Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 7

44 πρὸς τούτοις οὖν μάλιστα Δαυίδην γλίχεσθαι δόξης ἀγαθῆς ποιούμενον πρόνοιαν ὡς εἰκὸς ἣν οὐθεὶς ὑπενόησεν ὑπʼ αὐτοῦ φονευθῆναι τὸν Ἀβεννῆρον· ἔλεξε δὲ καὶ πρὸς τὸ πλῆθος, ὡς αὐτῷ μὲν οὐχ ἡ τυχοῦσα λύπη γένοιτʼ ἀνδρὸς ἀγαθοῦ τετελευτηκότος, οὐ μικρὰ δὲ τοῖς Ἑβραίων πράγμασι βλάβη στερηθέντων αὐτοῦ καὶ συνέχειν αὐτὰ καὶ σώζειν βουλαῖς τε ἀρίσταις καὶ ῥώμῃ χειρῶν ἐν τοῖς πολεμικοῖς ἔργοις δυναμένου.
45 ἀλλὰ θεὸς μέν, εἶπεν, ᾧ μέλει πάντων, οὐκ ἐάσει τοῦτον ἡμῖν ἀνεκδίκητον· ἐγὼ δʼ ἐπίστασθε, ὡς οὐδὲν Ἰώαβον καὶ Ἀβεσσαῖον τοὺς Σαρουίας παῖδας ποιεῖν ἱκανός εἰμι πλέον ἐμοῦ δυναμένους, ἀλλʼ ἀποδώσει τὴν ὑπὲρ τῶν τετολμημένων αὐτοῖς ἀμοιβὴν τὸ θεῖον. καὶ Ἀβεννῆρος μὲν εἰς τοιοῦτο κατέστρεψε τέλος τὸν βίον.
46 Ἀκούσας δὲ τὴν τελευτὴν αὐτοῦ ὁ Σαούλου παῖς Ἰέβωσθος οὐ πρᾴως ἤνεγκεν ἀνδρὸς ἐστερημένος συγγενοῦς καὶ τὴν βασιλείαν αὐτῷ παρασχόντος, ἀλλʼ ὑπερεπάθησε καὶ λίαν αὐτὸν ὠδύνησεν ὁ Ἀβεννήρου θάνατος. ἐπεβίω δʼ οὐδʼ αὐτὸς πολὺν χρόνον, ἀλλʼ ὑπὸ τῶν Ἐρέμμωνος υἱῶν Βανά, ἑτέρῳ δὲ Θαηνὸς ὄνομα ἦν, ἐπιβουλευθεὶς ἀπέθανεν.
47 οὗτοι γὰρ ὄντες τὸ μὲν γένος Βενιαμῖται τοῦ δὲ πρώτου τάγματος, λογισάμενοι δʼ ὡς ἂν ἀποκτείνωσι τὸν Ἰέβωσθον μεγάλων παρὰ Δαυίδου τεύξονται δωρεῶν καὶ στρατηγίας ἤ τινος ἄλλης πίστεως τὸ ἔργον αὐτοῖς ἔσται παρʼ αὐτῷ αἴτιον,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme