Book 7
τοῦτο πρὸς τὴν Σολόμωνος κατεμήνυσε μητέρα Βερσάβην Νάθας ὁ προφήτης, ὡς Ἀδωνίας βασιλεῦσαι βούλεται, συνεβούλευέ τε σώζειν αὑτὴν καὶ τὸν παῖδα Σολόμωνα, εἴπερ Ἀδωνίας τὴν ἀρχὴν ἤδη παραλάβοι, καὶ περὶ τούτου πυθέσθαι τοῦ βασιλέως.
ταῦτα δὲ τῷ βασιλεῖ διαλεγομένης ὁ προφήτης εἰσελεύσεσθαι καὶ αὐτὸς ἔφησε καὶ τοῖς λόγοις αὐτῆς ἐπιμαρτυρήσειν. ἡ δὲ Βερσάβη πεισθεῖσα τῷ Νάθᾳ πάρεισι πρὸς τὸν βασιλέα,
καὶ προσκυνήσασα καὶ λόγον αἰτησαμένη πάντʼ αὐτῷ καθὼς ὁ προφήτης ὑπέθετο διεξέρχεται τό τε δεῖπνον τὸ Ἀδωνία καὶ τοὺς ὑπʼ αὐτοῦ κεκλημένους Ἀβιάθαρον τὸν ἀρχιερέα καὶ Ἰώαβον τὸν ἄρχοντα καὶ τοὺς υἱοὺς αὐτοῦ χωρὶς Σολόμωνος καὶ τῶν ἀναγκαίων αὐτοῦ φίλων μηνύσασα· ἔλεγέ τε πάντα τὸν λαὸν ἀφορᾶν, τίνα χειροτονήσει βασιλέα, παρεκάλει τε κατὰ νοῦν ἔχειν, ὡς μετὰ τὴν ἀπαλλαγὴν αὐτοῦ βασιλεύσας αὐτήν τε καὶ Σολόμωνα τὸν υἱὸν αὐτῆς ἀναιρήσει.
Διαλεγομένης δὲ ἔτι τῆς γυναικὸς ἤγγειλαν οἱ τοῦ δωματίου προεστῶτες, ὅτι βούλεται Νάθας ἰδεῖν αὐτόν. τοῦ δὲ βασιλέως ἐκδέξασθαι κελεύσαντος εἰσελθών, εἰ τήμερον ἀποδείξειε τὸν Ἀδωνίαν βασιλέα καὶ παραδοίη τὴν ἀρχὴν ἐπυνθάνετο·
λαμπρὸν γὰρ αὐτὸν ποιήσαντα δεῖπνον κεκληκέναι τοὺς υἱοὺς αὐτοῦ πάντας χωρὶς Σολόμωνος καὶ τὸν στρατηγὸν Ἰώαβον, οἳ μετὰ κρότου καὶ παιδιᾶς εὐωχούμενοι πολλῆς αἰώνιον αὐτῷ συνεύχονται τὴν ἡγεμονίαν· ἐκάλεσε δὲ οὔτε ἐμὲ οὔτε τὸν ἀρχιερέα Σάδωκον οὔτε Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων· δίκαιον δʼ εἶναι ταῦτα γινώσκειν ἅπαντας, εἰ κατὰ τὴν σὴν γνώμην ἐγένετο.
ταῦτα τοῦ Νάθα φήσαντος ὁ βασιλεὺς ἐκέλευσε καλέσαι τὴν Βερσάβην πρὸς αὑτόν· ἐκπεπηδήκει γὰρ ἐκ τοῦ δωματίου τοῦ προφήτου παραγενομένου. τῆς δὲ γυναικὸς ἐλθούσης, ὄμνυμί σοι, φησί, τὸν μέγιστον θεόν, ἦ μὴν τὸν υἱόν σου Σολόμωνα βασιλεύσειν, ὡς καὶ πρότερον ὤμοσα, καὶ τοῦτον ἐπὶ τοὐμοῦ καθιεῖσθαι θρόνου· καὶ τοῦτο ἔσται τήμερον.
προσκυνησάσης δʼ αὐτὸν τῆς γυναικὸς καὶ μακρὸν εὐξαμένης αὐτῷ βίον Σάδωκον μεταπέμπεται τὸν ἀρχιερέα καὶ Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων,
καὶ παραγενομένοις κελεύει παραλαβεῖν Νάθαν τὸν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν ὁπλίτας καὶ ἀναβιβάσαντας τὸν υἱὸν αὐτοῦ Σολόμωνα ἐπὶ τὴν βασιλικὴν ἡμίονον ἔξω τῆς πόλεως ἀγαγεῖν ἐπὶ πηγὴν τὴν λεγομένην Γειὼν καὶ περιχρίσαντας τὸ ἅγιον ἔλαιον ἀποδεῖξαι βασιλέα· τοῦτο δὲ ποιῆσαι προσέταξε Σάδωκον τὸν ἀρχιερέα καὶ Νάθαν τὸν προφήτην.
ἀκολουθοῦντάς τε προσέταξε διὰ μέσης τῆς πόλεως τοῖς κέρασιν ἐπισαλπίζοντας βοᾶν εἰς αἰῶνα Σολόμωνα τὸν βασιλέα καθίσαι ἐπὶ τοῦ βασιλικοῦ θρόνου, ἵνα γνῷ πᾶς ὁ λαὸς ἀποδεδειγμένον αὐτὸν ὑπὸ τοῦ πατρὸς βασιλέα, Σολόμωνι δʼ ἐντετάλθαι περὶ τῆς ἀρχῆς, ἵνα εὐσεβῶς καὶ δικαίως προστῇ τοῦ τε Ἑβραίων ἔθνους παντὸς καὶ τῆς Ἰούδα φυλῆς.
Βαναία δὲ εὐξαμένου τὸν θεὸν Σολόμωνι εὐμενῆ γενέσθαι μηδὲ μικρὸν διαλιπόντες ἀναβιβάζουσιν ἐπὶ τὴν ἡμίονον τὸν Σολόμωνα, καὶ προαγαγόντες ἔξω τῆς πόλεως ἐπὶ τὴν πηγὴν καὶ τῷ ἐλαίῳ χρίσαντες εἰσήγαγον εἰς τὴν πόλιν ἐπευφημοῦντες καὶ τὴν βασιλείαν αὐτῷ γενέσθαι πολυχρόνιον εὐχόμενοι,
καὶ παραγαγόντες εἰς τὸν οἶκον τὸν βασιλικὸν καθίζουσιν αὐτὸν ἐπὶ τοῦ θρόνου, καὶ πᾶς ὁ λαὸς ἐπʼ εὐωχίαν εὐθὺς ἐτράπη καὶ ἑορτὴν χορεύων καὶ αὐλοῖς τερπόμενος, ὡς ὑπὸ τοῦ πλήθους τῶν ὀργάνων ἅπασαν περιηχεῖσθαι τὴν γῆν καὶ τὸν ἀέρα.
Ὡς δʼ ᾔσθοντο τῆς βοῆς Ἀδωνίας τε καὶ οἱ παρόντες ἐπὶ τὸ δεῖπνον ἐταράχθησαν, ὅ τε στρατηγὸς Ἰώαβος ἔλεγεν οὐκ ἀρέσκεσθαι τοῖς ἤχοις οὐδὲ τῇ σάλπιγγι. παρακειμένου δὲ τοῦ δείπνου καὶ μηδενὸς γευομένου πάντων δʼ ἐπʼ ἐννοίας ὑπαρχόντων, εἰστρέχει πρὸς αὐτοὺς ὁ τοῦ ἀρχιερέως Ἀβιαθάρου παῖς Ἰωνάθης.
τοῦ δʼ Ἀδωνία θεασαμένου τὸν νεανίαν ἡδέως καὶ προσειπόντος ἀγαθῶν ἄγγελον, ἐδήλου πάντʼ αὐτοῖς τὰ περὶ τὸν Σολόμωνα καὶ τὴν Δαυίδου τοῦ βασιλέως γνώμην· ἀναπηδήσαντες δʼ ἐκ τοῦ συμποσίου ὅ τε Ἀδωνίας καὶ οἱ κεκλημένοι πάντες ἔφυγον πρὸς ἑαυτοὺς ἕκαστοι.
φοβηθεὶς δʼ Ἀδωνίας τὸν βασιλέα περὶ τῶν γεγονότων ἱκέτης γίνεται τοῦ θεοῦ καὶ τῶν τοῦ θυσιαστηρίου κεράτων ἃ δὴ προεῖχεν ἐλλαβόμενος δηλοῦται τοῦτο Σολόμωνι πεποιηκὼς καὶ πίστεις ἀξιῶν παρʼ αὐτοῦ λαβεῖν, ὥστε μὴ μνησικακῆσαι μηδʼ ἐργάσασθαι δεινὸν αὐτὸν μηδέν.
ὁ δὲ ἡμέρως πάνυ καὶ σωφρόνως τῆς μὲν τότε ἁμαρτίας αὐτὸν ἀφῆκεν ἀθῷον, εἰπὼν δέ, εἰ ληφθείη τι πάλιν καινοποιῶν, ἑαυτῷ αἴτιον τῆς τιμωρίας ἔσεσθαι, πέμψας ἀνίστησιν αὐτὸν ἀπὸ τῆς ἱκεσίας· ἐλθόντα δὲ καὶ προσκυνήσαντα εἰς τὴν ἰδίαν οἰκίαν ἀπελθεῖν ἐκέλευσε μηδὲν ὑφορώμενον καὶ τοῦ λοιποῦ παρέχειν αὑτὸν ἀγαθὸν ὡς αὐτῷ τοῦτο συμφέρον ἠξίου.
Βουλόμενος δὲ Δαυίδης ἐπὶ παντὸς τοῦ λαοῦ ἀποδεῖξαι τὸν υἱὸν βασιλέα συγκαλεῖ τοὺς ἄρχοντας εἰς Ἱεροσόλυμα καὶ τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας. ἐξαριθμήσας δὲ τούτους πρῶτον εὑρίσκει τῶν ἀπὸ τριάκοντα ἐτῶν ἕως πεντήκοντα τρισμυρίους ὀκτακισχιλίους.
ἐξ ὧν ἀπέδειξεν ἐπιμελητὰς μὲν τῆς οἰκοδομίας τοῦ ναοῦ δισμυρίους τετρακισχιλίους, κριτὰς δὲ τοῦ λαοῦ καὶ γραμματεῖς τούτων ἑξακισχιλίους, πυλωροὺς δὲ τετρακισχιλίους καὶ τοσούτους ὑμνῳδοὺς τοῦ θεοῦ ᾄδοντας τοῖς ὀργάνοις οἷς Δαυίδης κατεσκεύασε, καθὼς προειρήκαμεν.
διεμέρισε δʼ αὐτοὺς καὶ κατὰ πατριὰς καὶ χωρίσας ἐκ τῆς φυλῆς τοὺς ἱερεῖς εὗρε τούτων εἴκοσι τέσσαρας πατριάς, ἐκ μὲν τῆς Ἐλεαζάρου οἰκίας ἑκκαίδεκα, ἐκ δὲ τῆς Ἰθαμάρου ὀκτώ, διέταξέ τε μίαν πατριὰν διακονεῖσθαι τῷ θεῷ ἐπὶ ἡμέρας ὀκτὼ ἀπὸ σαββάτου ἐπὶ σάββατον.
καὶ οὕτως αἱ πατριαὶ πᾶσαι διεκληρώσαντο Δαυίδου παρόντος καὶ Σαδώκου καὶ Ἀβιαθάρου τῶν ἀρχιερέων καὶ πάντων τῶν ἀρχόντων· καὶ ἡ πρώτη μὲν ἀναβᾶσα πατριὰ ἐγράφη πρώτη, ἡ δὲ δευτέρα ἀκολούθως ἄχρι τῶν εἴκοσι τεσσάρων· καὶ διέμεινεν οὗτος ὁ μερισμὸς ἄχρι τῆς σήμερον ἡμέρας.
ἐποίησε δὲ καὶ τῆς Ληουίτιδος φυλῆς εἴκοσι μέρη καὶ τέσσαρα καὶ κληρωσαμένων κατὰ τὸν αὐτὸν ἀνέβησαν τρόπον ταῖς τῶν ἱερέων ἐφημερίσιν ἐπὶ ἡμέρας ὀκτώ. τοὺς δʼ ἀπογόνους τοὺς Μωυσέος ἐτίμησεν· ἐποίησε γὰρ αὐτοὺς φύλακας τῶν θησαυρῶν τοῦ θεοῦ καὶ τῶν ἀναθημάτων, ἃ συνέβη τοὺς βασιλεῖς ἀναθεῖναι· διέταξε δὲ πᾶσι τοῖς ἐκ τῆς Ληουίτιδος φυλῆς καὶ τοῖς ἱερεῦσι δουλεύειν κατὰ νύκτα καὶ ἡμέραν τῷ θεῷ, καθὼς αὐτοῖς ἐπέστειλε Μωυσῆς.
Μετὰ ταῦτα διεμέρισε τὴν στρατιὰν εἰς δώδεκα μοίρας σὺν ἡγεμόσι καὶ ἑκατοντάρχοις καὶ ταξιάρχαις. εἶχεν δʼ ἑκάστη τῶν μοιρῶν δισμυρίους καὶ τετρακισχιλίους, ὧν ἐκέλευσε προσεδρεύειν κατὰ τριάκονθʼ ἡμέρας ἀπὸ τῆς πρώτης ἕως τῆς ὑστάτης Σολόμωνι τῷ βασιλεῖ σὺν τοῖς χιλιάρχοις καὶ ἑκατοντάρχοις.
κατέστησε δὲ καὶ ἄρχοντα ἑκάστης μοίρας ὃν ἀγαθὸν ᾔδει καὶ δίκαιον, ἐπιτρόπους τε τῶν θησαυρῶν καὶ κωμῶν καὶ ἀγρῶν ἄλλους καὶ κτηνῶν, ὧν οὐκ ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων.
Ὡς δʼ ἕκαστα τούτων κατὰ τὸν προειρημένον διέταξε τρόπον, εἰς ἐκκλησίαν συγκαλέσας τοὺς ἄρχοντας τῶν Ἑβραίων καὶ τοὺς φυλάρχους καὶ τοὺς ἡγεμόνας τῶν διαιρέσεων καὶ τοὺς ἐπὶ πάσης πράξεως ἢ κτήσεως τοῦ βασιλέως τεταγμένους, στὰς ἐφʼ ὑψηλοτάτου βήματος ὁ βασιλεὺς ἔλεξε πρὸς τὸ πλῆθος·
ἀδελφοὶ καὶ ὁμοεθνεῖς, γινώσκειν ὑμᾶς βούλομαι, ὅτι ναὸν οἰκοδομῆσαι τῷ θεῷ διανοηθεὶς χρυσόν τε πολὺν παρεσκευασάμην καὶ ἀργύρου ταλάντων μυριάδας δέκα, ὁ δὲ θεὸς ἐκώλυσέ με διὰ τοῦ προφήτου Νάθα διά τε τοὺς ὑπὲρ ὑμῶν πολέμους καὶ τῷ φόνῳ τῶν ἐχθρῶν μεμιάνθαι τὴν δεξιάν, τὸν δὲ υἱὸν ἐκέλευσε τὸν διαδεξόμενον τὴν βασιλείαν κατασκευάσαι τὸν ναὸν αὐτῷ.
νῦν οὖν ἐπεὶ καὶ τῷ προγόνῳ ἡμῶν Ἰακώβῳ δυοκαίδεκα παίδων γενομένων ἴστε τὸν Ἰούδαν ἀποδειχθέντα βασιλέα, καὶ ἐμὲ τῶν ἀδελφῶν ἓξ ὄντων προκριθέντα καὶ τὴν ἡγεμονίαν λαβόντα παρὰ τοῦ θεοῦ καὶ μηδένα τούτων δυσχεράναντα, οὕτως ἀξιῶ κἀγὼ τοὺς ἐμαυτοῦ παῖδας μὴ στασιάζειν πρὸς ἀλλήλους Σολόμωνος τὴν βασιλείαν παρειληφότος, ἀλλʼ ἐπισταμένους ὡς ὁ θεὸς αὐτὸν ἐξελέξατο φέρειν ἡδέως αὐτὸν δεσπότην.
οὐ δεινὸν γὰρ θεοῦ θέλοντος οὐδʼ ἀλλοτρίῳ κρατοῦντι δουλεύειν, χαίρειν δʼ ἐπʼ ἀδελφῷ ταύτης τυχόντι τῆς τιμῆς προσῆκεν ὡς κοινωνοῦντας αὐτῆς. εὔχομαι δὴ τὰς ὑποσχέσεις τοῦ θεοῦ παρελθεῖν εἰς τέλος καὶ τὴν εὐδαιμονίαν ταύτην ἀνὰ πᾶσαν τὴν χώραν σπαρῆναι καὶ τὸν ἅπαντα ταύτῃ παραμεῖναι χρόνον, ἣν αὐτὸς ἐπηγγείλατο παρέξειν ἐπὶ Σολόμωνος βασιλέως.
ἔσται δὲ ταῦτα βέβαια καὶ καλὸν ἕξει πέρας, ἂν εὐσεβῆ καὶ δίκαιον αὑτὸν καὶ φύλακα τῶν πατρίων παρέχῃς νόμων, ὦ τέκνον· εἰ δὲ μή, τὰ χείρω προσδοκάτω ταῦτα παραβαίνων.
Ὁ μὲν οὖν βασιλεὺς τούτους ποιησάμενος τοὺς λόγους ἐπαύσατο, τήν τε διαγραφὴν καὶ διάταξιν τῆς οἰκοδομίας τοῦ ναοῦ πάντων ὁρώντων ἔδωκε Σολόμωνι θεμελίων καὶ οἴκων καὶ ὑπερῴων, ὅσοι τε τὸ πλῆθος καὶ πηλίκοι τὸ ὕψος καὶ εὖρος γένοιντο, ὅσα τε σκεύη χρυσᾶ καὶ ἀργυρᾶ τούτων τὸν σταθμὸν ὥρισε.
προσπαρώρμησε δὲ καὶ λόγοις αὐτόν τε πάσῃ χρήσασθαι προθυμίᾳ περὶ τὸ ἔργον καὶ τοὺς ἄρχοντας καὶ τὴν Ληουιτῶν φυλὴν συναγωνίσασθαι διά τε τὴν ἡλικίαν καὶ διὰ τὸ τὸν θεὸν ἐκεῖνον ἑλέσθαι καὶ τῆς οἰκοδομίας τοῦ ναοῦ καὶ τῆς βασιλείας προστάτην.
εὐμαρῆ δʼ αὐτοῖς καὶ οὐ σφόδρα ἐπίπονον τὴν οἰκοδομίαν ἀπέφαινεν αὐτοῦ μὲν πολλὰ τάλαντα χρυσοῦ πλείω δʼ ἀργύρου καὶ ξύλα καὶ τεκτόνων πλῆθος καὶ λατόμων ἤδη παρεσκευασμένου σμαράγδου τε καὶ πάσης ἰδέας λίθου πολυτελοῦς·
καὶ νῦν δʼ ἔτι τῆς ἰδίας ἀπαρχὴν διακονίας ἄλλα τρισχίλια τάλαντα χρυσοῦ καθαροῦ παρέξειν ἔλεγεν εἰς τὸ ἄδυτον καὶ εἰς τὸ ἅρμα τοῦ θεοῦ τοὺς Χερουβεῖς, οὓς ἐφεστάναι δεήσει τὴν κιβωτὸν καλύπτοντας. σιωπήσαντος δὲ τοῦ Δαυίδου πολλὴ καὶ τῶν ἀρχόντων καὶ τῶν ἱερέων καὶ τῆς Ληουίτιδος φυλῆς προθυμία συμβαλλομένων καὶ ποιουμένων ἐπαγγελίας λαμπρὰς καὶ μεγαλοπρεπεῖς ἐγένετο·
χρυσοῦ μὲν γὰρ ὑπέστησαν εἰσοίσειν τάλαντα πεντακισχίλια καὶ στατῆρας μυρίους, ἀργυρίου δὲ μύρια τάλαντα, καὶ σιδήρου μυριάδας ταλάντων πολλάς· καὶ εἴ τινι λίθος ἦν πολυτελὴς ἐκόμισε καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς, ὧν ἐπετρόπευεν ὁ Μωυσέος ἔκγονος Ἴαλος.
Ἐπὶ τούτοις ἥσθη τε ὁ λαὸς ἅπας καὶ Δαυίδης τὴν σπουδὴν καὶ τὴν φιλοτιμίαν τῶν ἀρχόντων καὶ ἱερέων καὶ τῶν ἄλλων ἁπάντων ὁρῶν τὸν θεὸν εὐλογεῖν ἤρξατο μεγάλῃ βοῇ πατέρα τε καὶ γένεσιν τῶν ὅλων ἀποκαλῶν καὶ δημιουργὸν ἀνθρωπίνων καὶ θείων, οἷς αὑτὸν ἐκόσμησε, προστάτην τε καὶ κηδεμόνα γένους τῶν Ἑβραίων καὶ τῆς τούτων εὐδαιμονίας ἧς τε αὐτῷ βασιλείας ἔδωκεν.
ἐπὶ τούτοις εὐξάμενος τῷ τε παντὶ λαῷ τὰ ἀγαθὰ καὶ τῷ παιδὶ Σολόμωνι διάνοιαν ὑγιῆ καὶ δικαίαν καὶ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσιν ἐρρωμένην ἐκέλευσε καὶ τὸ πλῆθος εὐλογεῖν τὸν θεόν. καὶ οἱ μὲν πεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν, εὐχαρίστησαν δὲ καὶ Δαυίδῃ περὶ πάντων ὧν αὐτοῦ τὴν βασιλείαν παραλαβόντος ἀπέλαυσαν.
τῇ δʼ ἐπιούσῃ θυσίας τῷ θεῷ παρέστησαν μόσχους χιλίους καὶ κριοὺς τοσούτους καὶ χιλίους ἀμνούς, οὓς ὡλοκαύτωσαν· ἔθυσαν δὲ καὶ τὰς εἰρηνικὰς θυσίας πολλὰς μυριάδας ἱερείων κατασφάξαντες. καὶ διʼ ὅλης τῆς ἡμέρας ἑώρτασεν ὁ βασιλεὺς σὺν παντὶ τῷ λαῷ, καὶ Σολόμωνα δεύτερον ἔχρισαν τῷ ἐλαίῳ καὶ ἀπέδειξαν αὐτὸν βασιλέα καὶ Σάδωκον ἀρχιερέα τῆς πληθύος ἁπάσης. εἴς τε τὸ βασίλειον ἀγαγόντες Σολόμωνα καὶ καθίσαντες αὐτὸν ἐπὶ θρόνου τοῦ πατρῴου ἀπʼ ἐκείνης τῆς ἡμέρας ὑπήκουον αὐτῷ.
Μετʼ ὀλίγον δὲ χρόνον ὁ Δαυίδης καταπεσὼν εἰς νόσον ὑπὸ γήρως καὶ συνειδὼς ὅτι μέλλει τελευτᾶν καλέσας τὸν υἱὸν Σολόμωνα διελέχθη πρὸς αὐτὸν τοιάδε· ἐγὼ μέν, ὦ τέκνον, εἰς τὸ χρεὼν ἤδη καὶ πατέρας τοὺς ἐμοὺς ἀπαλλάσσομαι κοινὴν ὁδὸν ἁπάντων τῶν τε νῦν ὄντων καὶ τῶν ἐσομένων πορευόμενος, ἐξ ἧς οὐκέτι οἷόν τε ἐπανελθόντα γνῶναι, τί κατὰ τὸν βίον πράττεται.
διὸ ζῶν ἔτι καὶ πρὸς αὐτῷ γεγονὼς τῷ τελευτᾶν παραινῶ σοι ταῦθʼ ἃ καὶ πρότερον ἔφθην συμβουλεύσας, δικαίῳ μὲν εἶναι πρὸς τοὺς ἀρχομένους, εὐσεβεῖ δὲ πρὸς τὸν τὴν βασιλείαν δεδωκότα θεόν, φυλάττειν δʼ αὐτοῦ τὰς ἐντολὰς καὶ τοὺς νόμους, οὓς αὐτὸς διὰ Μωυσέος κατέπεμψεν ἡμῖν, καὶ μήτε χάριτι μήτε θωπείᾳ μήτʼ ἐπιθυμίᾳ μήτε ἄλλῳ πάθει προστιθέμενον τούτων ἀμελῆσαι·
τὴν γὰρ τοῦ θείου πρὸς σαυτὸν εὔνοιαν ἀπολεῖς παραβάς τι τῶν νομίμων καὶ πρὸς ἅπαντʼ αὐτοῦ τὴν ἀγαθὴν ἀποστρέψεις πρόνοιαν· τοιοῦτον δὲ σεαυτὸν παρέχων, ὁποῖον εἶναί τε δεῖ κἀγὼ δὲ παρακαλῶ, καθέξεις ἡμῶν τὴν βασιλείαν τῷ γένει καὶ οἶκος ἄλλος Ἑβραίων οὐκ ἂν δεσπόσειεν, ἀλλʼ ἡμεῖς αὐτοὶ διὰ τοῦ παντὸς αἰῶνος.
μέμνησο δὲ καὶ τῆς Ἰωάβου τοῦ στρατηγοῦ παρανομίας ἀποκτείναντος διὰ ζηλοτυπίαν δύο στρατηγοὺς δικαίους καὶ ἀγαθούς, Ἀβεννῆρόν τε τὸν Νήρου παῖδα καὶ τὸν Ἀμασὰν υἱὸν Ἰέθρα· ὧν ὅπως ἄν σοι δόξῃ τὸν θάνατον ἐκδίκησον, ἐπεὶ καὶ κρείττων ἐμοῦ καὶ δυνατώτερος ὁ Ἰώαβος ὢν μέχρι νῦν τὴν δίκην διέφυγε.
παρατίθεμαι δέ σοι καὶ τοὺς Βερζέλου τοῦ Γαλαδίτου παῖδας, οὓς ἐν τιμῇ πάσῃ καὶ προνοίᾳ τοῦτʼ ἐμοὶ χαριζόμενος ἕξεις· οὐ προκατάρχομεν γὰρ εὐποιίας, ἀλλʼ ἀμοιβὴν ὧν ὁ πατὴρ αὐτῶν παρὰ τὴν φυγὴν ὑπῆρξέ μοι χρεολυτοῦμεν.