ θεῷ.
 
οὐκ αὐτῷ δὲ πολεμοῦντι μόνον καὶ τῆς στρατιᾶς ἡγουμένῳ τὸ νικᾶν καὶ κατορθοῦν παρεῖχεν ὁ θεός, ἀλλὰ καὶ πέμψαντος αὐτοῦ μετὰ δυνάμεως εἰς τὴν Ἰδουμαίαν Ἀβεσσαῖον τὸν Ἰωάβου τοῦ ἀρχιστρατήγου ἀδελφὸν διʼ ἐκείνου τὴν τῶν Ἰδουμαίων νίκην ἔδωκε· μυρίους γὰρ αὐτῶν καὶ ὀκτακισχιλίους Ἀβεσσαῖος διέφθειρε τῇ μάχῃ. καὶ τὴν Ἰδουμαίαν ἅπασαν φρουραῖς διαλαβὼν ὁ βασιλεὺς φόρους ὑπέρ τε τῆς χώρας καὶ τῆς ἑκάστου κεφαλῆς παρʼ αὐτῶν ἐδέχετο.
 
ἦν δὲ καὶ δίκαιος τὴν φύσιν καὶ τὰς κρίσεις πρὸς τὴν ἀλήθειαν ἀφορῶν ἐποιεῖτο. στρατηγὸν δὲ ἁπάσης εἶχε τῆς στρατιᾶς τὸν Ἰώαβον· ἐπὶ δὲ τῶν ὑπομνημάτων Ἰωσάφατον υἱὸν Ἀχίλου κατέστησεν· ἀπέδειξε δʼ ἐκ τῆς Φινεέσου οἰκίας τὸν Σάδωκον ἀρχιερέα μετʼ Ἀβιαθάρου, φίλος γὰρ ἦν αὐτῷ· γραμματέα δὲ Σισὰν ἐποίησε· Βαναίᾳ δὲ τῷ Ἰωάδου τὴν τῶν σωματοφυλάκων ἀρχὴν παραδίδωσιν· οἱ δὲ πρεσβύτεροι παῖδες αὐτοῦ περὶ τὸ σῶμα καὶ τὴν τούτου φυλακὴν ἦσαν.
 
Ἐμνήσθη δὲ καὶ τῶν πρὸς Ἰωνάθην τὸν Σαούλου παῖδα συνθηκῶν καὶ ὅρκων καὶ τῆς ἐκείνου πρὸς αὐτὸν φιλίας τε καὶ σπουδῆς· πρὸς γὰρ τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς οἷς εἶχεν ἔτι καὶ μνημονικώτατος τῶν εὖ ποιησάντων παρὰ τὸν ἄλλον χρόνον ὑπῆρχε.
 
προσέταξεν οὖν ἀναζητεῖν εἴ τις ἐκ τοῦ γένους αὐτοῦ σώζεται, ᾧ τὰς ἀμοιβὰς ἃς ὤφειλεν Ἰωνάθῃ τῆς ἑταιρίας ἀποδώσει· ἀχθέντος οὖν τινος ἠλευθερωμένου μὲν ὑπὸ Σαούλου δυναμένου δὲ γινώσκειν τοὺς ἐκ τοῦ γένους αὐτοῦ περιόντας, ἀνέκρινεν εἴ τινα ἔχοι λέγειν τῶν Ἰωνάθῃ προσηκόντων ζῶντα καὶ κομίσασθαι τὰς τῶν εὐεργεσιῶν χάριτας δυνάμενον, ὧν καὶ αὐτὸς ἔτυχε παρὰ Ἰωνάθου.
 
φήσαντος δʼ υἱὸν αὐτοῦ περιλείπεσθαι Μεμφίβοσθον ὄνομα πεπηρωμένον τὰς βάσεις, τῆς γὰρ τροφοῦ μετὰ τὸ προσαγγελθῆναι τὸν πατέρα τοῦ παιδίου καὶ τὸν πάππον ἐν τῇ μάχῃ πεσόντας ἁρπασαμένης καὶ φευγούσης, ἀπὸ τῶν ὤμων αὐτὸ κατενεχθῆναι καὶ βλαβῆναι τὰς βάσεις, μαθὼν ὅπου καὶ παρὰ τίνι τρέφεται πέμψας πρὸς τὸν Μάχειρον εἰς Λάβαθα πόλιν, παρὰ τούτῳ γὰρ ὁ Ἰωνάθου παῖς ἐτρέφετο, μεταπέμπεται πρὸς αὑτόν.
 
ἐλθὼν δʼ ὁ Μεμφίβοσθος πρὸς τὸν βασιλέα πεσὼν ἐπὶ πρόσωπον προσεκύνησεν αὐτόν. ὁ δὲ Δαυίδης θαρρεῖν τε προυτρέπετο καὶ τὰ βελτίω προσδοκᾶν· δίδωσι δʼ αὐτῷ καὶ τὸν πατρῷον οἶκον καὶ πᾶσαν τὴν οὐσίαν, ἣν ὁ πάππος αὐτοῦ Σαοῦλος ἐκτήσατο, σύσσιτόν τε καὶ ὁμοτράπεζον ἐκέλευσεν εἶναι καὶ μηδεμίαν ἡμέραν ἀπολείπεσθαι τῆς σὺν αὐτῷ διαίτης.
 
τοῦ δὲ παιδὸς προσκυνήσαντος ἐπί τε τοῖς λόγοις καὶ ταῖς δωρεαῖς, καλέσας τὸν Σιβὰν τὸν πατρῷον οἶκον ἔλεγε δεδωρῆσθαι τῷ παιδὶ καὶ πᾶσαν τὴν Σαούλου κτῆσιν, αὐτόν τε ἐκέλευσεν ἐργαζόμενον αὐτοῦ τὴν γῆν καὶ προνοούμενον ἁπάντων τὴν πρόσοδον εἰς Ἱεροσόλυμα κομίζειν, ἄγειν τε αὐτὸν καθʼ ἑκάστην ἡμέραν ἐπὶ τὴν αὐτοῦ τράπεζαν αὐτὸν Σιβὰν καὶ τοὺς υἱοὺς αὐτοῦ, ἦσαν δʼ οὗτοι πεντεκαίδεκα, καὶ τοὺς οἰκέτας αὐτοῦ τὸν ἀριθμὸν ὄντας εἴκοσι τῷ παιδὶ χαρίζεται Μεμφιβόσθῳ.
 
ταῦτα διαταξαμένου τοῦ βασιλέως ὁ μὲν Σιβὰς προσκυνήσας καὶ πάντα ποιήσειν εἰπὼν ἀνεχώρησεν, ὁ δὲ Ἰωνάθου παῖς ἐν Ἱεροσολύμοις κατῴκει συνεστιώμενος τῷ βασιλεῖ καὶ πάσης ὡς υἱὸς αὐτοῦ θεραπείας τυγχάνων· ἐγένετο δʼ αὐτῷ καὶ παῖς, ὃν Μίχανον προσηγόρευσε.
 
Καὶ οἱ μὲν περιλειφθέντες ἐκ τοῦ Σαούλου γένους καὶ Ἰωνάθου τούτων ἔτυχον παρὰ Δαυίδου τῶν τιμῶν. τελευτήσαντος δὲ κατʼ ἐκεῖνον τὸν χρόνον τοῦ τῶν Ἀμμανιτῶν βασιλέως Ναάσου, φίλος δʼ ἦν οὗτος αὐτῷ, καὶ διαδεξαμένου τὴν βασιλείαν Ἀννὼν τοῦ παιδός, πέμψας Δαυίδης πρὸς αὐτὸν παρεμυθήσατο πρᾴως τε φέρειν ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς παραινῶν καὶ τὴν αὐτὴν φιλίαν διαμενεῖν, ἣ πρὸς ἐκεῖνον ἦν, τούτῳ προσδοκᾶν.
 
οἱ δὲ τῶν Ἀμμανιτῶν ἄρχοντες κακοήθως ἀλλʼ οὐ κατὰ τὸν Δαυίδου τρόπον ταῦτʼ ἐδέξαντο, καὶ παρώτρυναν τὸν βασιλέα λέγοντες κατασκόπους πεπομφέναι τῆς χώρας Δαυίδην καὶ τῆς αὑτῶν δυνάμεως ἐπὶ προφάσει φιλανθρωπίας, φυλάττεσθαί τε συνεβούλευον καὶ μὴ προσέχειν τοῖς λόγοις αὐτοῦ, μὴ καὶ σφαλεὶς ἀπαρηγορήτῳ συμφορᾷ περιπέσῃ.
 
ταῦτʼ οὖν δόξας πιθανώτερα λέγειν τοὺς ἄρχοντας ἢ τἀληθὲς εἶχεν ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς Ἀννὼν τοὺς παρὰ τοῦ Δαυίδου πεμφθέντας πρέσβεις χαλεπῶς περιύβρισε· ξυρήσας γὰρ αὐτῶν τὰ ἡμίση τῶν γενείων καὶ τὰ ἡμίση τῶν ἱματίων περιτεμὼν ἔργοις ἀπέλυσε κομίζοντας οὐ λόγοις τὰς ἀποκρίσεις.
 
ἰδὼν δὲ ταῦθʼ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς ἠγανάκτησε καὶ δῆλος ἦν οὐ περιοψόμενος τὴν ὕβριν καὶ τὸν προπηλακισμόν, ἀλλὰ πολεμήσων τοῖς Ἀμμανίταις καὶ τιμωρίαν αὐτῶν τῆς παρανομίας τῆς πρὸς τοὺς πρεσβευτὰς εἰσπραξόμενος τὸν βασιλέα.
 
συνέντες δὲ οἵ τε ἀναγκαῖοι καὶ οἱ ἡγεμόνες, ὅτι παρεσπονδήκασι καὶ δίκην ὑπὲρ τούτων ὀφείλουσι, προπαρασκευάζονται εἰς τὸν πόλεμον· καὶ πέμψαντες πρὸς Σύρον τὸν τῶν Μεσοποταμιτῶν βασιλέα χίλια τάλαντα σύμμαχον αὐτὸν ἐπὶ τούτῳ γενέσθαι τῷ μισθῷ παρεκάλεσαν καὶ Σουβάν· ἦσαν δὲ τοῖς βασιλεῦσι τούτοις πεζοῦ δύο μυριάδες. προσεμισθώσαντο δὲ καὶ τὸν ἐκ τῆς Μιχᾶς καλουμένης χώρας βασιλέα καὶ τέταρτον Ἴστοβον ὄνομα, καὶ τούτους ἔχοντας μυρίους καὶ δισχιλίους ὁπλίτας.
 
Οὐ κατεπλάγη δὲ τὴν συμμαχίαν καὶ τὴν τῶν Ἀμμανιτῶν δύναμιν ὁ Δαυίδης, τῷ δὲ θεῷ πεποιθὼς καὶ τῷ δικαίως αὐτοῖς ἀνθʼ ὧν ὑβρίσθη πολεμεῖν μέλλειν, Ἰώαβον τὸν ἀρχιστράτηγον δοὺς αὐτῷ τῆς στρατιᾶς τὸ ἀκμαιότατον ἐξ αὐτῆς ἔπεμψεν ἐπʼ αὐτούς.
 
ὁ δὲ πρὸς τῇ μητροπόλει τῶν Ἀμμανιτῶν Ἀραβαθᾶ κατεστρατοπεδεύσατο. τῶν δὲ πολεμίων ἐξελθόντων καὶ παραταξαμένων οὐχ ὁμοῦ διχῇ δέ, τὸ μὲν γὰρ ἐπικουρικὸν ἐν τῷ πεδίῳ καθʼ αὑτὸ ἐτάχθη, τὸ δὲ τῶν Ἀμμανιτῶν στράτευμα πρὸς ταῖς πύλαις ἀντικρὺ τῶν Ἑβραίων, ἰδὼν τοῦτο Ἰώαβος ἀντιμηχανᾶται·
 
καὶ τοὺς μὲν ἀνδρειοτάτους ἐπιλεξάμενος ἀντιπαρατάσσεται τῷ Σύρῳ καὶ τοῖς μετʼ αὐτοῦ βασιλεῦσι, τὸ δʼ ἄλλο παραδοὺς Ἀβεσσαίῳ τῷ ἀδελφῷ τοῖς Ἀμμανίταις ἐκέλευσεν ἀντιπαρατάξασθαι, εἰπὼν ἂν τοὺς Σύρους ἴδῃ βιαζομένους αὐτὸν καὶ πλέον δυναμένους μεταγαγόντα τὴν φάλαγγα βοηθεῖν αὐτῷ, τὸ δʼ αὐτὸ τοῦτο ποιήσειν καὶ αὐτός, ἂν ὑπὸ τῶν Ἀμμανιτῶν αὐτὸν καταπονούμενον θεάσηται.
 
προτρεψάμενος οὖν τὸν ἀδελφὸν καὶ παρακαλέσας εὐψύχως καὶ μετὰ προθυμίας ἀνδράσιν αἰσχύνην φοβουμένοις πρεπούσης ἀγωνίσασθαι τὸν μὲν ἀπέλυσε τοῖς Ἀμμανίταις μαχησόμενον, αὐτὸς δὲ τοῖς Σύροις συνέβαλε.
 
καὶ πρὸς ὀλίγον ἀντισχόντων αὐτῶν καρτερῶς πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν Ἰώαβος, ἅπαντας δʼ ἠνάγκασεν εἰς φυγὴν τραπῆναι. τοῦτο ἰδόντες οἱ Ἀμμανῖται καὶ δείσαντες τὸν Ἀβεσσαῖον καὶ τὴν μετʼ αὐτοῦ στρατιὰν οὐκ ἔμειναν, ἀλλὰ μιμησάμενοι τοὺς συμμάχους εἰς τὴν πόλιν ἔφυγον. κρατήσας οὖν τῶν πολεμίων Ἰώαβος εἰς Ἱεροσόλυμα πρὸς τὸν βασιλέα λαμπρῶς ὑπέστρεψε.
 
Τοῦτο τὸ πταῖσμα τοὺς Ἀμμανίτας οὐκ ἔπεισεν ἠρεμεῖν οὐδὲ μαθόντας τοὺς κρείττονας ἡσυχίαν ἄγειν, ἀλλὰ πέμψαντες πρὸς Χαλαμὰν τὸν τῶν πέραν Εὐφράτου Σύρων βασιλέα μισθοῦνται τοῦτον ἐπὶ συμμαχίᾳ, ἔχοντα μὲν ἀρχιστράτηγον Σέβεκον, πεζῶν δὲ μυριάδας ὀκτὼ καὶ ἱππέων μυρίους.
 
γνοὺς δʼ ὁ τῶν Ἑβραίων βασιλεὺς πάλιν ἐπʼ αὐτὸν τοὺς Ἀμμανίτας τοσαύτην δύναμιν συνηθροικότας οὐκέτι διὰ στρατηγῶν αὐτοῖς πολεμεῖν ἔκρινεν, ἀλλʼ αὐτὸς σὺν ἁπάσῃ τῇ δυνάμει διαβὰς τὸν Ἰόρδανον ποταμὸν καὶ ὑπαντήσας αὐτοῖς συνάψας εἰς μάχην ἐνίκησε· καὶ ἀναιρεῖ μὲν αὐτῶν πεζῶν μὲν εἰς τέσσαρας μυριάδας ἱππέων δὲ εἰς ἑπτακισχιλίους, ἔτρωσε δὲ καὶ τὸν στρατηγὸν τοῦ Χαλαμᾶ Σέβεκον, ὃς ἐκ τῆς πληγῆς ἀπέθανεν.
 
οἱ δὲ Μεσοποταμῖται τοιούτου γενομένου τοῦ τέλους τῆς μάχης αὑτοὺς Δαυίδῃ παρέδοσαν καὶ δῶρα ἔπεμψαν αὐτῷ. καὶ ὁ μὲν ὥρᾳ χειμῶνος ἀνέστρεψεν εἰς Ἱεροσόλυμα, ἀρχομένου δὲ τοῦ ἔαρος ἔπεμψε τὸν ἀρχιστράτηγον Ἰώαβον πολεμήσοντα τοῖς Ἀμμανίταις. ὁ δὲ τήν τε γῆν αὐτῶν ἅπασαν ἐπερχόμενος διέφθειρε καὶ αὐτοὺς εἰς τὴν μητρόπολιν συγκλείσας Ἀραβαθὰ ἐπολιόρκει.
 
Συνέπεσε δὲ καὶ Δαυίδῃ πταῖσμα δεινὸν ὄντι φύσει δικαίῳ καὶ θεοσεβεῖ καὶ τοὺς πατρίους νόμους ἰσχυρῶς φυλάσσοντι· θεασάμενος γὰρ δείλης ὀψίας ἀπὸ τοῦ στέγους τῶν βασιλείων, ἐν ᾧ περιπατεῖν κατʼ ἐκεῖνο τῆς ὥρας ἦν ἔθος, γυναῖκα λουομένην ἐν τῇ αὑτῆς οἰκίᾳ ψυχρῷ ὕδατι καλλίστην τὸ εἶδος καὶ πασῶν διαφέρουσαν, ὄνομα αὐτῇ ἦν Βεεθσαβή, ἡττᾶται τοῦ κάλλους τῆς γυναικός· καὶ τῆς ἐπιθυμίας κατασχεῖν οὐ δυνάμενος αὐτῇ συνέρχεται.
 
γενομένης δʼ ἐγκύου τῆς γυναικὸς καὶ πεμψάσης πρὸς τὸν βασιλέα, ὅπως τῷ ἁμαρτήματι σκέψηταί τινα τοῦ λαθεῖν ὁδόν, ἀποθανεῖν γὰρ αὐτὴν κατὰ τοὺς πατρίους καθήκει νόμους μεμοιχευμένην, μετακαλεῖται τὸν Ἰωάβου μὲν ὁπλοφόρον ἐκ τῆς πολιορκίας ἄνδρα δὲ τῆς γυναικὸς Οὐρίαν ὄνομα, καὶ παραγενόμενον περί τε τῆς στρατιᾶς καὶ τῆς πολιορκίας ἀνέκρινε.
 
λέγοντος δὲ πάντα κατὰ νοῦν αὐτοῖς κεχωρηκέναι τὰ πράγματα βαστάσας ἐκ τοῦ δείπνου μέρη προσδίδωσιν αὐτῷ, καὶ κελεύει πρὸς τὴν γυναῖκα ἀπελθόντα ἀναπαύσασθαι σὺν αὐτῇ. ὁ δὲ Οὐρίας τοῦτο μὲν οὐκ ἐποίησε, παρεκοιμήθη δὲ τῷ βασιλεῖ σὺν τοῖς ἄλλοις ὁπλοφόροις.
 
ὡς δὲ γνοὺς τοῦθʼ ὁ βασιλεὺς ἀνέκρινεν αὐτόν, ὅτι μὴ πρὸς αὑτὸν εἰς τὴν οἰκίαν ἔλθοι μηδὲ πρὸς τὴν γυναῖκα διὰ τοσούτου χρόνου πάντων ἀνθρώπων ταύτην ἐχόντων τὴν φύσιν ὅταν ἔλθωσιν ἐξ ἀποδημίας, οὐκ εἶναι δίκαιον ἔφη τῶν συστρατιωτῶν αὐτοῦ καὶ τοῦ στρατηγοῦ χαμαὶ κοιμωμένων ἐν παρεμβολῇ καὶ τῇ τῶν πολεμίων χώρᾳ μετὰ γυναικὸς αὐτὸν ἀναπαύεσθαι καὶ τρυφᾶν.
 
ταῦτʼ εἰπόντα μεῖναι τὴν ἡμέραν ἐκείνην ἐκέλευσεν αὐτόθι ὡς εἰς τὴν ἐπιοῦσαν ἀπολύσων αὐτὸν πρὸς τὸν ἀρχιστράτηγον. κληθεὶς δʼ ἐπὶ δεῖπνον ὑπὸ τοῦ βασιλέως Οὐρίας καὶ μέχρι μέθης προελθὼν ἐν τῷ πότῳ δεξιουμένου τοῦ βασιλέως αὐτὸν ἐπίτηδες ταῖς προπόσεσιν, οὐδὲν ἧττον πάλιν πρὸ τῶν τοῦ βασιλέως θυρῶν ἐκοιμήθη μηδεμίαν λαβὼν τῆς γυναικὸς ἐπιθυμίαν.
 
ἐπὶ τούτοις δὲ δυσανασχετήσας ὁ βασιλεὺς ἔγραψε τῷ Ἰωάβῳ κολάσαι προστάττων τὸν Οὐρίαν, ἁμαρτεῖν γὰρ αὐτὸν ἐδήλου, καὶ τὸν τρόπον τῆς τιμωρίας ἵνα μὴ γένηται φανερὸς αὐτὸς τοῦτο βουληθεὶς ὑπέθετο·
 
κατὰ γὰρ τὸ δυσμαχώτατον αὐτὸν ἐκέλευσε μέρος τῶν πολεμίων τάξαι καὶ καθʼ ὃ κινδυνεύσει μαχόμενος ἀπολειφθεὶς μόνος· τοὺς γὰρ συμπαραστάτας ἀναχωρῆσαι ἐκ τῆς μάχης γινομένης ἐκέλευσε. ταῦτα γράψας καὶ σημηνάμενος τῇ αὑτοῦ σφραγῖδι τὴν ἐπιστολὴν ἔδωκεν Οὐρίᾳ κομίσαι πρὸς Ἰώαβον.
 
δεξάμενος δὲ Ἰώαβος τὰ γράμματα καὶ τὴν τοῦ βασιλέως προαίρεσιν ἀναγνούς, καθʼ ὃν ᾔδει τόπον τοὺς πολεμίους χαλεποὺς αὐτῷ γενομένους, κατὰ τοῦτον ἔστησε τὸν Οὐρίαν δοὺς αὐτῷ τινας τῶν ἀρίστων τῆς στρατιᾶς· αὐτὸς δʼ ἁπάσῃ τῇ δυνάμει προσεπιβοηθήσειν ἔφησεν, εἰ δυνηθεῖεν ἀνατρέψαντές τι τοῦ τείχους εἰσελθεῖν εἰς τὴν πόλιν.
 
ὄντα δʼ αὐτὸν γενναῖον στρατιώτην καὶ δόξαν ἔχοντα παρά τε τῷ βασιλεῖ καὶ πᾶσι τοῖς ὁμοφύλοις ἐπʼ ἀνδρείᾳ χαίρειν τοῖς μεγάλοις πόνοις ἀλλὰ μὴ προσαγανακτεῖν ἠξίου. τοῦ δʼ Οὐρία προθύμως ὑποστάντος τὸ ἔργον, τοῖς μετʼ αὐτοῦ παρατασσομένοις ἰδίᾳ καταλιπεῖν ὅταν ἐξορμήσαντας ἴδωσι τοὺς πολεμίους ἐδήλωσε.
 
προσβαλόντων οὖν τῇ πόλει τῶν Ἑβραίων δείσαντες οἱ Ἀμμανῖται, μὴ κατʼ ἐκεῖνον τὸν τόπον, καθʼ ὃν Οὐρίαν συνέβαινε τετάχθαι, φθάσαντες ἀναβῶσιν οἱ πολέμιοι, προστησάμενοι τοὺς ἀνδρειοτάτους αὐτῶν καὶ τὴν πύλην ἀνοίξαντες αἰφνιδίως καὶ μετὰ ῥύμης καὶ δρόμου πολλοῦ τοῖς ἐχθροῖς ἐπεξῆλθον.
 
ἰδόντες δὲ αὐτοὺς οἱ σὺν τῷ Οὐρίᾳ πάντες ἀνεχώρησαν ὀπίσω, καθὼς Ἰώαβος αὐτοῖς προεῖπεν· αἰσχυνθεὶς δʼ Οὐρίας φυγεῖν καὶ τὴν τάξιν καταλιπεῖν ὑπέμεινε τοὺς πολεμίους· καὶ τὴν ὁρμὴν αὐτῶν ἐκδεξάμενος ἀναιρεῖ μὲν οὐκ ὀλίγους, κυκλωθεὶς δὲ καὶ ληφθεὶς ἐν μέσῳ ἅμα δʼ αὐτῷ τινες καὶ ἄλλοι τελευτᾷ συγκαταπεσόντων ἑτέρων.
 
Τούτων οὕτως γενομένων ἔπεμψεν ἀγγέλους Ἰώαβος πρὸς τὸν βασιλέα λέγειν ἐντειλάμενος αὐτοῖς, ὡς σπουδάσειε μὲν ταχέως ἑλεῖν τὴν πόλιν, προσβαλὼν δὲ τῷ τείχει καὶ πολλοὺς ἀπολέσας ἀναχωρῆσαι βιασθείη· προστιθέναι δὲ τούτοις ἂν ὀργιζόμενον ἐπʼ αὐτοῖς βλέπωσι καὶ τὸν Οὐρία θάνατον.
 
τοῦ δὲ βασιλέως ἀκούσαντος παρὰ τῶν ἀγγέλων ταῦτα καὶ δυσφοροῦντος φάσκοντος ἁμαρτεῖν αὐτοὺς τῷ τείχει προσβαλόντας, δέον ὑπονόμοις καὶ μηχανήμασιν ἑλεῖν πειρᾶσθαι τὴν πόλιν, καὶ ταῦτʼ ἔχοντας παράδειγμα τὸν Γεδεῶνος υἱὸν Ἀβιμέλεχον, ὃς ἐπεὶ τὸν ἐν Θήβαις πύργον ἑλεῖν ἐβούλετο βίᾳ, βληθεὶς ὑπὸ πρεσβύτιδος πέτρῳ κατέπεσε καὶ ἀνδρειότατος ὢν διὰ τὸ δυσχερὲς τῆς ἐπιβολῆς αἰσχρῶς ἀπέθανεν·
 
οὗ μνημονεύοντας ἔδει μὴ προσιέναι τῷ τείχει τῶν πολεμίων· ἄριστον γὰρ ἁπάντων τῶν ἐν πολέμῳ πραχθέντων καὶ καλῶς καὶ ὡς ἑτέρως ἐνίοις αὐτοῖς κινδύνοις μνήμην ἔχειν, ὡς τὰ μὲν μιμεῖσθαι τὰ δὲ φυλάττεσθαι.
 
ἐπεὶ δὲ οὕτως ἔχοντι καὶ τὸν Οὐρία θάνατον ἐδήλωσεν ὁ ἄγγελος, παύεται μὲν τῆς ὀργῆς, Ἰωάβῳ δʼ ἐκέλευσεν ἀπελθόντα λέγειν ἀνθρώπινον εἶναι τὸ συμβεβηκὸς καὶ τὰ τοῦ πολέμου φύσιν ἔχειν τοιαύτην, ὥστε ποτὲ μὲν τοῖς ἐναντίοις εὖ πράττειν συμβαίνειν κατʼ αὐτόν, ποτὲ δὲ τοῖς ἑτέροις·
 
τοῦ λοιποῦ μέντοι γε προνοεῖν τῆς πολιορκίας, ὅπως μηδὲν ἔτι πταίσωσι κατʼ αὐτήν, ἀλλὰ χώμασι καὶ μηχαναῖς ἐκπολιορκήσαντας καὶ παραστησαμένους τὴν μὲν πόλιν κατασκάψαι, ἅπαντας δʼ ἀπολέσαι τοὺς ἐν αὐτῇ. καὶ ὁ μὲν ἄγγελος τὰ ὑπὸ τοῦ βασιλέως ἐντεταλμένα κομίζων πρὸς Ἰώαβον ἠπείγετο.
 
ἡ δὲ τοῦ Οὐρία γυνὴ Βεεθσαβὴ τὸν θάνατον τἀνδρὸς πυθομένη ἐπὶ συχνὰς αὐτὸν ἡμέρας ἐπένθησεν, παυσαμένην δὲ τῆς λύπης καὶ τῶν ἐπʼ Οὐρίᾳ δακρύων ὁ βασιλεὺς εὐθὺς ἄγεται γυναῖκα, καὶ παῖς ἄρρην ἐξ αὐτῆς γίνεται αὐτῷ.
 
Τοῦτον οὐχ ἡδέως ἐπεῖδεν ὁ θεὸς τὸν γάμον, ἀλλὰ διʼ ὀργῆς ἔχων τὸν Δαυίδην τῷ προφήτῃ Νάθᾳ φανεὶς κατὰ τοὺς ὕπνους ἐμέμφετο τὸν βασιλέα. ὁ δὲ Νάθας ἀστεῖος καὶ συνετὸς ὢν ἀνήρ, λογισάμενος ὡς οἱ βασιλεῖς ὅταν εἰς ὀργὴν ἐμπέσωσι ταύτῃ πλέον ἢ τῷ δικαίῳ νέμουσι, τὰς μὲν παρὰ τοῦ θεοῦ γεγενημένας ἀπειλὰς ἡσυχάζειν ἔκρινεν, ἄλλους δὲ λόγους χρηστοὺς πρὸς αὐτὸν διεξῆλθε,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme