Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

110 ἦν δὲ καὶ δίκαιος τὴν φύσιν καὶ τὰς κρίσεις πρὸς τὴν ἀλήθειαν ἀφορῶν ἐποιεῖτο. στρατηγὸν δὲ ἁπάσης εἶχε τῆς στρατιᾶς τὸν Ἰώαβον· ἐπὶ δὲ τῶν ὑπομνημάτων Ἰωσάφατον υἱὸν Ἀχίλου κατέστησεν· ἀπέδειξε δʼ ἐκ τῆς Φινεέσου οἰκίας τὸν Σάδωκον ἀρχιερέα μετʼ Ἀβιαθάρου, φίλος γὰρ ἦν αὐτῷ· γραμματέα δὲ Σισὰν ἐποίησε· Βαναίᾳ δὲ τῷ Ἰωάδου τὴν τῶν σωματοφυλάκων ἀρχὴν παραδίδωσιν· οἱ δὲ πρεσβύτεροι παῖδες αὐτοῦ περὶ τὸ σῶμα καὶ τὴν τούτου φυλακὴν ἦσαν.
111 Ἐμνήσθη δὲ καὶ τῶν πρὸς Ἰωνάθην τὸν Σαούλου παῖδα συνθηκῶν καὶ ὅρκων καὶ τῆς ἐκείνου πρὸς αὐτὸν φιλίας τε καὶ σπουδῆς· πρὸς γὰρ τοῖς ἄλλοις ἅπασιν ἀγαθοῖς οἷς εἶχεν ἔτι καὶ μνημονικώτατος τῶν εὖ ποιησάντων παρὰ τὸν ἄλλον χρόνον ὑπῆρχε.
112 προσέταξεν οὖν ἀναζητεῖν εἴ τις ἐκ τοῦ γένους αὐτοῦ σώζεται, ᾧ τὰς ἀμοιβὰς ἃς ὤφειλεν Ἰωνάθῃ τῆς ἑταιρίας ἀποδώσει· ἀχθέντος οὖν τινος ἠλευθερωμένου μὲν ὑπὸ Σαούλου δυναμένου δὲ γινώσκειν τοὺς ἐκ τοῦ γένους αὐτοῦ περιόντας, ἀνέκρινεν εἴ τινα ἔχοι λέγειν τῶν Ἰωνάθῃ προσηκόντων ζῶντα καὶ κομίσασθαι τὰς τῶν εὐεργεσιῶν χάριτας δυνάμενον, ὧν καὶ αὐτὸς ἔτυχε παρὰ Ἰωνάθου.
113 φήσαντος δʼ υἱὸν αὐτοῦ περιλείπεσθαι Μεμφίβοσθον ὄνομα πεπηρωμένον τὰς βάσεις, τῆς γὰρ τροφοῦ μετὰ τὸ προσαγγελθῆναι τὸν πατέρα τοῦ παιδίου καὶ τὸν πάππον ἐν τῇ μάχῃ πεσόντας ἁρπασαμένης καὶ φευγούσης, ἀπὸ τῶν ὤμων αὐτὸ κατενεχθῆναι καὶ βλαβῆναι τὰς βάσεις, μαθὼν ὅπου καὶ παρὰ τίνι τρέφεται πέμψας πρὸς τὸν Μάχειρον εἰς Λάβαθα πόλιν, παρὰ τούτῳ γὰρ ὁ Ἰωνάθου παῖς ἐτρέφετο, μεταπέμπεται πρὸς αὑτόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme