Book 7
ταῦτʼ ἀκούσαντες οἱ πρεσβύτεροι καὶ ἡγεμόνες, ὡς τὴν Ἀβεννήρου γνώμην ᾗ πρότερον εἶχον αὐτοὶ περὶ τῶν πραγμάτων σύμφωνον προσέλαβον, τὰ Δαυίδου φρονεῖν μετεβάλοντο.
πεισθέντων δὲ τούτων Ἀβεννῆρος συγκαλεῖ τὴν Βενιαμιτῶν φυλήν, οἱ γὰρ ἐκ ταύτης ἅπαντες Ἰεβώσθου σωματοφύλακες ἦσαν, καὶ ταὐτὰ πρὸς αὐτοὺς διαλεχθείς, ἐπειδὴ μὴ ἀντικρούοντας ἑώρα, προστιθεμένους δʼ οἷς ἐβούλετο, παραλαβὼν ὡς εἴκοσι τῶν ἑταίρων ἧκε πρὸς Δαυίδην τοὺς ὅρκους παρʼ αὐτοῦ ληψόμενος αὐτός, πιστότερα γὰρ τῶν διʼ ἄλλου πραττομένων ὅσα διʼ αὑτῶν ἕκαστοι ποιοῦμεν εἶναι δοκεῖ, καὶ προσέτι τοὺς γενομένους αὐτῷ λόγους πρός τε τοὺς ἡγεμόνας καὶ πρὸς τὴν φυλὴν ἅπασαν σημανῶν.
ὑποδεξαμένου δʼ αὐτὸν φιλοφρόνως καὶ λαμπρᾷ καὶ πολυτελεῖ τραπέζῃ ξενίσαντος ἐπὶ πολλὰς ἡμέρας, ἠξίωσεν ἀφεθεὶς ἀγαγεῖν τὸ πλῆθος, ἵνα παρόντι καὶ βλεπομένῳ παραδῶσι τὴν ἀρχήν.
Ἐκπέμψαντος δὲ τοῦ Δαυίδου τὸν Ἀβεννῆρον οὐδὲ ὀλίγον διαλιπὼν εἰς Γιβρῶνα ἧκεν Ἰώαβος ὁ ἀρχιστράτηγος αὐτοῦ, καὶ μαθών, ὡς εἴη παρὼν πρὸς αὐτὸν Ἀβεννῆρος καὶ μικρὸν ἔμπροσθεν ἀπηλλαγμένος ἐπὶ συνθήκαις καὶ ὁμολογίαις τῆς ἡγεμονίας, δείσας μὴ τὸν μὲν ἐν τιμῇ καὶ τῇ πρώτῃ ποιήσεται τάξει συνεργόν τε τῆς βασιλείας ἐσόμενον καὶ τἆλλα δεινὸν ὄντα συνιδεῖν πράγματα καὶ τοὺς καιροὺς ὑποδραμεῖν, αὐτὸς δʼ ἐλαττωθείη καὶ τῆς στρατηγίας ἀφεθείη, κακοῦργον καὶ πονηρὰν ὁδὸν ἄπεισι.
καὶ πρῶτον μὲν ἐπιχειρεῖ διαβαλεῖν αὐτὸν πρὸς τὸν βασιλέα φυλάττεσθαι παραινῶν καὶ μὴ προσέχειν οἷς Ἀβεννῆρος συντίθεται· πάντα γὰρ ποιεῖν αὐτὸν ἐπὶ τῷ βεβαιώσασθαι τῷ Σαούλου παιδὶ τὴν ἡγεμονίαν· ἐπὶ δὲ ἀπάτῃ καὶ δόλῳ πρὸς αὐτὸν ἐλθόντα μεθʼ ἧς ἐβούλετο νῦν ἐλπίδος καὶ οἰκονομίας τῶν κατασκευαζομένων ἀπελθεῖν.
ὡς δʼ οὐκ ἔπειθε τὸν Δαυίδην τούτοις οὐδὲ παροξυνόμενον ἑώρα, τρέπεται ταύτης τολμηροτέραν ὁδὸν καὶ κρίνας Ἀβεννῆρον ἀποκτεῖναι πέμπει τοὺς ἐπιδιώξοντας, οἷς καταλαβοῦσι προσέταξεν αὐτὸν καλεῖν ἐκ τοῦ Δαυίδου ὀνόματος, ὡς ἔχοντος αὐτοῦ τινα περὶ τῶν πραγμάτων πρὸς αὐτὸν ἃ μὴ διεμνημόνευσε παρόντος εἰπεῖν.
Ἀβεννῆρος δʼ ὡς ἤκουσε τὰ παρὰ τῶν ἀγγέλων, κατέλαβον αὐτὸν ἐν τόπῳ τινὶ Βησηρᾶ καλουμένῳ ἀπέχοντι τῆς Γιβρῶνος σταδίους εἴκοσι, μηδὲν ὑπιδόμενος τῶν συμβησομένων ὑπέστρεψεν. ἀπαντήσας δʼ αὐτῷ πρὸς τῇ πύλῃ Ἰώαβος καὶ δεξιωσάμενος ὡς μάλιστʼ εὔνους καὶ φίλος, ὑποκρίνονται γὰρ ἱκανῶς πολλάκις εἰς τὸ ἀνύποπτον τῆς ἐπιβουλῆς τὰ τῶν ἀληθῶς ἀγαθῶν οἱ πράγμασιν ἐγχειροῦντες ἀτόποις,
ἀποσπᾷ μὲν τῶν οἰκείων αὐτὸν ὡς ἐν ἀπορρήτῳ διαλεξόμενος, παραγαγὼν δὲ εἰς τὸ ἐρημότερον τῆς πύλης μόνος αὐτὸς ὢν σὺν Ἀβεσσαίῳ τῷ ἀδελφῷ σπασάμενος τὴν μάχαιραν ὑπὸ τὴν λαγόνα παίει.
καὶ τελευτᾷ μὲν Ἀβεννῆρος τοῦτον ἐνεδρευθεὶς τὸν τρόπον ὑπὸ Ἰωάβου, ὡς μὲν αὐτὸς ἔλεγε τιμωρήσαντος Ἀσαήλῳ τῷ ἀδελφῷ, ὃν διώκοντα λαβὼν Ἀβεννῆρος ἀπέκτεινεν ἐν τῇ πρὸς Γιβρῶνι μάχῃ, ὡς δὲ τἀληθὲς εἶχε δείσαντος περὶ τῆς στρατηγίας καὶ τῆς παρὰ τῷ βασιλεῖ τιμῆς, μὴ τούτων μὲν αὐτὸς ἀφαιρεθείη, λάβοι δὲ παρὰ Δαυίδου τὴν πρώτην τάξιν Ἀβεννῆρος.
ἐκ τούτων ἄν τις κατανοήσειεν, ὅσα καὶ πηλίκα τολμῶσιν ἄνθρωποι πλεονεξίας ἕνεκα καὶ ἀρχῆς καὶ τοῦ μηδενὶ τούτων παραχωρῆσαι· κτήσασθαι γὰρ αὐτὰ ποθοῦντες διὰ μυρίων κακῶν λαμβάνουσι, καὶ δείσαντες ἀποβαλεῖν πολλῷ χείροσι τὸ βέβαιον αὑτοῖς τῆς παραμονῆς περιποιοῦσιν,
ὡς οὐχ ὁμοίου δεινοῦ τυγχάνοντος πορίσασθαι τηλικοῦτον μέγεθος ἐξουσίας, καὶ συνήθη τοῖς ἀπʼ αὐτῆς ἀγαθοῖς γενόμενον ἔπειτʼ αὐτὴν ἀπολέσαι, τούτου δὲ ὑπερβολὴν ἔχοντος συμφορᾶς. καὶ διὰ τοῦτο χαλεπώτερα μηχανῶνται καὶ τολμῶσιν ἐν φόβῳ ἔργα πάντες τοῦτʼ ἀποβαλεῖν γενόμενοι. ἀλλὰ περὶ μὲν τούτων ἐν βραχέσιν ἀρκεῖ δεδηλῶσθαι.
Δαυίδης δʼ ἀκούσας ἀνῃρημένον τὸν Ἀβεννῆρον ἤλγησε μὲν τὴν ψυχήν, ἐμαρτύρατο δὲ πάντας ἀνατείνων εἰς τὸν θεὸν τὴν δεξιὰν καὶ βοῶν, ὡς οὔτε κοινωνὸς εἴη τῆς Ἀβεννήρου σφαγῆς, οὔτε κατʼ ἐντολὴν καὶ βούλησιν ἰδίαν ἀποθάνοι. ἀρὰς δὲ κατὰ τοῦ πεφονευκότος αὐτὸν δεινὰς ἐτίθετο καὶ τὸν οἶκον ὅλον αὐτοῦ καὶ τοὺς συμπράξαντας ὑπευθύνους ἐποιεῖτο ταῖς ὑπὲρ τοῦ τετελευτηκότος ποιναῖς·
ἔμελε γὰρ αὐτῷ μὴ δόξαι παρὰ τὰς πίστεις καὶ τοὺς ὅρκους οὓς ἔδωκεν Ἀβεννήρῳ τοῦτο εἰργάσθαι. προσέταξε μέντοι γε παντὶ τῷ λαῷ κλαίειν καὶ πενθεῖν τὸν ἄνδρα καὶ τοῖς νομιζομένοις τιμᾶν αὐτοῦ τὸ σῶμα περιρρηξαμένῳ μὲν τὰς ἐσθῆτας ἐνδύντι δὲ σάκκους, ταῦτα δὲ ποιεῖν προάγοντας τὴν κλίνην.
αὐτὸς δʼ ἐφείπετο μετὰ τῶν γεγηρακότων καὶ τῶν ἐν ἡγεμονίαις ὄντων κοπτόμενός τε καὶ τοῖς δακρύοις ἐνδεικνύμενος τό τε εὔνουν τὸ πρὸς τὸν ζῶντα καὶ τὴν ἐπὶ τεθνηκότι λύπην, καὶ ὅτι μὴ κατὰ τὴν αὐτοῦ γνώμην ἀνῄρηται.
θάψας δʼ αὐτὸν ἐν Γιβρῶνι μεγαλοπρεπῶς καὶ ἐπιταφίους τε συγγραψάμενος θρήνους αὐτὸς ἐπὶ τοῦ τάφου στὰς πρῶτος ἀνεκλαύσατο καὶ παρέδωκε τοῖς ἄλλοις. οὕτως δʼ αὐτὸν ὁ Ἀβεννήρου συνέσχε θάνατος, ὡς μηδὲ τροφὴν ἀναγκαζόντων αὐτὸν τῶν ἑταίρων λαβεῖν, ἀλλʼ ὤμοσε γεύσεσθαι μηδενὸς ἄχρι ἡλίου δυσμῶν.
ταῦτʼ εὔνοιαν αὐτῷ παρὰ τοῦ πλήθους ἐγέννησεν· οἵ τε γὰρ πρὸς τὸν Ἀβεννῆρον φιλοστόργως διακείμενοι σφόδρʼ αὐτοῦ τὴν πρὸς αὐτὸν τιμὴν ἀποθανόντα καὶ φυλακὴν τῆς πίστεως ἠγάπησαν, ὅτι πάντων αὐτὸν ἀξιώσειεν τῶν νομιζομένων ὡς συγγενῆ καὶ φίλον, ἀλλʼ οὐχ ὡς ἐχθρὸν γενόμενον ὑβρίσειεν ἀκόσμῳ ταφῇ καὶ ἠμελημένῃ· τό τε ἄλλο πᾶν ὡς ἐπὶ χρηστῷ καὶ ἡμέρῳ τὴν φύσιν ἔχαιρε, τὴν αὐτὴν ἑκάστου λογιζομένου πρόνοιαν εἰς αὑτὸν τοῦ βασιλέως ἐν τοῖς ὁμοίοις τυγχάνοντα τὸν Ἀβεννήρου νεκρὸν ἑώρα.
πρὸς τούτοις οὖν μάλιστα Δαυίδην γλίχεσθαι δόξης ἀγαθῆς ποιούμενον πρόνοιαν ὡς εἰκὸς ἣν οὐθεὶς ὑπενόησεν ὑπʼ αὐτοῦ φονευθῆναι τὸν Ἀβεννῆρον· ἔλεξε δὲ καὶ πρὸς τὸ πλῆθος, ὡς αὐτῷ μὲν οὐχ ἡ τυχοῦσα λύπη γένοιτʼ ἀνδρὸς ἀγαθοῦ τετελευτηκότος, οὐ μικρὰ δὲ τοῖς Ἑβραίων πράγμασι βλάβη στερηθέντων αὐτοῦ καὶ συνέχειν αὐτὰ καὶ σώζειν βουλαῖς τε ἀρίσταις καὶ ῥώμῃ χειρῶν ἐν τοῖς πολεμικοῖς ἔργοις δυναμένου.
ἀλλὰ θεὸς μέν, εἶπεν, ᾧ μέλει πάντων, οὐκ ἐάσει τοῦτον ἡμῖν ἀνεκδίκητον· ἐγὼ δʼ ἐπίστασθε, ὡς οὐδὲν Ἰώαβον καὶ Ἀβεσσαῖον τοὺς Σαρουίας παῖδας ποιεῖν ἱκανός εἰμι πλέον ἐμοῦ δυναμένους, ἀλλʼ ἀποδώσει τὴν ὑπὲρ τῶν τετολμημένων αὐτοῖς ἀμοιβὴν τὸ θεῖον. καὶ Ἀβεννῆρος μὲν εἰς τοιοῦτο κατέστρεψε τέλος τὸν βίον.
Ἀκούσας δὲ τὴν τελευτὴν αὐτοῦ ὁ Σαούλου παῖς Ἰέβωσθος οὐ πρᾴως ἤνεγκεν ἀνδρὸς ἐστερημένος συγγενοῦς καὶ τὴν βασιλείαν αὐτῷ παρασχόντος, ἀλλʼ ὑπερεπάθησε καὶ λίαν αὐτὸν ὠδύνησεν ὁ Ἀβεννήρου θάνατος. ἐπεβίω δʼ οὐδʼ αὐτὸς πολὺν χρόνον, ἀλλʼ ὑπὸ τῶν Ἐρέμμωνος υἱῶν Βανά, ἑτέρῳ δὲ Θαηνὸς ὄνομα ἦν, ἐπιβουλευθεὶς ἀπέθανεν.
οὗτοι γὰρ ὄντες τὸ μὲν γένος Βενιαμῖται τοῦ δὲ πρώτου τάγματος, λογισάμενοι δʼ ὡς ἂν ἀποκτείνωσι τὸν Ἰέβωσθον μεγάλων παρὰ Δαυίδου τεύξονται δωρεῶν καὶ στρατηγίας ἤ τινος ἄλλης πίστεως τὸ ἔργον αὐτοῖς ἔσται παρʼ αὐτῷ αἴτιον,
μόνον εὑρόντες μεσημβρίζοντα καὶ κοιμώμενον τὸν Ἰέβωσθον καὶ μήτε τοὺς φύλακας παρόντας μήτε τὴν θυρωρὸν ἐγρηγορυῖαν, ἀλλὰ καὶ αὐτὴν ὑπό τε τοῦ κόπου καὶ τῆς ἐργασίας ἣν μετεχειρίζετο καὶ τοῦ καύματος εἰς ὕπνον καταπεσοῦσαν, παρελθόντες εἰς τὸ δωμάτιον, ἐν ᾧ συνέβαινε κατακεκοιμῆσθαι τὸν Σαούλου παῖδα, κτείνουσιν αὐτόν.
καὶ τὴν κεφαλὴν ἀποτεμόντες καὶ διʼ ὅλης νυκτὸς καὶ ἡμέρας ποιησάμενοι τὴν πορείαν, ὡς ἂν φεύγοντες ἐκ τῶν ἠδικημένων πρὸς τὸν ληψόμενόν τε τὴν χάριν καὶ παρέξοντα τὴν ἀσφάλειαν, εἰς Γιβρῶνα παρεγένοντο· καὶ τὴν κεφαλὴν ἐπιδείξαντες τῷ Δαυίδῃ τὴν Ἰεβώσθου συνίστων αὑτοὺς ὡς εὔνους καὶ τὸν ἐχθρὸν αὐτοῦ καὶ τῆς βασιλείας ἀνταγωνιστὴν ἀνῃρηκότας.
ὁ δʼ οὐχ ὡς ἤλπιζον οὕτως αὐτῶν προσεδέξατο τὸ ἔργον, ἀλλʼ εἰπών, ὦ κάκιστοι καὶ παραχρῆμα δίκην ὑφέξοντες, οὐκ ἔγνωτε πῶς ἐγὼ τὸν Σαούλου φονέα καὶ τὸν κομίσαντά μοι τὸν χρυσοῦν αὐτοῦ στέφανον ἠμυνάμην, καὶ ταῦτα ἐκείνῳ χαριζόμενον τὴν ἀναίρεσιν, ἵνα μὴ συλλάβωσιν αὐτὸν οἱ πολέμιοι;
ἦ μεταβεβλῆσθαί με καὶ μηκέτʼ εἶναι τὸν αὐτὸν ὑπωπτεύσατε, ὡς χαίρειν κακούργοις ἀνδράσι καὶ χάριτας ἡγήσασθαι τὰς κυριοκτόνους ὑμῶν πράξεις, ἀνῃρηκότων ἐπὶ τῆς αὑτοῦ κοίτης ἄνδρα δίκαιον καὶ μηδένα μηδὲν κακὸν εἰργασμένον, ὑμᾶς δὲ καὶ διὰ πολλῆς εὐνοίας καὶ τιμῆς ἐσχηκότα;
διὸ δώσετε ποινὴν μὲν αὐτῷ κολασθέντες, δίκην δʼ ἐμοὶ τοῦ νομίσαντας ἡδέως ἕξειν με τὴν Ἰεβώσθου τελευτὴν τοῦτον ἀνελεῖν· οὐ γὰρ ἐδύνασθε μᾶλλον ἀδικῆσαι τὴν ἐμὴν δόξαν ἢ τοῦθʼ ὑπολαβόντες. ταῦτʼ εἰπὼν πᾶσαν αἰκίαν αὐτοὺς αἰκισάμενος διεχρήσατο καὶ τὴν Ἰεβώσθου κεφαλὴν ἐν τῷ Ἀβεννήρου τάφῳ πάντων ἀξιώσας ἐκήδευσε.
Τούτων δὲ τοιοῦτον λαβόντων τέλος ἧκον ἅπαντες οἱ τοῦ λαοῦ τῶν Ἑβραίων πρῶτοι πρὸς Δαυίδην εἰς Γιβρῶνα οἵ τε χιλίαρχοι καὶ ἡγεμόνες αὐτῶν, καὶ παρεδίδοσαν αὑτοὺς τήν τε εὔνοιαν, ἣν ἔτι καὶ Σαούλου ζῶντος εἶχον πρὸς αὐτόν, ὑπομιμνήσκοντες καὶ τὴν τιμήν, ἣν γενόμενον τότε χιλίαρχον τιμῶντες οὐ διέλιπον, ὅτι τε βασιλεὺς ὑπὸ τοῦ θεοῦ διὰ Σαμουήλου τοῦ προφήτου χειροτονηθείη καὶ παῖδες αὐτοῦ καὶ ὡς τὴν Ἑβραίων χώραν αὐτῷ σῶσαι καταγωνισαμένῳ Παλαιστίνους δέδωκεν ὁ θεὸς ἐμφανίζοντες.
ὁ δὲ ταύτης τε ἀποδέχεται τῆς προθυμίας αὐτοὺς καὶ παρακαλέσας διαμένειν, οὐ γὰρ ἔσεσθαι μετάνοιαν αὐτοῖς ἐκ τοῦ τοιούτου, καὶ κατευωχήσας καὶ φιλοφρονησάμενος ἔπεμψε τὸν λαὸν παρʼ αὐτὸν ἄξοντας ἅπαντα.
καὶ συνῆλθον ἐκ μὲν τῆς Ἰούδα φυλῆς ὁπλιτῶν ὡς ὀκτακόσιοι καὶ ἑξακισχίλιοι φοροῦντες ὅπλα θυρεὸν καὶ σιρομάστην· οὗτοι δὲ τῷ Σαούλου παιδὶ παρέμενον· τούτων γὰρ χωρὶς ἡ Ἰούδα φυλὴ τὸν Δαυίδην ἀπέδειξε βασιλέα.
ἐκ δὲ τῆς Συμεωνίδος φυλῆς ἑπτακισχίλιοι καὶ ἑκατόν. ἐκ δὲ τῆς Ληουίτιδος τετρακισχίλιοι καὶ ἑπτακόσιοι ἔχοντες ἄρχοντα Ἰώδαμον· μετὰ τούτοις ἦν ὁ ἀρχιερεὺς Σάδωκος σὺν εἴκοσι δύο συγγενέσιν ἡγεμόσιν. ἐκ δὲ τῆς Βενιαμίτιδος φυλῆς ὁπλῖται τετρακισχίλιοι· ἡ γὰρ φυλὴ περιέμενεν ἔτι τῶν τοῦ γένους Σαούλου τινὰ βασιλεύσειν προσδοκῶσα.
ἐκ δὲ τῆς Ἐφραίμου φυλῆς δισμύριοι καὶ ὀκτακόσιοι τῶν δυνατωτάτων καὶ κατʼ ἰσχὺν διαφερόντων. ἐκ δὲ τῆς Μανασσήτιδος φυλῆς τοῦ ἡμίσους μύριοι ὀκτακισχίλιοι τῶν δυνατωτάτων. ἐκ δὲ τῆς Ἰσαχάρου φυλῆς διακόσιοι μὲν οἱ προγινώσκοντες τὰ μέλλοντα, ὁπλῖται δὲ δισμύριοι.
ἐκ δὲ τῆς Ζαβουλωνίτιδος φυλῆς ὁπλιτῶν ἐπιλέκτων πέντε μυριάδες· αὕτη γὰρ ἡ φυλὴ μόνη πᾶσα πρὸς Δαυίδην συνῆλθεν· οὗτοι πάντες τὸν αὐτὸν ὁπλισμὸν εἶχον τοῖς τῆς Γάδου φυλῆς. ἐκ δὲ τῆς Νεφθαλίδος φυλῆς ἐπίσημοι καὶ ἡγεμόνες χίλιοι ὅπλοις χρώμενοι θυρεῷ καὶ δόρατι, ἠκολούθει δὲ φυλὴ ἀναρίθμητος οὖσα.
ἐκ δὲ τῆς Δανίτιδος φυλῆς ἐκλεκτοὶ δισμύριοι ἑπτακισχίλιοι ἑξακόσιοι. ἐκ δὲ τῆς Ἀσήρου φυλῆς μυριάδες τέσσαρες. ἐκ δὲ τῶν δύο φυλῶν τῶν πέραν τοῦ Ἰορδάνου καὶ τοῦ λοιποῦ τῆς Μανασσήτιδος φυλῆς ὡπλισμένων θυρεὸν καὶ δόρυ καὶ περικεφαλαίαν καὶ ῥομφαίαν μυριάδες δώδεκα· καὶ αἱ λοιπαὶ φυλαὶ ῥομφαίαις ἐχρῶντο.
τοῦτο δὴ πᾶν τὸ πλῆθος εἰς Γιβρῶνα πρὸς Δαυίδην συνῆλθε μετὰ πολλῆς παρασκευῆς σιτίων καὶ οἴνου καὶ τῶν πρὸς τροφὴν πάντων καὶ μιᾷ γνώμῃ βασιλεύειν τὸν Δαυίδην ἐκύρωσαν. ἐπὶ δὲ τρεῖς ἡμέρας ἑορτάσαντος τοῦ λαοῦ καὶ κατευωχηθέντος ἐν Γιβρῶνι, ὁ Δαυίδης μετὰ πάντων ἐκεῖθεν ἄρας ἧκεν εἰς Ἱεροσόλυμα.
Τῶν δὲ κατοικούντων τὴν πόλιν Ἰεβουσαίων, γένος δʼ εἰσὶν οὗτοι Χαναναίων, ἀποκλεισάντων αὐτῷ τὰς πύλας καὶ τοὺς πεπηρωμένους τὰς ὄψεις καὶ τὰς βάσεις καὶ πᾶν τὸ λελωβημένον στησάντων ἐπὶ χλεύῃ τοῦ βασιλέως ἐπὶ τοῦ τείχους καὶ λεγόντων κωλύσειν αὐτὸν εἰσελθεῖν τοὺς ἀναπήρους, ταῦτα δʼ ἔπραττον καταφρονοῦντες τῇ τῶν τειχῶν ὀχυρότητι, ὀργισθεὶς πολιορκεῖν ἤρξατο τὰ Ἱεροσόλυμα.
καὶ πολλῇ σπουδῇ καὶ προθυμίᾳ χρησάμενος ὡς διὰ τοῦ ταύτην ἑλεῖν εὐθὺς ἐμφανίζων τὴν ἰσχὺν καὶ καταπληξόμενος εἴ τινες ἄρα καὶ ἄλλοι τὸν αὐτὸν ἐκείνοις τρόπον διέκειντο πρὸς αὐτόν, λαμβάνει κατὰ κράτος τὴν κάτω πόλιν.
ἔτι δὲ τῆς ἄκρας λειπομένης ἔγνω τιμῆς ὑποσχέσει καὶ γερῶν ὁ βασιλεὺς προθυμοτέρους ἐπὶ τὰ ἔργα τοὺς στρατιώτας παρασκευάσαι, καὶ τῷ διὰ τῶν ὑποκειμένων φαράγγων ἐπὶ τὴν ἄκραν ἀναβάντι καὶ ταύτην ἑλόντι στρατηγίαν ἅπαντος τοῦ λαοῦ δώσειν ἐπηγγείλατο.
πάντων δὲ φιλοτιμουμένων ἀναβῆναι καὶ μηδένα πόνον ὀκνούντων ὑφίστασθαι διʼ ἐπιθυμίαν τῆς στρατηγίας, ὁ Σαρουίας παῖς Ἰώαβος ἔφθη τοὺς ἄλλους, καὶ ἀναβὰς ἐβόησε πρὸς τὸν βασιλέα τὴν στρατηγίαν ἀπαιτῶν.
Ἐκβαλὼν δὲ τοὺς Ἰεβουσαίους ἐκ τῆς ἄκρας καὶ αὐτὸς ἀνοικοδομήσας τὰ Ἱεροσόλυμα πόλιν αὐτὴν Δαυίδου προσηγόρευσε, καὶ τὸν ἅπαντα χρόνον ἐν αὐτῇ διέτριβε βασιλεύων. ὁ δὲ χρόνος ὃν τῆς Ἰούδα φυλῆς ἦρξε μόνης ἐν Γιβρῶνι ἐγένετο ἔτη ἑπτὰ καὶ μῆνες ἕξ. ἀποδείξας δὲ βασίλειον τὰ Ἱεροσόλυμα λαμπροτέροις αἰεὶ καὶ μᾶλλον ἐχρῆτο τοῖς πράγμασι τοῦ θεοῦ προνοουμένου κρείττω ποιεῖν αὐτὰ καὶ λαμβάνειν ἐπίδοσιν.
πέμψας δὲ πρὸς αὐτὸν καὶ Ἱέρωμος ὁ Τυρίων βασιλεὺς φιλίαν καὶ συμμαχίαν συνέθετο· ἔπεμψε δʼ αὐτῷ καὶ δωρεὰς ξύλα κέδρινα καὶ τεχνίτας ἄνδρας τέκτονας καὶ οἰκοδόμους, οἳ κατεσκεύασαν βασίλειον ἐν Ἱεροσολύμοις. Δαυίδης δὲ τήν τε ἄνω πόλιν παραλαβὼν καὶ τὴν ἄκραν συνάψας αὐτῇ ἐποίησεν ἓν σῶμα, καὶ περιτειχίσας ἐπιμελητὴν τῶν τειχῶν κατέστησεν Ἰώαβον.
πρῶτος οὖν Δαυίδης τοὺς Ἰεβουσαίους ἐξ Ἱεροσολύμων ἐκβαλὼν ἀφʼ ἑαυτοῦ προσηγόρευσε τὴν πόλιν· ἐπὶ γὰρ Ἁβράμου τοῦ προγόνου ἡμῶν Σόλυμα ἐκαλεῖτο, μετὰ ταῦτα δὲ αὐτήν φασί τινες, ὅτι καὶ Ὅμηρος ταῦτʼ ὠνόμασεν Ἱεροσόλυμα· τὸ γὰρ ἱεροῦ κατὰ τὴν Ἑβραίων γλῶτταν ὠνόμασε τὰ Σόλυμα ὅ ἐστιν ἀσφάλεια.