Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

285 τοῦ δὲ Σαούλου τὸ σπήλαιον ἐκλιπόντος προελθὼν ὁ Δαυίδης ἔκραγεν ἀκοῦσαι τὸν Σαοῦλον ἀξιῶν. ἐπιστραφέντος δὲ τοῦ βασιλέως προσκυνεῖ τε αὐτὸν πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔθος, καί φησιν· οὐ πονηροῖς, ὦ βασιλεῦ, καὶ ψευδεῖς πλάττουσι διαβολὰς παρέχοντα δεῖ τὰς ἀκοὰς χαρίζεσθαι μὲν ἐκείνοις τὸ πιστεύειν αὐτοῖς, εἰς δὲ τοὺς φιλτάτους ὑπονοίας ἔχειν, ἀλλὰ τοῖς ἔργοις σκοπεῖν τὴν ἁπάντων διάθεσιν.
286 διαβολὴ μὲν γὰρ ἀπατᾷ, σαφὴς δʼ ἀπόδειξις εὐνοίας τὰ πραττόμενα· καὶ λόγος μὲν ἐπʼ ἀμφότερα πέφυκεν ἀληθής τε καὶ ψευδής, τὰ δὲ ἔργα γυμνὴν ὑπʼ ὄψει τὴν διάνοιαν τίθησιν.
287 ἴσθι τοίνυν ἐκ τούτων καλῶς ἔχειν με πρὸς σὲ καὶ τὸν σὸν οἶκον ἐμοὶ πιστεῦσαι δεῖ, καὶ μὴ τοῖς κατηγοροῦσιν ἃ μήτε εἰς νοῦν ἐβαλόμην μήτε δύναται γενέσθαι προσθέμενον μεταδιώκειν τὴν ἐμὴν ψυχὴν καὶ μηδὲν μήθʼ ἡμέρας μήτε νυκτὸς ἔχειν διὰ φροντίδος ἢ τὴν ἐμὴν ἀναίρεσιν, ἣν ἀδίκως μεταπορεύῃ·
288 πῶς γὰρ οὐχὶ ψευδῆ περὶ ἐμοῦ δόξαν εἴληφας ὡς ἀποκτεῖναί σε θέλοντος; ἢ πῶς οὐκ ἀσεβεῖς εἰς τὸν θεὸν ἄνθρωπον τήμερον αὑτῷ τιμωρῆσαι δυνάμενον καὶ παρὰ σοῦ λαβεῖν δίκην καὶ μὴ θελήσαντα μηδὲ τῷ καιρῷ χρησάμενον, ὃν εἰ σοὶ κατʼ ἐμοῦ περιέπεσεν οὐκ ἂν αὐτὸς παρῆκας, διαχρήσασθαι ποθῶν καὶ νομίζων πολέμιον;
289 ὅτε γάρ σου τὴν πτέρυγα τοῦ ἱματίου ἀπέτεμον, τότε σου καὶ τὴν κεφαλὴν ἠδυνάμην. ἐπιδείξας δὲ τὸ ῥάκος ἰδεῖν πιστεύειν παρεῖχεν. ἀλλʼ ἐγὼ μὲν ἀπεσχόμην δικαίας ἀμύνης, φησί, σὺ δὲ μῖσος ἄδικον οὐκ αἰδῇ κατʼ ἐμοῦ τρέφων. ὁ θεὸς ταῦτα δικάσειε καὶ τὸν ἑκατέρου τρόπον ἡμῶν ἐλέγξειε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme