Book 7
καὶ τὸν Γήρα δὲ υἱὸν Σουμούιν τὸν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, ὃς πολλὰ βλασφημήσας με παρὰ τὴν φυγήν, ὅτʼ εἰς Παρεμβολὰς ἐπορευόμην, ἀπήντησεν ἐπὶ τὸν Ἰόρδανον καὶ πίστεις ἔλαβεν ὡς μηδὲν αὐτὸν παθεῖν τότε, νῦν ἐπιζητήσας αἰτίαν εὔλογον ἄμυνε.
Ταῦτα παραινέσας τῷ παιδὶ περί τε τῶν ὅλων πραγμάτων καὶ περὶ τῶν φίλων καὶ οὓς ᾔδει τιμωρίας ἀξίους γεγενημένους ἀπέθανεν, ἔτη μὲν βιώσας ἑβδομήκοντα, βασιλεύσας δὲ ἑπτὰ μὲν ἐν Χεβρῶνι τῆς Ἰούδα φυλῆς καὶ μῆνας ἕξ, ἐν Ἱεροσολύμοις δὲ ἁπάσης τῆς χώρας τρία καὶ τριάκοντα.
οὕτως ἀρίστῳ ἀνδρὶ γεγενημένῳ καὶ πᾶσαν ἀρετὴν ἔχοντι καὶ τοσούτων ἐθνῶν σωτηρίαν ἐγκεχειρισμένῳ βασιλεῖ ἔδει προσεπαινέσαι καὶ τό τε τῆς δυνάμεως αὐτοῦ εὐσθενὲς καὶ τὸ τῆς σωφροσύνης συνετόν· ἀνδρεῖος γὰρ ἦν, ὡς οὐκ ἄλλος τις, ἐν δὲ τοῖς ὑπὲρ τῶν ὑπηκόων ἀγῶσι πρῶτος ἐπὶ τοὺς κινδύνους ὥρμα, τῷ πονεῖν καὶ μάχεσθαι παρακελευόμενος τοὺς στρατιώτας ἐπὶ τὰς παρατάξεις ἀλλʼ οὐχὶ τῷ προστάττειν ὡς δεσπότης,
νοῆσαί τε καὶ συνιδεῖν καὶ περὶ τῶν μελλόντων καὶ τῆς τῶν ἐνεστηκότων οἰκονομίας ἱκανώτατος, σώφρων ἐπιεικὴς χρηστὸς πρὸς τοὺς ἐν συμφοραῖς ὑπάρχοντας δίκαιος φιλάνθρωπος, ἃ μόνοις δικαιότατα βασιλεῦσιν εἶναι προσῆκε, μηδὲν ὅλως παρὰ τοσοῦτο μέγεθος ἐξουσίας ἁμαρτὼν ἢ τὸ περὶ τὴν Οὐρία γυναῖκα. κατέλιπε δὲ καὶ πλοῦτον ὅσον οὐκ ἄλλος βασιλεὺς οὔθʼ Ἑβραίων οὔτʼ ἄλλων ἐθνῶν.
Ἔθαψε δὲ αὐτὸν ὁ παῖς Σολόμων ἐν Ἱεροσολύμοις διαπρεπῶς τοῖς τε ἄλλοις οἷς περὶ κηδείαν νομίζεται βασιλικὴν ἅπασι καὶ δὴ καὶ πλοῦτον αὐτῷ πολὺν καὶ ἄφθονον συνεκήδευσεν, ὧν τὴν ὑπερβολὴν τεκμήραιτʼ ἄν τις ῥᾳδίως ἐκ τοῦ λεχθησομένου·
μετὰ γὰρ χρόνον ἐτῶν χιλίων καὶ τριακοσίων Ὑρκανὸς ὁ ἀρχιερεὺς πολιορκούμενος ὑπʼ Ἀντιόχου τοῦ Εὐσεβοῦς ἐπικληθέντος υἱοῦ δὲ Δημητρίου, βουλόμενος χρήματʼ αὐτῷ δοῦναι ὑπὲρ τοῦ λῦσαι τὴν πολιορκίαν καὶ τὴν στρατιὰν ἀπαγαγεῖν καὶ ἀλλαχόθεν οὐκ εὐπορῶν, ἀνοίξας ἕνα οἶκον τῶν ἐν τῷ Δαυίδου μνήματι καὶ βαστάσας τρισχίλια τάλαντα μέρος ἔδωκεν Ἀντιόχῳ καὶ διέλυσεν οὕτως τὴν πολιορκίαν, καθὼς καὶ ἐν ἄλλοις δεδηλώκαμεν.
μετὰ δὲ τοῦτο ἐτῶν πολλῶν διαγενομένων πάλιν ὁ βασιλεὺς Ἡρώδης ἕτερον ἀνοίξας οἶκον ἀνείλετο χρήματα πολλά. ταῖς μέντοι γε θήκαις τῶν βασιλέων οὐδεὶς αὐτῶν ἐπέτυχεν· ἦσαν γὰρ ὑπὸ τὴν γῆν μηχανικῶς κεκηδευμέναι πρὸς τὸ μὴ φανεραὶ εἶναι τοῖς εἰς τὸ μνῆμα εἰσιοῦσιν. ἀλλὰ περὶ μὲν τούτων ἡμῖν τοσοῦτον ἀπόχρη δεδηλῶσθαι.