Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

348 τὸ δὲ μηδὲν ἐν τῇ διανοίᾳ χρηστὸν προσδοκῶντας, ἀλλὰ προειδότας ὡς δεῖ θανεῖν καὶ τοῦτο παθεῖν μαχομένους εἶτα μὴ φοβηθῆναι μηδὲ καταπλαγῆναι τὸ δεινόν, ἀλλʼ ἐπʼ αὐτὸ χωρῆσαι προγινωσκόμενον, τοῦτʼ ἀνδρείου ἀληθῶς τεκμήριον ἐγὼ κρίνω.
349 Σαοῦλος τοίνυν τοῦτο ἐποίησεν ἐπιδείξας ὅτι πάντας μὲν προσήκει τῆς μετὰ τὸν θάνατον εὐφημίας γλιχομένους ταῦτα ποιεῖν, ἐξ ὧν ἂν αὑτοῖς ταύτην καταλείποιεν, μάλιστα δὲ τοὺς βασιλέας, ὡς οὐκ ἐξὸν αὐτοῖς διὰ τὸ μέγεθος τῆς ἀρχῆς οὐ μόνον οὐ κακοῖς εἶναι περὶ τοὺς ἀρχομένους, ἀλλʼ οὐδὲ μετρίως χρηστοῖς.
350 ἔτι τούτων πλείω περὶ Σαούλου καὶ τῆς εὐψυχίας λέγειν ἠδυνάμην ὕλην ἡμῖν χορηγησάσης τῆς ὑποθέσεως, ἀλλʼ ἵνα μὴ φανῶμεν ἀπειροκάλως αὐτοῦ χρῆσθαι τοῖς ἐπαίνοις, ἐπάνειμι πάλιν ἀφʼ ὧν εἰς τούτους ἐξέβην.
351 Κατεστρατοπεδευκότων γὰρ τῶν Παλαιστίνων, ὡς προεῖπον, καὶ κατὰ ἔθνη καὶ βασιλείας καὶ σατραπείας ἐξαριθμούντων τὴν δύναμιν, τελευταῖος βασιλεὺς παρῆλθεν Ἀγχοῦς μετὰ τῆς ἰδίας στρατιᾶς καὶ Δαυίδης μετὰ τῶν ἑξακοσίων ὁπλιτῶν εἵπετο.
352 θεασάμενοι δὲ αὐτὸν οἱ στρατηγοὶ τῶν Παλαιστίνων, πόθεν εἴησαν ἥκοντες οἱ Ἑβραῖοι καὶ τίνων καλεσάντων ἠρώτων τὸν βασιλέα. ὁ δὲ Δαυίδην ἔλεγεν εἶναι τὸν φυγόντα Σαοῦλον τὸν ἑαυτοῦ δεσπότην καὶ πρὸς αὐτὸν ἐλθόντα δέξασθαι, καὶ νῦν τῆς χάριτος ἀμοιβὴν ἐκτεῖσαι βουλόμενον καὶ τιμωρήσασθαι τὸν Σαοῦλον συμμαχεῖν αὐτοῖς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme