Book 7
α. Ὡς Δαυίδης μὲν τῆς μιᾶς φυλῆς ἐβασίλευσεν ἐν Γιβρῶνι τῇ πόλει, τοῦ δ' ἄλλου πλήθους ὁ Σαούλου παῖς.
β. ὅτι τούτου φονευθέντος ἐξ ἐπιβουλῆς φίλων ἅπασιν τὴν βασιλείαν Δαυίδης παρέλαβεν.
γ. ὡς πολιορκήσας Ἱεροσόλυμα Δαυίδης καὶ λαβὼν τὴν πόλιν ἐξέβαλε μὲν ἐξ αὐτῆς τοὺς Χαναναίους, ἐνῴκισε δὲ εἰς αὐτὴν Ἰουδαίους.
δ. ὅτι στρατεύσαντας ἐπ' αὐτὸν δὶς Παλαιστίνους ἐν Ἱεροσολύμοις ἐνίκησεν.
ε. ἡ γενομένη πρὸς Εἴρωμον τὸν Τυρίων βασιλέα καὶ Δαυίδου φιλία.
5
ϛ. ὡς τοῖς πέριξ ἔθνεσι στρατεύσας Δαυίδης καὶ χειρωσάμενος φόρον ἐπέταξεν αὑτῷ τελεῖν.
ζ. ἡ γενομένη πρὸς Δαμασκηνοὺς Δαυίδῃ μάχη καὶ νίκη.
η. πῶς ἐπὶ τοὺς Μεσοποταμίους στρατεύσας ἐκράτησεν αὐτῶν.
θ. ὅτι τῶν περὶ τὴν οἰκίαν αὐτῷ στασιασάντων ὑπὸ τοῦ παιδὸς ἐξεβλήθη τῆς ἀρχῆς εἰς τὴν πέραν τοῦ Ἰορδάνου.
ι. ὡς στρατεύσας Ἀψάλωμος ἐπὶ τὸν πατέρα Δαυίδην ἀπώλετο σὺν τῷ στρατῷ.
10
ια. πῶς εἰς τὴν βασιλείαν πάλιν κατῆλθε καὶ ζήσας εὐδαιμόνως ἔτι περιὼν Σολόμωνα τὸν υἱὸν ἀπέδειξε βασιλέα.
ιβ. τελευτὴ Δαυίδου καταλιπόντος τῷ παιδὶ πολλὴν ὕλην ἀργύρου τε καὶ χρυσοῦ καὶ λιθίας εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ.
περιέχει ἡ βίβλος χρόνον ἐτῶν τεσσαράκοντα.
Συνέβη δὲ ταύτην γενέσθαι τὴν μάχην καθʼ ἣν ἡμέραν καὶ Δαυίδης τοὺς Ἀμαληκίτας νικήσας εἰς Σίκελλαν ὑπέστρεψεν. ἤδη δὲ αὐτοῦ δύο ἡμέρας ἔχοντος ἐν τῇ Σικέλλα τῇ τρίτῃ παραγίνεται διασωθεὶς ἐκ τῆς μάχης τῆς πρὸς Παλαιστίνους ὁ τὸν Σαοῦλον ἀνελὼν τήν τε ἐσθῆτα περιερρηγμένος καὶ τὴν κεφαλὴν τέφρᾳ περιχεάμενος.
καὶ προσκυνήσας αὐτὸν πυνθανομένῳ, πόθεν ἥκοι τοιοῦτος, ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν μάχης ἔλεγε· γενέσθαι δʼ ἀτυχὲς αὐτῆς τὸ τέλος ἐδήλου πολλῶν μὲν ἀναιρεθεισῶν τοῖς Ἑβραίοις μυριάδων, πεσόντος δὲ καὶ τοῦ βασιλέως αὐτῶν Σαούλου μετὰ τῶν τέκνων·
ταῦτα δὲ σημαίνειν ἔφασκεν αὐτὸς παρατυχὼν τῇ τροπῇ τῶν Ἑβραίων καὶ τῷ βασιλεῖ πεφευγότι παρών, ὃν καὶ κτεῖναι μέλλοντα ὑπὸ τῶν πολεμίων λαμβάνεσθαι παρακληθεὶς αὐτὸς ὡμολόγει· τῇ ῥομφαίᾳ γὰρ αὐτὸν ἐπιπεσόντα διὰ τὴν τῶν τραυμάτων ὑπερβολὴν αὑτὸν ἀσθενῆσαι κατεργάσασθαι.
καὶ σύμβολα τῆς ἀναιρέσεως ἐπεδείκνυεν τόν τε περὶ τοῖς βραχίοσι χρυσὸν τοῦ βασιλέως καὶ τὸν στέφανον, ἃ περιδύσας τὸν Σαούλου νεκρὸν κομίσειεν αὐτῷ. Δαυίδης δὲ μηκέτʼ ἀπιστεῖν ἔχων ἀλλʼ ἐναργῆ τεκμήρια τοῦ Σαούλου θανάτου βλέπων καταρρηγνύει μὲν τὴν ἐσθῆτα, κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν ἑταίρων ὅλην διεκαρτέρησε τὴν ἡμέραν.
ποιεῖ δʼ αὐτῷ τὴν λύπην χαλεπωτέραν ὁ Σαούλου παῖς Ἰωνάθης πιστότατός τε ὢν φίλος αὐτῷ καὶ σωτηρίας αἴτιος γεγενημένος. τοσαύτην δʼ ἐπεδείξατο τὴν ἀρετὴν καὶ τὴν πρὸς τὸν Σαοῦλον εὔνοιαν, ὡς μὴ μόνον ἐπὶ τεθνηκότι χαλεπῶς ἐνεγκεῖν πολλάκις ὑπʼ αὐτοῦ κινδυνεύσας ἀφαιρεθῆναι τὸν βίον, ἀλλὰ καὶ τὸν ἀποκτείναντα κολάσαι.
φήσας γὰρ πρὸς αὐτὸν, ὡς αὐτὸς γένοιτο κατήγορος ἀνελὼν τὸν βασιλέα, καὶ μαθών, ὡς εἴη πατρὸς Ἀμαληκίτου γένος, ἐκέλευσεν αὐτὸν ἀπολέσθαι. ἔγραψε δὲ καὶ θρήνους καὶ ἐπιταφίους ἐπαίνους Σαούλου καὶ Ἰωνάθου, οἳ καὶ μέχρις ἐμοῦ διαμένουσιν.
Ἐπεὶ δὲ τούτοις ἐξετίμησε τὸν βασιλέα παυσάμενος τοῦ πένθους ἤρετο τὸν θεὸν διὰ τοῦ προφήτου, τίνα δίδωσιν αὐτῷ κατοικῆσαι πόλιν τῆς Ἰούδα καλουμένης φυλῆς. φήσαντος δʼ αὐτοῦ διδόναι Γιβρῶνα καταλιπὼν τὴν Σίκελλαν εἰς ἐκείνην παραγίνεται τάς τε γυναῖκας ἐπαγόμενος τὰς αὑτοῦ, δύο δὲ ἦσαν, καὶ τοὺς ὁπλίτας τοὺς σὺν αὐτῷ.
συνελθὼν δὲ πρὸς αὐτὸν πᾶς ὁ τῆς φυλῆς τῆς προειρημένης λαὸς ἀποδείκνυσιν αὐτὸν βασιλέα. ἀκούσας δʼ ὅτι τὸν Σαοῦλον καὶ τοὺς υἱοὺς αὐτοῦ θάψειαν οἱ ἐν Ἰαβησῷ τῆς Γαλααδίτιδος κατοικοῦντες, ἔπεμψε πρὸς αὐτοὺς ἐπαινῶν καὶ ἀποδεχόμενος αὐτῶν τὸ ἔργον, καὶ χάριτας ἀποδώσειν ἀντὶ τῆς πρὸς τοὺς τεθνηκότας σπουδῆς ὑπισχνούμενος, ἅμα δὲ καὶ δηλῶν ὡς ἡ Ἰούδα φυλὴ κεχειροτόνηκεν αὐτὸν βασιλέα.
Ὁ δὲ τοῦ Σαούλου μὲν ἀρχιστράτηγος Ἀβεννῆρος Νήρου δὲ παῖς ἀνὴρ δραστήριος καὶ ἀγαθὸς τὴν φύσιν, ὡς ἔγνω πεσόντα τὸν βασιλέα καὶ τὸν Ἰωνάθην καὶ τοὺς δύο τοὺς ἄλλους αὐτοῦ παῖδας, ἐπειχθεὶς εἰς τὴν παρεμβολὴν καὶ τὸν περιλειπόμενον ἐξαρπάσας υἱὸν αὐτοῦ, Ἰέβοσθος δʼ ἐκαλεῖτο, διαβιβάζει πρὸς τοὺς πέραν τοῦ Ἰορδάνου καὶ παντὸς ἀποδείκνυσι τοῦ πλήθους βασιλέα πάρεξ τῆς Ἰούδα φυλῆς.
βασίλειον δʼ ἐποίησεν αὐτῷ τὴν κατὰ μὲν τὴν ἐπιχώριον γλῶτταν Μάναλιν, κατὰ δὲ τὴν Ἑλλήνων Παρεμβολὰς λεγομένην· ὥρμησε δʼ ἐκεῖθεν Ἀβεννῆρος μετὰ στρατιᾶς ἐπιλέκτου συμβαλεῖν τοῖς ἐκ τῆς Ἰούδα φυλῆς προαιρούμενος· ὤργιστο γὰρ αὐτοῖς βασιλέα τὸν Δαυίδην κεχειροτονηκόσιν.
ἀπήντησε δʼ αὐτῷ πεμφθεὶς ὑπὸ Δαυίδου Σαρουίας μὲν παῖς, πατρὸς δὲ Σουρί, ἐκ δὲ τῆς ἀδελφῆς τῆς ἐκείνου γεγονὼς αὐτῷ Ἰώαβος ἀρχιστράτηγος ὢν αὐτοῦ, μετὰ καὶ τῶν ἀδελφῶν Ἀβεσσαίου καὶ Ἀσαήλου καὶ πάντων τῶν Δαυίδου ὁπλιτῶν. καὶ περιτυχὼν ἐπί τινος κρηνίδος ἐν Γαβαῶ πόλει παρατάσσεται πρὸς μάχην.
τοῦ δʼ Ἀβεννήρου φήσαντος πρὸς αὐτὸν βούλεσθαι μαθεῖν, πότερος αὐτῶν ἀνδρειοτέρους στρατιώτας ἔχει, συντίθεται παρʼ ἀμφοτέρων δυοκαίδεκα μαχησομένους συμβαλεῖν. προελθόντες τοίνυν εἰς τὸ μεταξὺ τῶν παρατάξεων οἱ πρὸς τὴν μάχην ὑφʼ ἑκατέρων τῶν στρατηγῶν ἐξειλεγμένοι καὶ τὰς αἰχμὰς ἐπʼ ἀλλήλους ἀφέντες σπῶνται τὰς μαχαίρας καὶ τῶν κεφαλῶν ἐλλαμβανόμενοι κατέχοντες αὑτοὺς ἔπαιον εἰς τὰς πλευρὰς καὶ τὰς λαγόνας ἀλλήλους ταῖς ῥομφαίαις, ἕως οὗ πάντες ὥσπερ ἐκ συνθήματος ἀπώλοντο.
πεσόντων δὲ τούτων συνέρρηξε καὶ ἡ λοιπὴ στρατιά, καὶ καρτερᾶς τῆς μάχης γενομένης ἡττήθησαν οἱ τοῦ Ἀβεννήρου· καὶ τραπέντας οὐκ ἀνίει διώκων Ἰώαβος, ἀλλʼ αὐτός τε ἐπέκειτο παρακελευόμενος τοὺς ὁπλίτας ἐκ ποδὸς ἕπεσθαι καὶ μὴ κάμνειν ἀναιροῦντας,
οἵ τε ἀδελφοὶ προθύμως ἠγωνίσαντο, καὶ διαφανέστερος τῶν ἄλλων μάλιστα ὁ νεώτερος Ἀσάηλος, ὃς ἐπὶ ποδῶν ὠκύτητι κλέος εἶχεν· οὐ γὰρ ἀνθρώπους ἐνίκα μόνον, ἀλλὰ καὶ ἵππῳ καταστάντα εἰς ἅμιλλαν λέγουσι παραδραμεῖν, καὶ τὸν Ἀβεννῆρον ἐδίωκεν ὑπὸ ῥύμης καὶ τῆς ἐπʼ ὀρθὸν φορᾶς εἰς οὐδέτερον ἐγκλιθεὶς τῶν μερῶν.
ἐπιστραφέντος δὲ τοῦ Ἀβεννήρου καὶ κατασοφίζεσθαι τὴν ὁρμὴν αὐτοῦ πειρωμένου καὶ ποτὲ μὲν εἰπόντος ἑνὸς τῶν αὐτοῦ στρατιωτῶν ἀφέμενος τῆς διώξεως ἀφελέσθαι τὴν πανοπλίαν, πάλιν δʼ ὡς οὐκ ἔπειθε τοῦτο ποιεῖν κατασχεῖν αὑτὸν καὶ μὴ διώκειν παραινοῦντος, μὴ κτείνας αὐτὸν ἀπολέσῃ τὴν πρὸς τὸν ἀδελφὸν αὐτοῦ παρρησίαν, οὐ προσιέμενον δὲ τοὺς λόγους, ἀλλʼ ἐπιμείναντα τὴν δίωξιν φεύγων ὡς εἶχε τὸ δόρυ πλήξας εἰς τοὐπίσω καιρίως παραχρῆμʼ ἀπέκτεινεν.
οἱ δὲ μετʼ αὐτοῦ διώκοντες τὸν Ἀβεννῆρον ὡς ἦλθον ἐπὶ τὸν τόπον, οὗ κεῖσθαι συνέβαινε τὸν Ἀσάηλον, περιστάντες τὸν νεκρὸν οὐκέτι τοὺς πολεμίους ἐδίωκον· ὁ δὲ Ἰώαβος αὐτὸς καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἀβεσσαῖος παραδραμόντες τὸ πτῶμα καὶ τῆς πλείονος ἐπὶ τὸν Ἀβεννῆρον σπουδῆς αἰτίαν τὴν ὑπὲρ τοῦ τετελευτηκότος ὀργὴν λαβόντες, ἀπίστῳ τάχει καὶ προθυμίᾳ χρώμενοι μέχρι τόπου τινός, Ὄμματον καλοῦσιν, ἐδίωξαν τὸν Ἀβεννῆρον ἤδη περὶ δυσμὰς ὄντος ἡλίου.
ἀναβὰς δʼ ἐπί τινα βουνόν, ὅς ἐστιν ἐν ἐκείνῳ τῷ τόπῳ μετὰ τῆς Βενιαμίτιδος φυλῆς, αὐτούς τε κατεσκέπτετο καὶ τὸν Ἀβεννῆρον. τούτου δὲ ἀνακεκραγότος καὶ φήσαντος, μὴ δεῖν ἄνδρας ὁμοφύλους εἰς ἔριδα καὶ μάχην παροξύνειν, ἁμαρτεῖν δὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀσάηλον, ὃς παραινοῦντος μὴ διώκειν οὐκ ἐπείσθη καὶ διὰ τοῦτο βληθεὶς ἀπέθανε, συμφρονήσας καὶ παράκλησιν ἡγησάμενος τούτους τοὺς λόγους ὁ Ἰώαβος ἀνακαλεῖ τῇ σάλπιγγι σημάνας τοὺς στρατιώτας καὶ τῆς ἐπὶ πολὺ διώξεως ἐπισχών.
καὶ οὗτος μὲν ἐπʼ ἐκείνου καταστρατοπεδεύεται τοῦ τόπου τὴν νύκτα ταύτην, Ἀβεννῆρος δὲ διʼ ὅλης αὐτῆς ὁδεύσας καὶ περαιωσάμενος τὸν Ἰόρδανον ποταμὸν ἀφικνεῖται πρὸς τὸν τοῦ Σαούλου παῖδα εἰς τὰς Παρεμβολὰς Ἰέβωσθον. τῇ δʼ ἐχομένῃ τοὺς νεκροὺς ὁ Ἰώαβος ἐξαριθμήσας ἅπαντας ἐκήδευσεν.
ἔπεσον δὲ τῶν μὲν Ἀβεννήρου στρατιωτῶν ὡς τριακόσιοι καὶ ἑξήκοντα, τῶν δὲ Δαυίδου δέκα πρὸς τοῖς ἐννέα καὶ Ἀσάηλος, οὗ τὸ σῶμα κομίσαντες ἐκεῖθεν Ἰώαβος καὶ Ἀβεσσαῖος εἰς Βηθλεέμην καὶ θάψαντες ἐν τῷ πατρῴῳ μνήματι πρὸς Δαυίδην εἰς Γιβρῶνα παρεγένοντο.
ἤρξατο μὲν οὖν ἐξ ἐκείνου τοῦ χρόνου τοῖς Ἑβραίοις ἐμφύλιος πόλεμος καὶ διέμεινεν ἄχρι πολλοῦ, τῶν μὲν μετὰ Δαυίδου κρειττόνων ἀεὶ γινομένων καὶ πλεῖον ἐν τοῖς κινδύνοις φερομένων, τοῦ δὲ Σαούλου παιδὸς καὶ τῶν ὑπηκόων αὐτοῦ κατὰ πᾶσαν σχεδὸν ἡμέραν ἐλαττουμένων.
Ἐγένοντο δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ παῖδες Δαυίδῃ τὸν ἀριθμὸν ἓξ ἐκ γυναικῶν τοσούτων, ὧν ὁ μὲν πρεσβύτατος ἐκ μητρὸς Ἀχίνας γενόμενος Ἀμνὼν ἐκλήθη, ὁ δὲ δεύτερος ἐκ γυναικὸς Ἀβιγαίας Δανίηλος, τῷ τρίτῳ δʼ ἐκ τῆς Θολομαίου θυγατρὸς Μαχάμης φύντι τοῦ Γεσσιρῶν βασιλέως Ἀψάλωμος ὄνομα, τὸν δὲ τέταρτον Ἀδωνίαν ἐκ γυναικὸς Ἀήθης προσηγόρευσε, τὸν πέμπτον δὲ Σαφατίαν τῆς Ἀβιτάλης καὶ τὸν ἕκτον Γεθερσὰν τῆς Γαλαὰδ ἐπωνόμασε.
τοῦ δʼ ἐμφυλίου πολέμου συνεστῶτος καὶ συμπιπτόντων εἰς ἔργα καὶ μάχην πυκνῶς μεθʼ ἑκατέρου τῶν βασιλέων, Ἀβεννῆρος ὁ τοῦ Σαούλου παιδὸς ἀρχιστράτηγος συνετὸς ὢν καὶ σφόδρα εὔνουν ἔχων τὸ πλῆθος πάντας συμμεῖναι τῷ Ἰεβόσθῳ παρεσκεύασε· καὶ διέμειναν ἱκανὸν χρόνον τὰ ἐκείνου φρονοῦντες.
ὕστερον δʼ ἐν ἐγκλήματι γενόμενος Ἀβεννῆρος καὶ λαβὼν αἰτίαν ὡς συνέλθοι τῇ Σαούλου παλλακῇ Ῥαισφᾶ μὲν τοὔνομα Σιβάτου δὲ θυγατρί, καὶ καταμεμφθεὶς ὑπὸ Ἰεβώσθου περιαλγήσας καὶ θυμωθείς, ὡς οὐ δικαίων τῶν παρʼ αὐτοῦ τυγχάνοι πάσῃ προνοίᾳ περὶ αὐτὸν χρώμενος, ἠπείλησε μὲν τὴν βασιλείαν εἰς Δαυίδην περιστήσειν, ἐπιδείξειν δὲ ὡς οὐχὶ διὰ τὴν ἰδίαν ῥώμην καὶ σύνεσιν ἄρχοι τῶν πέραν Ἰορδάνου, διὰ δὲ τὴν αὐτοῦ στρατηγίαν τε καὶ πίστιν.
καὶ πέμψας εἰς Γιβρῶνα παρὰ Δαυίδην λαβεῖν ὅρκους τε καὶ πίστεις ἠξίου, ἦ μὴν ἕξειν αὐτὸν ἑταῖρον καὶ φίλον ἀναπείσαντα τὸν λαὸν τοῦ Σαούλου μὲν ἀποστῆναι παιδός, αὐτὸν δὲ ἀποδείξαντα πάσης τῆς χώρας βασιλέα.
τοῦ δὲ Δαυίδου ποιησαμένου τὰς ὁμολογίας, ἥσθη γὰρ ἐφʼ οἷς Ἀβεννῆρος διεπρεσβεύσατο πρὸς αὐτόν, καὶ πρῶτον τεκμήριον παρασχεῖν τῶν συνθηκῶν ἀξιώσαντος ἀνασώσαντα πρὸς αὐτὸν Μελχάλην τὴν γυναῖκα μεγάλοις ὠνηθεῖσαν ὑπʼ αὐτοῦ κινδύνοις καὶ Παλαιστίνων κεφαλαῖς ἑξακοσίαις, ἃς ὑπὲρ αὐτῆς ἐκόμισε τῷ πατρὶ Σαούλῳ,
πέμπει μὲν αὐτῷ τὴν Μελχάλην ἀποσπάσας Ὀφελτίου τοῦ τότε συνοικοῦντος αὐτῇ, πρὸς τοῦτο καὶ Ἰεβώσθου συμπράξαντος· ἐγεγράφει γὰρ αὐτῷ Δαυίδης τὴν γυναῖκα δικαίως ἀπολαβεῖν· συγκαλέσας δὲ τοὺς γεγηρακότας τοῦ πλήθους καὶ ταξιάρχους καὶ χιλιάρχους λόγους ἐποιήσατο πρὸς αὐτούς,
ὡς ἔχοντας ἑτοίμως ἀποστῆναι μὲν Ἰεβώσθου Δαυίδῃ δὲ προσθέσθαι ταύτης ἀποστρέψειε τῆς ὁρμῆς, νῦν μέντοι γε ἐπιτρέποι χωρεῖν ᾗ βούλονται· καὶ γὰρ εἰδέναι τὸν θεὸν διὰ Σαμουήλου τοῦ προφήτου Δαυίδην χειροτονήσαντα πάντων Ἑβραίων βασιλέα, προειπεῖν δʼ ὅτι Παλαιστίνους ἐκεῖνος αὐτὸς τιμωρήσεται καὶ ποιήσει κρατήσας ὑποχειρίους.