Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

61 Τῶν δὲ κατοικούντων τὴν πόλιν Ἰεβουσαίων, γένος δʼ εἰσὶν οὗτοι Χαναναίων, ἀποκλεισάντων αὐτῷ τὰς πύλας καὶ τοὺς πεπηρωμένους τὰς ὄψεις καὶ τὰς βάσεις καὶ πᾶν τὸ λελωβημένον στησάντων ἐπὶ χλεύῃ τοῦ βασιλέως ἐπὶ τοῦ τείχους καὶ λεγόντων κωλύσειν αὐτὸν εἰσελθεῖν τοὺς ἀναπήρους, ταῦτα δʼ ἔπραττον καταφρονοῦντες τῇ τῶν τειχῶν ὀχυρότητι, ὀργισθεὶς πολιορκεῖν ἤρξατο τὰ Ἱεροσόλυμα.
62 καὶ πολλῇ σπουδῇ καὶ προθυμίᾳ χρησάμενος ὡς διὰ τοῦ ταύτην ἑλεῖν εὐθὺς ἐμφανίζων τὴν ἰσχὺν καὶ καταπληξόμενος εἴ τινες ἄρα καὶ ἄλλοι τὸν αὐτὸν ἐκείνοις τρόπον διέκειντο πρὸς αὐτόν, λαμβάνει κατὰ κράτος τὴν κάτω πόλιν.
63 ἔτι δὲ τῆς ἄκρας λειπομένης ἔγνω τιμῆς ὑποσχέσει καὶ γερῶν ὁ βασιλεὺς προθυμοτέρους ἐπὶ τὰ ἔργα τοὺς στρατιώτας παρασκευάσαι, καὶ τῷ διὰ τῶν ὑποκειμένων φαράγγων ἐπὶ τὴν ἄκραν ἀναβάντι καὶ ταύτην ἑλόντι στρατηγίαν ἅπαντος τοῦ λαοῦ δώσειν ἐπηγγείλατο.
64 πάντων δὲ φιλοτιμουμένων ἀναβῆναι καὶ μηδένα πόνον ὀκνούντων ὑφίστασθαι διʼ ἐπιθυμίαν τῆς στρατηγίας, ὁ Σαρουίας παῖς Ἰώαβος ἔφθη τοὺς ἄλλους, καὶ ἀναβὰς ἐβόησε πρὸς τὸν βασιλέα τὴν στρατηγίαν ἀπαιτῶν.
65 Ἐκβαλὼν δὲ τοὺς Ἰεβουσαίους ἐκ τῆς ἄκρας καὶ αὐτὸς ἀνοικοδομήσας τὰ Ἱεροσόλυμα πόλιν αὐτὴν Δαυίδου προσηγόρευσε, καὶ τὸν ἅπαντα χρόνον ἐν αὐτῇ διέτριβε βασιλεύων. ὁ δὲ χρόνος ὃν τῆς Ἰούδα φυλῆς ἦρξε μόνης ἐν Γιβρῶνι ἐγένετο ἔτη ἑπτὰ καὶ μῆνες ἕξ. ἀποδείξας δὲ βασίλειον τὰ Ἱεροσόλυμα λαμπροτέροις αἰεὶ καὶ μᾶλλον ἐχρῆτο τοῖς πράγμασι τοῦ θεοῦ προνοουμένου κρείττω ποιεῖν αὐτὰ καὶ λαμβάνειν ἐπίδοσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme