Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

 
ὁ δὲ Δαβίδης βαρυνόμενος ὑπὸ τῶν ὅπλων, οὐκ ἐγεγύμναστο γὰρ οὐδʼ ἐμεμαθήκει φέρειν ὅπλα, ταῦτα μέν, εἶπεν, ὦ βασιλεῦ, σὸς ἔστω κόσμος τοῦ βαστάζειν δυναμένου, συγχώρησον δὲ ὡς δούλῳ σου καὶ ὡς ἐγὼ βούλομαι μαχεσθῆναι. τίθησιν οὖν τὰ ὅπλα καὶ τὴν βακτηρίαν ἀράμενος καὶ πέντε λίθους ἐκ τοῦ χειμάρρου βαλὼν εἰς τὴν πήραν τὴν ποιμενικὴν καὶ σφενδόνην ἐν τῇ δεξιᾷ χειρὶ φέρων ἐπὶ τὸν Γολίαθον ἐπορεύετο.
 
καταφρονεῖ δὲ οὕτως ἰδὼν αὐτὸν ὁ πολέμιος ἐρχόμενον καὶ προσέσκωψεν, ὡς οὐχ οἷα πρὸς ἄνθρωπον ὅπλα νενόμισται ταῦτʼ ἔχων μέλλοι μάχεσθαι, οἷς δὲ κύνας ἀπελαύνομεν καὶ φυλασσόμεθα. μὴ αὐτὸν ἀντὶ ἀνθρώπου κύνα εἶναι δοκεῖ; ὁ δʼ οὐχὶ τοιοῦτον ἀλλὰ καὶ χείρω κυνὸς αὐτὸν νομίζειν ἀπεκρίνατο. κινεῖ δὲ πρὸς ὀργὴν τὸν Γολίαθον, καὶ ἀρὰς αὐτῷ τίθεται ἐκ τῆς προσηγορίας τοῦ θεοῦ καὶ δώσειν ἠπείλησε τὰς σάρκας αὐτοῦ τοῖς ἐπιγείοις καὶ τοῖς μεταρσίοις διασπάσασθαι·
 
ἀμείβεται δʼ αὐτὸν ὁ Δαβίδης· σὺ μὲν ἐπέρχῃ μοι ἐν ῥομφαίᾳ καὶ δόρατι καὶ θώρακι, ἐγὼ δὲ χωρῶν ἐπὶ σὲ τὸν θεὸν ὥπλισμαι, ὃς σέ τε καὶ πᾶσαν ὑμῶν στρατιὰν χερσὶ ταῖς ἡμετέραις διολέσει. καρατομήσω μὲν γάρ σε σήμερον καὶ τὸ ἄλλο σῶμα τοῖς ὁμοφύλοις κυσὶ παραβαλῶ, μαθήσονται δὲ πάντες, ὅτι προέστηκεν Ἑβραίων τὸ θεῖον καὶ ὅπλα ἡμῖν καὶ ἰσχὺς τοῦτʼ ἔστι κηδόμενον, ἡ δʼ ἄλλη παρασκευὴ καὶ δύναμις ἀνωφελὴς θεοῦ μὴ παρόντος.
 
ὁ δὲ Παλαιστῖνος ὑπὸ βάρους τῶν ὅπλων εἰς ὠκύτητα καὶ δρόμον ἐμποδιζόμενος βάδην ἐπὶ τὸν Δαβίδην παραγίνεται καταφρονῶν καὶ πεποιθὼς γυμνὸν ὁμοῦ καὶ παῖδα ἔτι τὴν ἡλικίαν ἀπόνως ἀναιρήσειν.
 
Ἀπαντᾷ δὲ ὁ νεανίσκος μετὰ συμμάχου μὴ βλεπομένου τῷ πολεμίῳ· θεὸς δʼ ἦν οὗτος. καὶ ἀνελόμενος ἐκ τῆς πήρας ὧν εἰς αὐτὴν κατέθηκεν ἐκ τοῦ χειμάρρου λίθων ἕνα καὶ ἁρμόσας τῇ σφενδόνῃ βάλλει ἐπὶ τὸν Γολίαθον εἰς τὸ μέτωπον· καὶ διῆλθεν ἕως τοῦ ἐγκεφάλου τὸ βληθέν, ὡς εὐθὺς καρωθέντα πεσεῖν τὸν Γολίαθον ἐπὶ τὴν ὄψιν.
 
δραμὼν δʼ ἐφίσταται τῷ πολεμίῳ κειμένῳ καὶ τῇ ῥομφαίᾳ τῇ ἐκείνου μάχαιραν οὐκ ἔχων αὐτὸς ἀποτέμνει τὴν κεφαλὴν αὐτοῦ.
 
πεσὼν δʼ ὁ Γολίαθος ἧττα καὶ φυγὴ γίνεται Παλαιστίνοις· τὸν γὰρ δοκιμώτατον ἰδόντες ἐρριμμένον καὶ περὶ τῶν ὅλων δείσαντες οὐκέτι μένειν διέγνωσαν, ἀλλʼ αἰσχρᾷ καὶ ἀκόσμῳ φυγῇ παραδόντες ἑαυτοὺς ἐξαρπάζειν τῶν κινδύνων ἐπειρῶντο. Σαοῦλος δὲ καὶ πᾶς ὁ τῶν Ἑβραίων στρατὸς ἀλαλάξαντες ἐκπηδῶσιν εἰς αὐτοὺς καὶ πολλοὺς ἀποσφάττοντες διώκουσιν ἄχρι τῶν Γίττης ὁρίων καὶ τῶν πυλῶν τῶν Ἀσκάλωνος.
 
καὶ θνήσκουσι μὲν τῶν Παλαιστίνων εἰς τρισμυρίους, δὶς δὲ τοσοῦτοι τραυματίαι γίνονται. Σαοῦλος δὲ ὑποστρέψας εἰς τὸ στρατόπεδον αὐτῶν διαρπάζει τὸ χαράκωμα καὶ ἐνέπρησε· τὴν κεφαλὴν δὲ Γολιάθου Δαβίδης εἰς τὴν ἰδίαν σκηνὴν ἐκόμισε καὶ τὴν ῥομφαίαν ἀνέθηκε τῷ θεῷ.
 
Φθόνον δὲ καὶ μῖσος τοῦ Σαούλου πρὸς αὐτὸν αἱ γυναῖκες ἐρεθίζουσιν· ὑπαντῶσαι γὰρ τῇ στρατιᾷ νικηφόρῳ μετὰ κυμβάλων καὶ τυμπάνων καὶ παντοίας χαρᾶς ᾖδον αἱ μὲν γυναῖκες, ὡς πολλὰς Σαοῦλος ἀπώλεσε Παλαιστίνων χιλιάδας, αἱ παρθένοι δὲ, ὡς μυριάδας Δαυίδης ἀφανίσειε.
 
τούτων δὲ ἀκούων ὁ βασιλεύς, ὡς τὸ μὲν ἔλαττον τῆς μαρτυρίας αὐτὸς λάβοι, τὸ δὲ τῶν μυριάδων πλῆθος ἀνατεθείη τῷ νεανίσκῳ, καὶ λογισάμενος μηδὲν οὕτω μετὰ λαμπρὰν εὐφημίαν ἢ τὴν βασιλείαν ὑστερεῖν αὐτῷ φοβεῖσθαι καὶ ὑποπτεύειν ἤρξατο τὸν Δαυίδην.
 
καὶ τῆς μὲν πρώτης τάξεως, ἐπεὶ τῷ δέει πλησίον αὐτοῦ καὶ λίαν ἐγγὺς ἐδόκει, ἐποίησε γὰρ αὐτὸν ὁπλοφόρον, μεταστήσας ἀποδείκνυσι χιλίαρχον δοὺς αὐτῷ χώραν ἀμείνονα μὲν ἀσφαλεστέραν δὲ ὡς ἐνόμιζεν αὑτῷ· ἐβούλετο γὰρ εἰς τοὺς πολεμίους αὐτὸν ἐκπέμπειν καὶ τὰς μάχας ὡς ἐν τοῖς κινδύνοις τεθνηξόμενον.
 
Δαυίδης δὲ πανταχοῦ τὸν θεὸν ἐπαγόμενος ὅποι ποτʼ ἀφίκοιτο κατώρθου καὶ διευπραγῶν ἐδείκνυτο, ὡς διʼ ὑπερβολὴν τῆς ἀνδρείας τόν τε λαὸν αὐτοῦ καὶ τὴν Σαούλου θυγατέρα παρθένον ἔτι οὖσαν λαβεῖν ἔρωτα καὶ τοῦ πάθους ὑπερκρατοῦντος γενέσθαι φανερὰν καὶ διαβληθῆναι πρὸς τὸν πατέρα.
 
ὁ δʼ ὡς ἀφορμῇ χρησάμενος τῆς ἐπὶ Δαυίδην ἐπιβουλῆς ἡδέως ἤκουσε καὶ δώσειν προθύμως αὐτῷ τὴν παρθένον πρὸς τοὺς τὸν ἔρωτα μηνύσαντας αὐτῆς ἔφη γενησόμενον ἀπωλείας καὶ κινδύνων αἴτιον αὐτῷ ληψομένῳ· κατεγγυῶ γὰρ, εἶπεν, αὐτῷ τὸν τῆς θυγατρός μου γάμον, ἂν ἑξακοσίας μοι κομίσῃ κεφαλὰς τῶν πολεμίων.
 
ὁ δὲ καὶ γέρως οὕτω λαμπροῦ προτεθέντος καὶ βουλόμενος ἐπʼ ἔργῳ παραβόλῳ καὶ ἀπίστῳ λαβεῖν κλέος ὁρμήσει μὲν ἐπὶ τὴν πρᾶξιν, διαφθαρήσεται δὲ ὑπὸ τῶν Παλαιστίνων καὶ χωρήσει μοι τὰ κατʼ αὐτὸν εὐπρεπῶς· ἀπαλλαγήσομαι γὰρ αὐτοῦ διʼ ἄλλων αὐτὸν ἀλλʼ οὐχὶ διʼ ἐμαυτοῦ κτείνας.
 
διάπειραν δὴ τῆς τοῦ Δαυίδου διανοίας κελεύει τοὺς οἰκέτας λαμβάνειν, πῶς ἔχει πρὸς τὸ γῆμαι τὴν κόρην. οἱ δʼ ἤρξαντο διαλέγεσθαι πρὸς αὐτόν, ὅτι στέργει μὲν αὐτὸν ὁ βασιλεὺς Σαοῦλος καὶ ὁ λαὸς ἅπας, βούλεται δʼ αὐτῷ κηδεῦσαι τὴν θυγατέρα.
 
ὁ δὲ μικρὸν ἄρʼ ὑμῖν, εἶπε, δοκεῖ γαμβρὸν γενέσθαι βασιλέως· ἐμοὶ δʼ οὐχὶ τοιοῦτον φαίνεται καὶ μάλιστα ὄντι ταπεινῷ καὶ δόξης καὶ τιμῆς ἀμοίρῳ. Σαοῦλος δὲ ἀγγειλάντων αὐτῷ τῶν οἰκετῶν τὰς τοῦ Δαυίδου ἀποκρίσεις οὐ χρημάτων, ἔφη, δεῖσθαί με φράζετε αὐτῷ οὐδὲ ἔδνων, ἀπεμπολᾶν γὰρ ἔστιν οὕτως τὴν θυγατέρα μᾶλλον ἢ συνοικίζειν, γαμβροῦ δὲ ἀνδρείαν ἔχοντος καὶ τὴν ἄλλην ἀρετὴν ἅπασαν, ἣν ὁρᾶν ὑπάρχουσαν αὐτῷ.
 
βούλεσθαι δή με παρʼ αὐτοῦ λαβεῖν ἀντὶ τοῦ γάμου τῆς θυγατρὸς οὐ χρυσὸν οὐδʼ ἄργυρον οὐδʼ ὅπως ταῦτα ἐκ τῶν τοῦ πατρὸς οἰκιῶν κομίσῃ, Παλαιστίνων δὲ τιμωρίαν καὶ κεφαλὰς αὐτῶν ἑξακοσίας.
 
αὐτῷ τε γὰρ ἐμοὶ τούτων οὐδὲν ἂν οὔτε ποθεινότερον οὔτε λαμπρότερον οὔτε προτιμότερον δῶρον γένοιτο, τῇ τε παιδί μου πολὺ τῶν νενομισμένων ἔδνων ζηλωτότερον τὸ συνοικεῖν ἀνδρὶ τοιούτῳ καὶ μαρτυρουμένῳ τὴν τῶν πολεμίων ἧτταν.
 
Κομισθέντων δὲ τούτων πρὸς τὸν Δαυίδην τῶν λόγων ἡσθεὶς τὸν Σαοῦλον ἐσπουδακέναι νομίζων αὐτοῦ περὶ τὴν συγγένειαν, οὐδὲ βουλεύσασθαι περιμείνας οὐδʼ εἰ δυνατὸν ἢ δύσκολόν ἐστι τὸ προκείμενον ἔργον τῷ λογισμῷ περινοήσας ὥρμησεν εὐθὺς μετὰ τῆς ἑταιρίας ἐπὶ τοὺς πολεμίους καὶ τὴν ὑπὲρ τοῦ γάμου κατηγγελμένην πρᾶξιν καί, θεὸς γὰρ ἦν ὁ πάντα ποιῶν εὐμαρῆ καὶ δυνατὰ τῷ Δαυΐδῃ, κτείνας πολλοὺς καὶ κεφαλὰς ἑξακοσίων ἀποτεμὼν ἧκε πρὸς τὸν βασιλέα διὰ τῆς τούτων ἐπιδείξεως τὸν ἀντὶ τούτων γάμον ἀπαιτῶν.
 
Σαοῦλος δὲ οὐκ ἔχων ἀναφυγεῖν ἐκ τῶν ὑπεσχημένων, αἰσχρὸν γὰρ ὑπελάμβανεν ἢ ψεύσασθαι δοκεῖν ἢ διʼ ἐπιβουλὴν ἵνʼ ὡς ἀδυνάτοις ἐπιχειρῶν ὁ Δαυίδης ἀποθάνῃ τὸν γάμον ἐπηγγέλθαι, δίδωσιν αὐτῷ τὴν θυγατέρα Μελχὰν ὀνόματι.
 
Ἔμελλε δὲ οὐκ ἐπὶ πολὺ τοῖς γεγενημένοις ἐμμένειν Σαοῦλος ἄρα· ὁρῶν γὰρ τὸν Δαυίδην παρὰ τῷ θεῷ καὶ παρὰ τοῖς ὄχλοις εὐδοκιμοῦντα κατέδεισε, καὶ τὸν φόβον οὐκ ἔχων ἀποκρύψασθαι περὶ μεγάλων ὄντα βασιλείας τε καὶ ζωῆς, ὧν καὶ θατέρου στερηθῆναι συμφορὰ δεινή, κτείνειν τὸν Δαυίδην διεγνώκει καὶ προστάσσει τὴν ἀναίρεσιν αὐτοῦ Ἰωνάθῃ τῷ παιδὶ καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν.
 
ὁ δὲ τὸν πατέρα τῆς ἐπὶ τῷ Δαυίδῃ μεταβολῆς θαυμάσας οὐκ ἐπὶ μετρίοις ἀπὸ τῆς πολλῆς εὐνοίας ἀλλʼ ἐπὶ θανάτῳ γενομένης, καὶ τὸν νεανίσκον ἀγαπῶν καὶ τὴν ἀρετὴν αὐτοῦ καταιδούμενος λέγει πρὸς αὐτὸν τὸ τοῦ πατρὸς ἀπόρρητον καὶ τὴν προαίρεσιν.
 
συμβουλεύει μέντοι φυλάσσεσθαι γενόμενον ἐκποδὼν τὴν ἐπιοῦσαν ἡμέραν· αὐτὸς γὰρ ἀσπάσεσθαι τὸν πατέρα καὶ καιροῦ παραφανέντος αὐτῷ διαλεχθήσεσθαι περὶ αὐτοῦ καὶ τὴν αἰτίαν μαθήσεσθαι καὶ ταύτην ἐκφαυλίσειν,
 
ὡς οὐ δεῖν ἐπʼ αὐτῇ κτείνειν τοσαῦτα μὲν ἀγαθὰ τὸ πλῆθος ἐργασάμενον εὐεργέτην δʼ αὐτοῦ γεγενημένον, διʼ ἃ καὶ συγγνώμην ἂν ἐπὶ τοῖς μεγίστοις ἁμαρτήμασιν εἰκότως εὕρατο. δηλώσω δέ σοι τὴν τοῦ πατρὸς γνώμην. Δαυίδης δὲ πεισθεὶς συμβουλίᾳ χρηστῇ ὑπεξίσταται τῆς τοῦ βασιλέως ὄψεως.
 
Τῇ δʼ ἐπιούσῃ πρὸς τὸν Σαοῦλον Ἰωνάθης ἐλθὼν ὡς ἱλαρόν τε καὶ χαίροντα κατέλαβεν ἤρξατο λόγους αὐτῷ περὶ τοῦ Δαυίδου προσφέρειν· τί καταγνοὺς αὐτοῦ μικρὸν ἢ μεῖζον ἀδίκημα, πάτερ, προσέταξας ἀνελεῖν ἄνδρα μέγα μὲν αὐτῷ πρὸς σωτηρίαν ὄφελος γεγενημένον, μεῖζον δὲ πρὸς τὴν Παλαιστίνων τιμωρίαν,
 
ὕβρεως δὲ καὶ χλεύης ἀπαλλάξαντα τὸν Ἑβραίων λαὸν ἣν ἐπὶ τεσσαράκοντα ἡμέρας ὑπέμεινε μόνος τολμῶν ὑποστῆναι τὴν τοῦ πολεμίου πρόκλησιν, καὶ μετὰ ταῦτα κομίσαντα μὲν ὅσας ἐπετάχθη κεφαλὰς τῶν ἐχθρῶν, λαβόντα δʼ ἐπὶ τούτῳ γέρας τὴν ἐμὴν ἀδελφὴν πρὸς γάμον, ὡς ἂν ἀλγεινὸς αὐτοῦ γένοιθʼ ἡμῖν ὁ θάνατος οὐ διὰ τὴν ἀρετὴν μόνον, ἀλλὰ καὶ διὰ τὴν συγγένειαν· συναδικεῖται γὰρ αὐτοῦ τῷ θανάτῳ καὶ ἡ σὴ θυγάτηρ χηρείαν πρὶν ἢ τῆς συμβιώσεως εἰς ὄνησιν ἐλθεῖν μέλλουσα πειράζειν.
 
ταῦτα λογισάμενος μεταβαλοῦ πρὸς τὸ ἡμερώτερον καὶ μηδὲν ποιήσῃς κακὸν ἄνδρα πρῶτον μὲν εὐεργεσίαν εὐεργετήσαντα μεγάλην τὴν σὴν σωτηρίαν, ὅτε σοι τοῦ πονηροῦ πνεύματος καὶ τῶν δαιμονίων ἐγκαθεζομένων τὰ μὲν ἐξέβαλεν, εἰρήνην δὲ ἀπʼ αὐτῶν τῇ ψυχῇ σου παρέσχεν, δεύτερον δὲ τὴν ἀπὸ τῶν πολεμίων ἐκδικίαν· αἰσχρὸν γὰρ τούτων ἐπιλελῆσθαι.
 
τούτοις παρηγορεῖται τοῖς λόγοις Σαοῦλος καὶ μηδὲν ἀδικήσειν τὸν Δαυίδην ὄμνυσι τῷ παιδί· κρείττων γὰρ ὀργῆς καὶ φόβου δίκαιος λόγος. Ἰωνάθης δὲ μεταπεμψάμενος τὸν Δαυίδην σημαίνει τε αὐτῷ χρηστὰ καὶ σωτήρια τὰ παρὰ τοῦ πατρὸς ἄγει τε πρὸς αὐτόν, καὶ παρέμεινε τῷ βασιλεῖ Δαυίδης ὥσπερ ἔμπροσθεν.
 
Κατὰ δὲ τοῦτον τὸν καιρὸν τῶν Παλαιστίνων στρατευσαμένων πάλιν ἐπὶ τοὺς Ἑβραίους πέμπει μετὰ στρατιᾶς τὸν Δαυίδην πολεμήσοντα τοῖς Παλαιστίνοις, καὶ συμβαλὼν πολλοὺς αὐτῶν ἀπέκτεινε καὶ νικήσας ἐπάνεισι πρὸς τὸν βασιλέα. προσδέχεται δʼ αὐτὸν ὁ Σαοῦλος οὐχ ὡς ἤλπισεν ἀπὸ τοῦ κατορθώματος, ἀλλʼ ὑπὸ τῆς εὐπραγίας αὐτοῦ λυπηθεὶς ὡς ἐπισφαλέστερος αὐτὸς ἐκ τῶν ἐκείνου πράξεων γενόμενος.
 
ἐπεὶ δὲ πάλιν αὐτὸν προσελθὸν τὸ δαιμόνιον ἐθορύβει πνεῦμα καὶ συνετάραττε, καλέσας εἰς τὸ δωμάτιον ἐν ᾧ κατέκειτο κατέχων τὸ δόρυ προσέταξε τῷ ψαλμῷ καὶ τοῖς ὕμνοις ἐξᾴδειν αὐτόν. ἐκείνου δὲ τὰ κελευσθέντα ποιοῦντος διατεινάμενος ἀκοντίζει τὸ δόρυ· καὶ τὸ μὲν προϊδόμενος ὁ Δαυίδης ἐξέκλινε, φεύγει δὲ εἰς τὸν οἶκον τὸν αὑτοῦ καὶ διʼ ὅλης ἔμεινεν ἡμέρας αὐτόθι.
 
Νυκτὸς δὲ πέμψας ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν ἄχρι τῆς ἕω φυλάττεσθαι μὴ καὶ λάθῃ παντελῶς ἀφανὴς γενόμενος, ἵνα παραγενόμενος εἰς τὸ δικαστήριον καὶ κρίσει παραδοὺς ἀποκτείνῃ. Μελχὰ δὲ ἡ γυνὴ Δαυίδου θυγάτηρ δὲ τοῦ βασιλέως τὴν τοῦ πατρὸς μαθοῦσα διάνοιαν τῷ ἀνδρὶ παρίσταται δειλὰς ἔχουσα τὰς περὶ αὐτοῦ ἐλπίδας καὶ περὶ τῆς ἰδίας ψυχῆς ἀγωνιῶσα· οὐδὲ γὰρ αὑτὴν ζῆν ὑπομενεῖν ἐκείνου στερηθεῖσαν.
 
καί μή σε, φησίν, ὁ ἥλιος ἐνταυθοῖ καταλάβῃ· οὐ γὰρ ἔτʼ ὄψεταί σε. φεῦγε δʼ ἕως τοῦτό σοι δύναται παρασχεῖν ἡ παροῦσα νύξ· καὶ ποιήσει δέ σοι ταύτην ὁ θεὸς μακροτέραν· ἴσθι γὰρ σαυτὸν ἂν εὑρεθῇς ὑπὸ τοῦ πατρὸς ἀπολούμενον. καὶ καθιμήσασα διὰ θυρίδος αὐτὸν ἐξέσωσεν·
 
ἔπειτα σκευάσασα τὴν κλίνην ὡς ἐπὶ νοσοῦντι καὶ ὑποθεῖσα τοῖς ἐπιβολαίοις ἧπαρ αἰγός, ἅμʼ ἡμέρᾳ τοῦ πατρὸς ὡς αὐτὴν πέμψαντος ἐπὶ τὸν Δαυίδην ὠχλῆσθαι διὰ τῆς νυκτὸς εἶπε τοῖς παροῦσιν ἐπιδείξασα τὴν κλίνην κατακεκαλυμμένην καὶ τῷ πηδήματι τοῦ ἥπατος σαλεύοντι τὴν ἐπιβολὴν πιστωσαμένη τὸ κατακείμενον τὸν Δαυίδην ἀσθμαίνειν.
 
ἀπαγγειλάντων δὲ τῶν πεμφθέντων, ὅτι γένοιτο διὰ τῆς νυκτὸς ἀσθενέστερος, ἐκέλευσεν οὕτως ἔχοντα κομισθῆναι· βούλεσθαι γὰρ αὐτὸν ἀνελεῖν. ἐλθόντες δὲ καὶ ἀνακαλύψαντες τὴν κλίνην καὶ τὸ σόφισμα τῆς γυναικὸς εὑρόντες ἀπήγγειλαν τῷ βασιλεῖ.
 
μεμφομένου δὲ τοῦ πατρὸς αὐτήν, ὅτι σώσειε μὲν τὸν ἐχθρὸν αὐτοῦ κατασοφίσαιτο δʼ αὐτόν, ἀπολογίαν σκήπτεται πιθανήν· ἀπειλήσαντα γὰρ αὐτὴν ἀποκτείνειν ἔφησε τυχεῖν ἐκ τοῦ δέους τῆς πρὸς τὸ σωθῆναι συνεργίας· ὑπὲρ ἧς συγγνῶναι καλῶς ἔχειν αὐτῇ κατʼ ἀνάγκην ἀλλὰ μὴ κατὰ προαίρεσιν γενομένης· οὐ γὰρ οὕτως, ἔλεγεν, οἶμαι τὸν ἐχθρὸν ἐζήτεις ἀποθανεῖν, ὡς ἐμὲ σώζεσθαι. καὶ συγγινώσκει δὲ τῇ κόρῃ Σαοῦλος.
 
ὁ δὲ Δαυίδης ἐκφυγὼν τὸν κίνδυνον ἧκε πρὸς τὸν προφήτην Σαμουῆλον εἰς Ἀραμαθὰ καὶ τὴν ἐπιβουλὴν αὐτῷ τὴν τοῦ βασιλέως ἐδήλωσε καὶ ὡς παρὰ μικρὸν ὑπʼ αὐτοῦ τῷ δόρατι βληθεὶς ἀποθάνοι, μήτʼ ἐν τοῖς πρὸς αὐτὸν κακὸς γενόμενος μήτʼ ἐν τοῖς πρὸς τοὺς πολεμίους ἀγῶσιν ἄνανδρος, ἀλλʼ ἐν ἅπασι μετὰ τοῦ θυμοῦ καὶ ἐπιτυχής. τοῦτο δʼ ἦν αἴτιον Σαούλῳ τῆς πρὸς Δαυίδην ἀπεχθείας.
 
Μαθὼν δʼ ὁ προφήτης τὴν τοῦ βασιλέως ἀδικίαν καταλείπει μὲν τὴν πόλιν Ἀραμαθάν, ἀγαγὼν δὲ τὸν Δαυίδην ἐπί τινα τόπον Γαλβουὰθ ὄνομα ἐκεῖ διέτριβε σὺν αὐτῷ. ὡς δʼ ἀπηγγέλη τῷ Σαούλῳ παρὰ τῷ προφήτῃ τυγχάνων ὁ Δαυίδης πέμψας ὁπλίτας πρὸς αὑτὸν ἄγειν προσέταξε συλλαμβάνοντας.
 
οἱ δʼ ἐλθόντες πρὸς τὸν Σαμουῆλον καὶ καταλαβόντες προφητῶν ἐκκλησίαν τοῦ θείου μεταλαμβάνουσι πνεύματος καὶ προφητεύειν ἤρξαντο· Σαοῦλος δʼ ἀκούσας ἄλλους ἔπεμψεν ἐπὶ τὸν Δαυίδην· κἀκείνων ταὐτὸ τοῖς πρώτοις παθόντων πάλιν ἀπέστειλεν ἑτέρους· προφητευόντων δὲ καὶ τῶν τρίτων τελευταῖον ὀργισθεὶς αὐτὸς ἐξώρμησεν.
 
ἐπεὶ δʼ ἐγγὺς ἦν ἤδη, Σαμουῆλος πρὶν ἰδεῖν αὐτὸν προφητεύειν ἐποίησεν. ἐλθὼν δὲ πρὸς αὐτὸν Σαοῦλος ὑπὸ τοῦ πολλοῦ πνεύματος ἐλαυνόμενος ἔκφρων γίνεται καὶ τὴν ἐσθῆτα περιδύσας ἑαυτὸν καταπεσὼν ἔκειτο διʼ ὅλης ἡμέρας τε καὶ νυκτὸς Σαμουήλου τε καὶ Δαυίδου βλεπόντων.
 
Ἰωνάθης δὲ ὁ Σαούλου παῖς ἀφικομένου πρὸς αὐτὸν ἐκεῖθεν Δαυίδου καὶ περὶ τῆς τοῦ πατρὸς ἀποδυρομένου ἐπιβουλῆς καὶ λέγοντος, ὡς οὐδὲν ἀδικήσας οὔτʼ ἐξαμαρτὼν σπουδάζοιτο ὑπὸ τοῦ πατρὸς αὐτοῦ φονευθῆναι, μήθʼ ἑαυτῷ τοῦθʼ ὑπονοοῦντι πιστεύειν παρεκάλει μήτε τοῖς διαβάλλουσιν, εἴ τινες ἄρα εἰσὶν οἱ τοῦτο πράττοντες, ἀλλʼ αὐτῷ προσέχειν καὶ θαρρεῖν· μηδὲν γὰρ τοιοῦτον ἐπʼ αὐτῷ φρονεῖν τὸν πατέρα· φράσαι γὰρ ἂν αὐτῷ περὶ τούτου καὶ σύμβουλον παραλαβεῖν τῇ κοινῇ γνώμῃ καὶ τἆλλα πράττοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme