Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

236 ὡς δὲ καὶ τῇ δευτέρᾳ τῆς νουμηνίας οὐ παρῆν ἐπυνθάνετο παρὰ τοῦ παιδὸς Ἰωνάθου, ὅτι καὶ τῇ παρελθούσῃ καὶ ταύτῃ τοῦ δείπνου καὶ τῆς ἑστιάσεως ὁ τοῦ Ἰεσσαίου παῖς ἀπολέλειπται. ὁ δὲ πεπορεῦσθαι κατὰ τὰς συνθήκας ἔφησεν αὐτὸν εἰς τὴν ἑαυτοῦ πατρίδα τῆς φυλῆς ἑορτὴν ἀγούσης ἐπιτρέψαντος αὐτοῦ· παρακαλέσαι μέντοι καὶ αὐτὸν ἐλθεῖν ἐπὶ τὴν θυσίαν καὶ εἰ συγχωρηθείη φησὶν ἀπέρχεσθαι· τὴν γὰρ εὔνοιάν μου τὴν πρὸς αὐτὸν ἐπίστασαι.
237 τότε τὴν πρὸς Δαυίδην τοῦ πατρὸς Ἰωνάθης ἐπέγνω δυσμένειαν καὶ τρανῶς τὴν ὅλην αὐτοῦ βούλησιν εἶδεν· οὐ γὰρ κατέσχε Σαοῦλος τῆς ὀργῆς, ἀλλὰ βλασφημῶν ἐξ αὐτομόλων γεγενημένον καὶ πολέμιον ἀπεκάλει καὶ κοινωνὸν τοῦ Δαυίδου καὶ συνεργὸν ἔλεγεν καὶ μήτʼ αὐτὸν αἰδεῖσθαι μήτε τὴν μητέρα αὐτοῦ ταῦτα φρονοῦντα καὶ μηδὲ βουλόμενον πεισθῆναι τοῦθʼ, ὅτι μέχρις οὗ περίεστι Δαυίδης ἐπισφαλῶς αὐτοῖς τὰ τῆς βασιλείας ἔχει. μετάπεμψαι τοιγαροῦν αὐτόν, ἔφησεν, ἵνα δῷ δίκην.
238 ὑποτυχόντος δʼ Ἰωνάθου, τί δʼ ἀδικοῦντα κολάσαι θέλεις; οὐκέτʼ εἰς λόγους καὶ βλασφημίας τὴν ὀργὴν ὁ Σαοῦλος ἐξήνεγκεν, ἀλλὰ ἁρπάσας τὸ δόρυ ἀνεπήδησεν ἐπʼ αὐτὸν ἀποκτεῖναι θέλων. καὶ τὸ μὲν ἔργον οὐκ ἔδρασε διακωλυθεὶς ὑπὸ τῶν φίλων, φανερὸς δʼ ἐγένετο τῷ παιδὶ μισῶν τὸν Δαυίδην καὶ διαχρήσασθαι ποθῶν, ὡς παρὰ μικρὸν διʼ ἐκεῖνον αὐτόχειρ καὶ τοῦ παιδὸς γεγονέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme