Book 6
ὁ δὲ Δαυίδης ὤμνυεν ἦ μὴν οὕτως ἔχειν, καὶ πιστεύοντʼ ἠξίου προνοεῖν αὐτοῦ μᾶλλον ἢ καταφρονοῦντʼ ἐπʼ ἀληθέσι τοῖς λόγοις τότε ἀληθὲς ὑπολαβεῖν, ὅταν ἢ θεάσηται πεφονευμένον αὐτὸν ἢ πύθηται· μηδὲν λέγειν δʼ αὐτῷ τὸν πατέρα περὶ τούτων ἔφασκεν εἰδότα τὴν πρὸς αὐτὸν φιλίαν καὶ διάθεσιν.
Λυπηθεὶς δʼ ἐφʼ ὅτῳ πιστωσάμενος τὴν τοῦ Σαούλου προαίρεσιν Ἰωνάθης οὐκ ἔπεισεν ἐπηρώτα, τίνος ἐξ αὐτοῦ βούλεται τυχεῖν. ὁ δέ οἶδα γάρ, ἔφη, πάντα σε χαρίζεσθαί μοι καὶ παρέχειν ἐθέλοντα· νουμηνία μὲν εἰς τὴν ἐπιοῦσάν ἐστιν, ἔθος δʼ ἔχω δειπνεῖν σὺν τῷ βασιλεῖ καθήμενος·
εἰ δή σοι δοκεῖ πορευθεὶς ἔξω τῆς πόλεως ἐν τῷ πεδίῳ λανθάνων διαμενῶ, σὺ δʼ ἐπιζητήσαντος αὐτοῦ λέγε πορευθῆναί με εἰς τὴν πατρίδα Βηθλέεμʼ ἑορτήν μου τῆς φυλῆς ἀγούσης προστιθεὶς ὅτι σύ μοι συγκεχώρηκας. κἂν μὲν οἷον εἰκὸς καὶ σύνηθές ἐστι λέγειν ἐπὶ φίλοις ἀποδημοῦσιν ἐπʼ ἀγαθῷ βεβάδικεν εἴπῃ, ἴσθι μηδὲν ὕπουλον παρʼ αὐτοῦ εἶναι μηδʼ ἐχθρόν· ἂν δʼ ὡς ἄλλως ἀποκρίνηται τοῦτʼ ἔσται τεκμήριον τῶν κατʼ ἐμοῦ βεβουλευμένων.
μηνύσεις δέ μοι τὴν διάνοιαν τὴν τοῦ πατρὸς οἴκτῳ τε νέμων τοῦτο καὶ φιλίᾳ, διʼ ἣν πίστεις τε παρʼ ἐμοῦ λαβεῖν ἠξίωκας αὐτός τε ἐμοὶ δοῦναι δεσπότης ὤν. εἰ δʼ εὑρίσκεις τι ἐν ἐμοὶ πονηρόν, αὐτὸς ἄνελε καὶ φθάσον τὸν πατέρα.
Πρὸς δὲ τὸ τελευταῖον δυσχεράνας τῶν λόγων Ἰωνάθης ποιήσειν ταῦτʼ ἐπηγγείλατο κἄν τι σκυθρωπὸν ὁ πατὴρ αὐτοῦ καὶ τὴν ἀπέχθειαν ἐμφανίζον ἀποκρίνηται μηνύσειν. ἵνα δʼ αὐτῷ θαρρῇ μᾶλλον, ἐξαγαγὼν αὐτὸν εἰς ὕπαιθρον καὶ καθαρὸν ἀέρα οὐδὲν παρήσειν ὑπὲρ τῆς Δαυίδου σωτηρίας ὤμνυε·
τὸν γὰρ θεόν, εἶπε, τοῦτον ὃν πολὺν ὁρᾷς καὶ πανταχοῦ κεχυμένον, καὶ πρὶν ἑρμηνεῦσαί με τοῖς λόγοις τὴν διάνοιαν ἤδη μου ταύτην εἰδότα, μάρτυρα ποιοῦμαι τῶν πρὸς σὲ συνθηκῶν, ὡς οὐκ ἀνήσω τὸν πατέρα πολλάκις αὐτοῦ τῆς προαιρέσεως διάπειραν λαμβάνων, πρὶν ἢ καταμαθεῖν ἥτις ἐστὶ καὶ παρὰ τοῖς ἀπορρήτοις αὐτοῦ τῆς ψυχῆς γενέσθαι.
καταμαθὼν δʼ οὐκ ἀποκρύψομαι, καταμηνύσω δὲ πρὸς σὲ καὶ πρᾷον ὄντα καὶ δυσμενῶς διακείμενον. οἶδε δὲ οὗτος ὁ θεός, πῶς αὐτὸν εἶναι μετὰ σοῦ διὰ παντὸς εὔχομαι· ἔστι μὲν γὰρ νῦν καὶ οὐκ ἀπολείψει σε, ποιήσει δέ σε τῶν ἐχθρῶν ἄντε ὁ πατὴρ ὁ ἐμὸς ᾖ ἄντʼ ἐγὼ κρείττονα.
σὺ μόνον μνημόνευε τούτων, κἂν ἀποθανεῖν μοι γένηται τὰ τέκνα μου σῶζε, καὶ τὴν ὑπὲρ τῶν παρόντων μοι ἀμοιβὴν εἰς ἐκεῖνα κατάθου. ταῦτʼ ἐπομόσας ἀπολύει τὸν Δαυίδην εἴς τινα τόπον ἀπελθεῖν τοῦ πεδίου φράσας, ἐν ᾧ γυμναζόμενος διατελεῖ· γνοὺς γὰρ τὰ παρὰ τοῦ πατρὸς ἥξειν πρὸς αὐτὸν ἔφησεν ἐκεῖ μόνον ἐπαγόμενος παῖδα.
καὶ τρία ἀκόντια δὲ βαλὼν ἐπὶ τὸν σκοπὸν κομίσαι τῷ παιδὶ προστάσσω τὰ ἀκόντια· κεῖσθαι γὰρ ἔμπροσθεν αὐτοῦ. καὶ ἂν ταῦτα, φησίν, ἀκούσῃς γίνωσκε μηδὲν εἶναι φαῦλον παρὰ τοῦ πατρός· ἂν δὲ τὰ ἐναντία τούτων ἀκούσῃς μου λέγοντος, καὶ τὰ ἐναντία παρὰ τοῦ βασιλέως προσδόκα.
τῆς μέντοι γε ἀσφαλείας τεύξῃ παρʼ ἐμοῦ καὶ οὐδὲν μὴ πάθῃς ἄτοπον· ὅπως δὲ μνησθῇς τούτων παρὰ τὸν τῆς εὐπραγίας καιρὸν σκόπει καὶ τοῖς υἱοῖς μου γενοῦ χρήσιμος. Δαυίδης μὲν οὖν ταύτας λαβὼν παρὰ Ἰωνάθου τὰς πίστεις εἰς τὸ συγκείμενον ἀπηλλάγη χωρίον.
Τῇ δʼ ἐχομένῃ, νεομηνία δʼ ἦν, ἁγνεύσας ὡς ἔθος εἶχεν ὁ βασιλεὺς ἧκεν ἐπὶ τὸ δεῖπνον, καὶ παρακαθεσθέντων αὐτῷ τοῦ μὲν παιδὸς Ἰωνάθου ἐκ δεξιῶν Ἀβενήρου δὲ τοῦ ἀρχιστρατήγου ἐκ τῶν ἑτέρων, ἰδὼν τὴν τοῦ Δαβίδου καθέδραν κενὴν ἡσύχασεν ὑπονοήσας οὐ καθαρεύσαντα αὐτὸν ἀπὸ συνουσίας ὑστερεῖν.
ὡς δὲ καὶ τῇ δευτέρᾳ τῆς νουμηνίας οὐ παρῆν ἐπυνθάνετο παρὰ τοῦ παιδὸς Ἰωνάθου, ὅτι καὶ τῇ παρελθούσῃ καὶ ταύτῃ τοῦ δείπνου καὶ τῆς ἑστιάσεως ὁ τοῦ Ἰεσσαίου παῖς ἀπολέλειπται. ὁ δὲ πεπορεῦσθαι κατὰ τὰς συνθήκας ἔφησεν αὐτὸν εἰς τὴν ἑαυτοῦ πατρίδα τῆς φυλῆς ἑορτὴν ἀγούσης ἐπιτρέψαντος αὐτοῦ· παρακαλέσαι μέντοι καὶ αὐτὸν ἐλθεῖν ἐπὶ τὴν θυσίαν καὶ εἰ συγχωρηθείη φησὶν ἀπέρχεσθαι· τὴν γὰρ εὔνοιάν μου τὴν πρὸς αὐτὸν ἐπίστασαι.
τότε τὴν πρὸς Δαυίδην τοῦ πατρὸς Ἰωνάθης ἐπέγνω δυσμένειαν καὶ τρανῶς τὴν ὅλην αὐτοῦ βούλησιν εἶδεν· οὐ γὰρ κατέσχε Σαοῦλος τῆς ὀργῆς, ἀλλὰ βλασφημῶν ἐξ αὐτομόλων γεγενημένον καὶ πολέμιον ἀπεκάλει καὶ κοινωνὸν τοῦ Δαυίδου καὶ συνεργὸν ἔλεγεν καὶ μήτʼ αὐτὸν αἰδεῖσθαι μήτε τὴν μητέρα αὐτοῦ ταῦτα φρονοῦντα καὶ μηδὲ βουλόμενον πεισθῆναι τοῦθʼ, ὅτι μέχρις οὗ περίεστι Δαυίδης ἐπισφαλῶς αὐτοῖς τὰ τῆς βασιλείας ἔχει. μετάπεμψαι τοιγαροῦν αὐτόν, ἔφησεν, ἵνα δῷ δίκην.
ὑποτυχόντος δʼ Ἰωνάθου, τί δʼ ἀδικοῦντα κολάσαι θέλεις; οὐκέτʼ εἰς λόγους καὶ βλασφημίας τὴν ὀργὴν ὁ Σαοῦλος ἐξήνεγκεν, ἀλλὰ ἁρπάσας τὸ δόρυ ἀνεπήδησεν ἐπʼ αὐτὸν ἀποκτεῖναι θέλων. καὶ τὸ μὲν ἔργον οὐκ ἔδρασε διακωλυθεὶς ὑπὸ τῶν φίλων, φανερὸς δʼ ἐγένετο τῷ παιδὶ μισῶν τὸν Δαυίδην καὶ διαχρήσασθαι ποθῶν, ὡς παρὰ μικρὸν διʼ ἐκεῖνον αὐτόχειρ καὶ τοῦ παιδὸς γεγονέναι.
Καὶ τότε μὲν ὁ τοῦ βασιλέως παῖς ἐκπηδήσας ἀπὸ τοῦ δείπνου καὶ μηδὲν ὑπὸ λύπης προσενέγκασθαι δυνηθείς, κλαίων αὑτὸν μὲν τοῦ παρὰ μικρὸν ἀπολέσθαι τοῦ κατακεκρίσθαι δʼ ἀποθανεῖν Δαυίδην διενυκτέρευσεν. ἅμα δὲ ἡμέρᾳ πρὸ τῆς πόλεως εἰς τὸ πεδίον ὡς γυμνασόμενος μὲν δηλώσων δὲ τῷ φίλῳ τὴν τοῦ πατρὸς διάθεσιν, ὡς συνέθετο, πρόεισι.
ποιήσας δὲ ὁ Ἰωνάθης τὰ συγκείμενα τὸν μὲν ἑπόμενον ἀπολύει εἰς τὴν πόλιν παῖδα, ἦν δʼ ἠρεμία τῷ Δαυίδῃ παρελθεῖν εἰς ὄψιν αὐτῷ καὶ λόγους. ἀναφανεὶς δʼ οὗτος πίπτει πρὸ τῶν Ἰωνάθου ποδῶν καὶ προσκυνῶν σωτῆρα αὐτοῦ τῆς ψυχῆς ἀπεκάλει.
ἀνίστησι δʼ ἀπὸ τῆς γῆς αὐτόν, καὶ περιπλακέντες ἀλλήλους μακρά τε ἠσπάζοντο καὶ δεδακρυμένα τήν τε ἡλικίαν ἀποθρηνοῦντες αὑτῶν καὶ τὴν ἐφθονημένην ἑταιρίαν καὶ τὸν μέλλοντα διαχωρισμόν, ὃς οὐδὲν αὐτοῖς ἐδόκει θανάτου διαφέρειν. μόλις δʼ ἐκ τῶν θρήνων ἀνανήψαντες καὶ μεμνῆσθαι τῶν ὅρκων ἀλλήλοις παρακελευσάμενοι διελύθησαν.
Δαυίδης δὲ φεύγων τὸν βασιλέα καὶ τὸν ἐξ αὐτοῦ θάνατον εἰς Ναβὰν παραγίνεται πόλιν πρὸς Ἀβιμέλεχον τὸν ἀρχιερέα, ὃς ἐπὶ τῷ μόνον ἥκοντα ἰδεῖν καὶ μήτε φίλον σὺν αὐτῷ μήτʼ οἰκέτην παρόντα ἐθαύμασε καὶ τὴν αἰτίαν τοῦ μηδένα εἶναι σὺν αὐτῷ μαθεῖν ἤθελεν.
ὁ δὲ πρᾶξιν ἀπόρρητον ἐπιταγῆναι παρὰ τοῦ βασιλέως ἔφησεν, εἰς ἣν συνοδίας αὐτῷ βουλομένῳ λαθεῖν οὐκ ἔδει· τοὺς μέντοι θεράποντας εἰς τόνδε μοι τὸν τόπον ἀπαντᾶν προσέταξα. ἠξίου δὲ λαβεῖν ἐφόδια· φίλου γὰρ αὐτὸν ποιήσειν ἔργον παρασχόντα καὶ πρὸς τὸ προκείμενον συλλαμβανομένου.
τυχὼν δὲ τούτων ᾔτει καὶ ὅπλον τι μετὰ χεῖρας ῥομφαίαν ἢ δοράτιον· παρῆν δὲ καὶ Σαούλου δοῦλος γένει μὲν Σύρος Δώηγος δὲ ὄνομα τὰς τοῦ βασιλέως ἡμιόνους νέμων· ὁ δʼ ἀρχιερεὺς ἔχειν μὲν αὐτὸς οὐδέν τι εἶπε τοιοῦτον, εἶναι δὲ τὴν Γολιάθου ῥομφαίαν, ἣν ἀποκτείνας τὸν Παλαιστῖνον αὐτὸς ἀναθείη τῷ θεῷ.
λαβὼν δὲ ταύτην ὁ Δαβίδης ἔξω τῆς τῶν Ἑβραίων χώρας εἰς Γίτταν διέφυγε τὴν Παλαιστίνων, ἧς Ἄγχους ἐβασίλευεν. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν τοῦ βασιλέως οἰκετῶν καὶ φανερὸς αὐτῷ γενόμενος μηνυόντων ἐκείνων, ὅτι Δαυίδης ὁ πολλὰς ἀποκτείνας Παλαιστίνων μυριάδας εἴη, δείσας μὴ πρὸς αὐτοῦ θάνῃ καὶ τὸν κίνδυνον ὃν ἐξέφυγε παρὰ Σαούλου παρʼ ἐκείνου πειράσῃ προσποιεῖται μανίαν καὶ λύσσαν, ὡς ἀφρὸν κατὰ τοῦ στόματος αὐτοῦ φερόμενον καὶ τὰ ἄλλα ὅσα συνίστησι μανίαν πίστιν παρὰ τῷ Γίττης βασιλεῖ γενέσθαι τῆς νόσου.
καὶ τοῖς οἰκέταις ὁ βασιλεὺς προσδυσχεράνας ὡς ἔκφρονα πρὸς αὐτὸν ἀγάγοιεν ἄνθρωπον ἐκέλευσε τὸν Δαυίδην ὡς τάχος ἐκβάλλειν.
Διασωθεὶς δὲ οὗτος ἐκ τῆς Γίττης εἰς τὴν Ἰούδα παραγίνεται φυλὴν καὶ ἐν τῷ πρὸς Ἀδολλάμῃ πόλει σπηλαίῳ διατρίβων πέμπει πρὸς τοὺς ἀδελφοὺς δηλῶν αὐτοῖς ἔνθα εἴη. οἱ δὲ μετὰ πάσης συγγενείας ἧκον πρὸς αὐτόν· καὶ τῶν ἄλλων δὲ ὅσοις ἢ χρεία ἦν ἢ φόβος ἐκ Σαούλου τοῦ βασιλέως συνερρύησαν πρὸς αὐτὸν καὶ ποιεῖν τὰ ἐκείνῳ δοκοῦντα ἑτοίμως ἔχειν ἔλεγον. ἐγένοντο δὲ οἱ πάντες ὡσεὶ τετρακόσιοι.
θαρρήσας δὲ ὡς καὶ χειρὸς αὐτῷ καὶ συνεργίας ἤδη γεγενημένης ἀπάρας ἐκεῖθεν ἀφικνεῖται πρὸς τὸν τῶν Μωαβιτῶν βασιλέα, καὶ τοὺς γονεῖς αὐτοῦ εἰς τὴν ἑαυτοῦ χώραν προσδεξάμενον ἕως οὗ ἐπὶ τὸ καθʼ αὑτὸν τέλος ἔχειν παρεκάλει· κατανεύσαντος δʼ αὐτοῦ τὴν χάριν καὶ πάσης τοὺς γονεῖς τοῦ Δαυίδου τιμὴς παρʼ ὃν ἐτύγχανον παρʼ αὐτῷ χρόνον
ἀξιώσαντος αὐτὸς τοῦ προφήτου κελεύσαντος αὐτὸν τὴν μὲν ἐρημίαν ἐκλιπεῖν, πορευθέντα δʼ εἰς τὴν κληρουχίαν τῆς Ἰούδα φυλῆς ἐν αὐτῇ διάγειν πείθεται καὶ παραγενόμενος εἰς Σάριν πόλιν ἐν αὐτῇ κατέμενε.
Σαοῦλος δʼ ἀκούσας ὅτι μετὰ πλήθους ὀφθείη ὁ Δαυίδης οὐκ εἰς τυχόντα θόρυβον καὶ ταραχὴν ἐνέπεσεν, ἀλλʼ εἰδὼς τὸ φρόνημα τοῦ ἀνδρὸς καὶ τὴν εὐτολμίαν οὐδὲν ἐξ αὐτοῦ μικρὸν ἀνακύψειν ἔργον ἐφʼ οὗ κλαύσεσθαι πάντως καὶ πονήσειν ὑπενόησε.
καὶ συγκαλέσας τοὺς φίλους καὶ τοὺς ἡγεμόνας καὶ τὴν φυλὴν ἐξ ἧς αὐτὸς ἦν πρὸς αὑτὸν ἐπὶ τὸν βουνὸν οὗ τὸ βασίλειον εἶχε, καὶ καθίσας ἐπʼ Ἀρούρης, τόπος ἦν τις τιμῆς, πολιτικῆς περὶ αὐτὸν οὔσης τάξεως σωματοφυλάκων λέγει πρὸς αὐτούς· ἄνδρες ὁμόφυλοι, μέμνησθε μὲν οἶδʼ ὅτι τῶν ἐμῶν εὐεργεσιῶν, ὅτι καὶ ἀγρῶν τινας ἐποίησα δεσπότας καὶ τιμῶν τῶν ἐν τῷ πλήθει καὶ τάξεων ἠξίωσα.
πυνθάνομαι τοιγαροῦν, εἰ μείζονας τούτων δωρεὰς καὶ πλείονας παρὰ τοῦ Ἰεσσαίου παιδὸς προσδοκᾶτε· οἶδα γὰρ ὅτι πάντες ἐκείνῳ προστέθεισθε τοὐμοῦ παιδὸς Ἰωνάθου αὐτοῦ τε οὕτως φρονήσαντος καὶ ὑμᾶς ταῦτα πείσαντος·
οὐ γὰρ ἀγνοῶ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς πρὸς Δαυίδην αὐτῷ γεγενημένας, οὐδʼ ὅτι σύμβουλος μὲν καὶ συνεργὸς Ἰωνάθης ἐστὶ τῶν κατʼ ἐμοῦ συντεταγμένων, μέλει δὲ ὑμῶν οὐδενὶ περὶ τούτων,
ἀλλὰ τὸ ἀποβησόμενον ἡσυχάζοντες σκοπεῖτε. σιωπήσαντος δὲ τοῦ βασιλέως ἄλλος μὲν οὐδεὶς ἀπεκρίνατο τῶν παρόντων, Δώηγος δʼ ὁ Σύρος ὁ τὰς ἡμιόνους αὐτοῦ βόσκων εἶπεν, ὡς ἴδοι τὸν Δαυίδην εἰς Ναβὰν πόλιν πρὸς Ἀβιμέλεχον ἐλθόντα τὸν ἀρχιερέα τά τε μέλλοντα παρʼ αὐτοῦ προφητεύσαντος μαθεῖν καὶ λαβόντα ἐφόδια καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθου πρὸς οὓς ἐβούλετο μετὰ ἀσφαλείας προπεμφθῆναι.
Μεταπεμψάμενος οὖν τὸν ἀρχιερέα καὶ πᾶσαν αὐτοῦ τὴν γενεὰν Σαοῦλος τί παθὼν ἐξ ἐμοῦ, εἶπε, δεινὸν καὶ ἄχαρι τὸν Ἰεσσαίου παῖδα προσεδέξω καὶ σιτίων μὲν αὐτῷ μετέδωκας καὶ ὅπλων ὄντι τῆς ἐμῆς βασιλείας ἐπιβούλῳ, τί δὲ δὴ περὶ τῶν μελλόντων ἐχρημάτιζες; οὐ γὰρ δή σε φεύγων ἐμὲ καὶ μισῶν τὸν ἐμὸν οἶκον ἐλάνθανεν.
ὁ δʼ ἀρχιερεὺς οὐκ ἐπʼ ἄρνησιν ἐτράπη τῶν γεγονότων, ἀλλὰ μετὰ παρρησίας ταῦτα παρασχεῖν ὡμολόγει οὐχὶ Δαυίδῃ χαριζόμενος, ἀλλʼ αὐτῷ· πολέμιον γὰρ σὸν οὐκ εἰδέναι ἔφασκε, πιστὸν δὲ ἐν τοῖς μάλιστα δοῦλον καὶ χιλίαρχον καὶ τὸ τούτων μεῖζον γαμβρόν τε ἤδη καὶ συγγενῆ.
ταῦτα δʼ οὐκ ἐχθροῖς παρέχειν τοὺς ἀνθρώπους, ἀλλὰ τοῖς εὐνοίᾳ καὶ τιμῇ τῇ πρὸς αὐτοὺς ἀρίστοις. προφητεῦσαι δὲ οὐ νῦν πρῶτον αὐτῷ, πολλάκις δὲ καὶ ἄλλοτε τοῦτο πεποιηκέναι· φήσαντι δὲ ὑπὸ σοῦ πεμφθῆναι κατὰ πολλὴν σπουδὴν ἐπὶ πρᾶξιν τῷ μηδὲν παρασχεῖν ὧν ἐπεζήτει σοὶ μᾶλλον ἀντιλέγειν ἢ ἐκείνῳ περὶ αὐτῶν ἐλογιζόμην.
διὸ μηδὲν πονηρὸν κατʼ ἐμοῦ φρονήσῃς μηδὲ πρὸς ἃ νῦν ἀκούεις Δαυίδην ἐγχειρεῖν πρὸς ταῦτα τὴν τότε μου δοκοῦσαν φιλανθρωπίαν ὑποπτεύσῃς· φίλῳ γὰρ καὶ γαμβρῷ σῷ καὶ χιλιάρχῳ παρέσχον, οὐ πολεμίῳ.
Ταῦτα λέγων ὁ ἀρχιερεὺς οὐκ ἔπεισε τὸν Σαοῦλον· δεινὸς γὰρ ὁ φόβος μηδʼ ἀληθεῖ πιστεύειν ἀπολογίᾳ· κελεύει δὲ τοῖς ὁπλίταις περιστᾶσιν αὐτὸν ἀποκτεῖναι. μὴ θαρρούντων δʼ ἐκείνων ἅψασθαι τοῦ ἀρχιερέως, ἀλλὰ τὸ θεῖον εὐλαβουμένων μᾶλλον ἢ τὸ παρακοῦσαι τοῦ βασιλέως, τῷ Σύρῳ Δωήγῳ προστάσσει τὸν φόνον.
καὶ παραλαβὼν ὁμοίους αὑτῷ πονηροὺς ἐκεῖνος ἀποκτείνει τὸν Ἀβιμέλεχον καὶ τὴν γενεὰν αὐτοῦ· ἦσαν δὲ πάντες ὡσεὶ πέντε καὶ τριακόσιοι. πέμψας δὲ Σαοῦλος καὶ εἰς τὴν πόλιν τῶν ἱερέων Ναβὰν πάντας τε αὐτοὺς ἀπέκτεινεν οὐ γυναικῶν οὐ νηπίων οὐδʼ ἄλλης ἡλικίας φεισάμενος, αὐτὴν δὲ ἐνέπρησε.
διασώζεται δὲ παῖς εἷς Ἀβιμελέχου Ἀβιάθαρος ὄνομα. ταῦτα μέντοι συνέβη, καθὼς προεφήτευσεν ὁ θεὸς τῷ ἀρχιερεῖ Ἠλὶ διὰ τὰς τῶν υἱῶν αὐτοῦ δύο παρανομίας εἰπὼν διαφθαρήσεσθαι τοὺς ἐγγόνους.
Σαοῦλος δὲ ὁ βασιλεὺς ὠμὸν οὕτως ἔργον διαπραξάμενος καὶ γενεὰν ὅλην ἀρχιερατικῆς ἀποσφάξας τιμῆς καὶ μήτʼ ἐπὶ νηπίοις λαβὼν οἶκτον μήτʼ ἐπὶ γέρουσιν αἰδῶ, καταβαλὼν δὲ καὶ τὴν πόλιν, ἣν πατρίδα καὶ τροφὸν τῶν ἱερέων καὶ προφητῶν αὐτόθι τὸ θεῖον ἐπελέξατο καὶ μόνην εἰς τὸ τοιούτους φέρειν ἄνδρας ἀπέδειξε, μαθεῖν ἅπασι παρέσχε καὶ κατανοῆσαι τὸν ἀνθρώπινον τρόπον,
ὅτι μέχρις οὗ μέν εἰσιν ἰδιῶταί τινες καὶ ταπεινοὶ τῷ μὴ δύνασθαι χρῆσθαι τῇ φύσει μηδὲ τολμᾶν ὅσα θέλουσιν ἐπιεικεῖς εἰσι καὶ μέτριοι καὶ μόνον διώκουσι τὸ δίκαιον, καὶ πρὸς αὐτῷ τὴν πᾶσαν εὔνοιάν τε καὶ σπουδὴν ἔχουσι τότε, καὶ περὶ τοῦ θείου πεπιστεύκασιν, ὅτι πᾶσι τοῖς γινομένοις ἐν τῷ βίῳ πάρεστι καὶ οὐ τὰ ἔργα μόνον ὁρᾷ τὰ πραττόμενα, ἀλλὰ καὶ τὰς διανοίας ἤδη σαφῶς οἶδεν, ἀφʼ ὧν μέλλει ταῦτα ἔσεσθαι·
ὅταν δὲ εἰς ἐξουσίαν παρέλθωσι καὶ δυναστείαν, τότε πάντʼ ἐκεῖνα μετεκδυσάμενοι καὶ ὥσπερ ἐπὶ σκηνῆς προσωπεῖα τὰ ἤθη καὶ τοὺς τρόπους ἀποθέμενοι μεταλαμβάνουσι τόλμαν ἀπόνοιαν καταφρόνησιν ἀνθρωπίνων τε καὶ θείων,