Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

 
ὡς οὖν ἀπεῖπεν ὁ θεὸς τῇ τοῦ προφήτου δεήσει καὶ δῆλος ἦν μεταμελόμενος, ἅμʼ ἡμέρᾳ Σαμουῆλος εἰς Γάλγαλα παραγίνεται πρὸς Σαοῦλον· θεασάμενος δʼ αὐτὸν ὁ βασιλεὺς προστρέχει καὶ κατασπασάμενος τῷ θεῷ, φησίν, εὐχαριστῶ δόντι μοι τὴν νίκην, ἅπαντα μέντοι γε τὰ κελευσθέντα ὑπʼ αὐτοῦ πέπρακται.
 
Σαμουῆλος δὲ πρὸς τοῦθʼ ὑπολαβὼν πόθεν οὖν ἀκούω θρεμμάτων, εἶπε, καὶ ὑποζυγίων βοῆς ἐν τῷ στρατοπέδῳ; ὁ δὲ τὸν λαὸν ταῦτʼ εἰς θυσίας ἀπεκρίνατο τετηρηκέναι· τὸ μέντοι γε τῶν Ἀμαληκιτῶν γένος πᾶν ἐξηφανίσθαι κατὰ τὴν ἐντολὴν καὶ περιλείπεσθαι ἄλλον μηδένα, πρὸς δʼ αὐτὸν ἀγαγεῖν μόνον τηρήσαντα αὐτῶν τὸν βασιλέα, περὶ οὗ τί δεῖ ποιεῖν βουλεύσεσθαι πρὸς ἀλλήλους ἔφασκεν.
 
ὁ δὲ προφήτης οὐχὶ θυσίαις ἔλεγεν ἥδεσθαι τὸ θεῖον, ἀλλὰ τοῖς ἀγαθοῖς καὶ δικαίοις. οὗτοι δέ εἰσιν οἱ τῇ βουλήσει καὶ ταῖς ἐντολαῖς αὐτοῦ κατακολουθοῦντες καὶ μηδὲν ἄλλο πραχθήσεσθαι καλῶς ὑφʼ ἑαυτῶν νομίζοντες ἢ ὅτι ἂν ποιήσωσι τοῦ θεοῦ κεκελευκότος· καταφρονεῖσθαι γὰρ οὐχ ὅταν αὐτῷ μὴ θύῃ τις, ἀλλʼ ὅταν ἀπειθεῖν δοκῇ.
 
παρὰ δὲ τῶν οὐχ ὑποτασσομένων οὐδʼ ἀληθῆ καὶ μόνην τῷ θεῷ κεχαρισμένην θρησκευόντων θρησκείαν, οὔτʼ ἂν πολλὰ καὶ πιμελῆ καταθύσωσιν ἱερεῖα, οὔτʼ ἂν κόσμον ἀναθημάτων ἐξ ἀργύρου καὶ χρυσοῦ πεποιημένων προσφέρωσι, δέχεται ταῦτʼ εὐμενῶς, ἀλλʼ ἀποστρέφεται καὶ δείγματα τῆς πονηρίας οὐκ εὐσέβειαν ἡγεῖται.
 
τοῖς δʼ ἓν καὶ μόνον τοῦθʼ ὅτι περ ἂν φθέγξηται καὶ κελεύσῃ ὁ θεὸς διὰ μνήμης ἔχουσι καὶ τεθνάναι μᾶλλον ἢ παραβῆναί τι τούτων αἱρουμένοις ἐπιτέρπεται, καὶ οὔτε θυσίαν ἐπιζητεῖ παρʼ αὐτῶν καὶ παρὰ θυόντων δὲ, κἂν ᾖ λιτά, τῆς πενίας ἥδιον τὴν τιμὴν ἢ παρὰ τῶν πλουσιωτάτων δεξιοῦται.
 
σὺ τοίνυν ἴσθι σαυτὸν διʼ ὀργῆς ὄντα τῷ θεῷ· κατεφρόνησας γὰρ καὶ κατημέλησας ὧν ἐπέστειλε. πῶς οὖν οἴει τὴν θυσίαν ἂν αὐτὸν προσβλέπειν ἐξ ὧν κατέκρινεν ἀπολέσθαι γινομένην; πλὴν εἰ μὴ νομίζεις ὅμοιον ὄλεθρον τὸ θύεσθαι ταῦτα τῷ θεῷ. προσδόκα τοίνυν τὴν βασιλείαν ἀφαιρεθησόμενος καὶ τὴν ἐξουσίαν, ἀφʼ ἧς ὁρμώμενος τοῦ παρασχόντος σοι θεοῦ ταύτην ἠμέλησας.
 
Σαοῦλος δὲ ἀδικεῖν ὡμολόγει καὶ τὴν ἁμαρτίαν οὐκ ἠρνεῖτο· παραβῆναι γὰρ τὰς ἐντολὰς τοῦ προφήτου· κατὰ μέντοι γε δέος καὶ τὸν ἀπὸ τῶν στρατιωτῶν φόβον μὴ κωλῦσαι διαρπάζοντας αὐτοὺς τὴν λείαν μηδʼ ἐπισχεῖν. ἀλλὰ συγγίνωσκε καὶ πρᾷος ἴσθι· φυλάξεσθαι γὰρ εἰς τοὐπιὸν ἁμαρτεῖν, παρεκάλει δὲ τὸν προφήτην ὑποστρέψαντα θυσίας χαριστηρίους ἐπιτελέσαι τῷ θεῷ· ὁ δὲ, οὐ γὰρ ἑώρα τὸν θεὸν διαλλαττόμενον, ἀπῄει πρὸς ἑαυτόν.
 
Σαοῦλος δὲ κατασχεῖν βουλόμενος τὸν Σαμουῆλον ἐλλαμβάνεται τῆς διπλοΐδος καὶ βιαίας τῆς ὁλκῆς διὰ τὸ μεθʼ ὁρμῆς ἀπιέναι τὸν Σαμουῆλον γενομένης διασχίζει τὸ ἱμάτιον.
 
τοῦ δὲ προφήτου τὴν βασιλείαν οὕτως αὐτοῦ διασχισθῆναι φήσαντος καὶ λήψεσθαι ταύτην ἀγαθὸν καὶ δίκαιον, ἐμμένειν γὰρ τὸν θεὸν τοῖς περὶ αὐτοῦ κεκριμένοις ὡς τοῦ μεταβάλλεσθαι καὶ στρέφειν τὴν γνώμην ἀνθρωπίνου πάθους ὄντος οὐχὶ θείας ἰσχύος,
 
ὁ Σαοῦλος ἀσεβῆσαι μὲν ἔλεγεν, ἀγένητα δὲ ποιῆσαι τὰ πεπραγμένα μὴ δύνασθαι· τιμῆσαί γε μὴν αὐτὸν παρεκάλει τοῦ πλήθους ὁρῶντος σὺν αὐτῷ παραγενόμενον τὸν θεὸν προσκυνῆσαι. δίδωσι δὲ τοῦτο Σαμουῆλος αὐτῷ καὶ συνελθὼν προσκυνεῖ τῷ θεῷ.
 
ἄγεται δὲ καὶ ὁ τῶν Ἀμαληκιτῶν βασιλεὺς Ἄγαγος πρὸς αὐτόν· καὶ πυνθανομένου, πῶς εἴη πικρὸς ὁ θάνατος, εἶπεν ὡς σὺ πολλὰς μητέρας Ἑβραίων ἐπὶ τέκνοις ὀδύρεσθαι καὶ πένθος ἄγειν ἐποίησας, οὕτως ὀδυνήσεις ἐπὶ σαυτῷ διαφθαρέντι τὴν μητέρα. καὶ κελεύει παραχρῆμα αὐτὸν ἐν Γαλγάλοις ἀποθανεῖν. καὶ αὐτὸς δὲ εἰς Ἅρμαθον πόλιν ἀπαλλάσσεται.
 
Σαοῦλος δὲ ὁ βασιλεὺς αἰσθόμενος ὧν πειραθείη κακῶν ἐχθρὸν αὑτῷ τὸν θεὸν κατασκευάσας, εἰς τὸ βασίλειον ἀναβαίνει Γαβᾶ, σημαίνει βουνὸν ἑρμηνευόμενον τὸ ὄνομα, καὶ μετʼ ἐκείνην οὐκέτι τὴν ἡμέραν εἰς ὄψιν ἔρχεται τῷ προφήτῃ.
 
Σαμουήλῳ δὲ λυπουμένῳ περὶ αὐτοῦ παύσασθαι μὲν τῆς φροντίδος ἐκέλευσεν ὁ θεός, λαβόντι δὲ τὸ ἅγιον ἔλαιον εἰς Βηθλέμην ἀπελθεῖν πόλιν πρὸς Ἰεσσαῖον παῖδα Ὠβήδου καὶ χρῖσαι τῶν υἱῶν αὐτοῦ ὃν ἂν αὐτὸς ἐπιδείξῃ βασιλέα γενησόμενον. ὁ δὲ εὐλαβεῖσθαι φήσας, μὴ τοῦτο μαθὼν Σαοῦλος ἀνέλῃ λοχήσας αὐτὸν ἢ καὶ φανερῶς, ὑποθεμένου τοῦ θεοῦ καὶ δόντος ἀσφαλείας ὁδὸν ἧκεν εἰς τὴν προειρημένην πόλιν.
 
καὶ πάντες αὐτὸν ἠσπάζοντό τε καὶ τὴν αἰτίαν τῆς ἀφίξεως ἀνηρώτων, ἔλεγε δὲ ἥκειν ἵνα θύσῃ τῷ θεῷ. ποιήσας οὖν τὴν θυσίαν καλεῖ τὸν Ἰεσσαῖον μετὰ τῶν τέκνων ἐπὶ τὰ ἱερὰ καὶ θεασάμενος αὐτοῦ τὸν πρεσβύτατον υἱὸν εὐμεγέθη καὶ καλὸν εἴκασεν ἐκ τῆς εὐμορφίας τοῦτον εἶναι τὸν μέλλοντα βασιλεύειν.
 
διαμαρτάνει δὲ τῆς τοῦ θεοῦ προνοίας· ἐπερωτήσαντι γὰρ αὐτὸν, εἰ χρίσει τῷ ἐλαίῳ τὸν νεανίσκον, ὃν αὐτός τε θαυμάζει καὶ τῆς βασιλείας ἄξιον ἔκρινεν, οὐ τὰ αὐτὰ βλέπειν ἀνθρώπους εἶπε καὶ θεόν·
 
ἀλλὰ σὺ μὲν εἰς τὸ κάλλος ἀπιδὼν τοῦ νεανίσκου καὶ δὴ τοῦτον ἡγῇ ἄξιον τοῦ βασιλεύειν εἶναι, ἐγὼ δʼ οὐ σωμάτων εὐμορφίας ἔπαθλον ποιοῦμαι τὴν βασιλείαν ἀλλὰ ψυχῶν ἀρετῆς καὶ ζητῶ ὅστις ταύτης ἐστὶ τελέως εὐπρεπὴς, εὐσεβείᾳ καὶ δικαιοσύνῃ καὶ ἀνδρείᾳ καὶ πειθοῖ ἐξ ὧν τὸ τῆς ψυχῆς συνίσταται κάλλος κατακεκοσμημένος.
 
ταῦτα φράσαντος τοῦ θεοῦ πάντας ἐκέλευσεν αὐτῷ τὸν Ἰεσσαῖον τοὺς υἱοὺς ἐπιδεῖξαι Σαμουῆλος· ὁ δὲ πέντε ἄλλους ἐποίησεν ἐλθεῖν, ὧν ὁ μὲν πρεσβύτερος Ταλίαβος, ὁ δεύτερος Ἀμινάδαβος, Σάμαλος ὁ τρίτος, ὁ τέταρτος Ναθαναῆλος, καὶ Ῥάηλος ὁ πέμπτος ἐκαλεῖτο, ὁ δὲ ἕκτος Ἄσαμος.
 
ἰδὼν δὲ καὶ τούτους ὁ προφήτης μηδὲν χείρους τοῦ πρεσβυτέρου ταῖς μορφαῖς ἐπηρώτησε τὸν θεὸν, τίνα τούτων αἱρεῖται βασιλέα. εἰπόντος δʼ οὐδένα πυνθάνεται τοῦ Ἰεσσαίου, μὴ πρὸς τούτοις αὐτῷ καὶ ἄλλοι παῖδές εἰσι.
 
φήσαντος δὲ εἶναι Δαβίδην τοὔνομα, ποιμαίνειν δὲ καὶ τῆς τῶν βοσκημάτων φυλακῆς ἐπιμελεῖσθαι κελεύει καλεῖν αὐτὸν ἐν τάχει· κατακλιθῆναι γὰρ εἰς εὐωχίαν οὐκ εἶναι δυνατὸν αὐτοῖς ἐκείνου μὴ παρόντος.
 
ὡς δʼ ἧκεν ὁ Δαβίδης μεταπεμφθεὶς ὑπὸ τοῦ πατρὸς, παῖς ξανθὸς μὲν τὴν χρόαν γοργὸς δὲ τὰς ὄψεις καὶ καλὸς ἄλλως οὗτός ἐστιν, εἰπὼν ἡσυχῇ πρὸς αὑτὸν Σαμουῆλος, ὁ βασιλεύειν ἀρέσας τῷ θεῷ κατακλίνεται μὲν αὐτός, κατακλίνει δʼ ὑφʼ αὑτὸν τὸν νεανίσκον καὶ τὸν Ἰεσσαῖον μετὰ καὶ τῶν παίδων.
 
ἔπειτα λαβὼν ὁρῶντος τοῦ Δαβίδου τὸ ἔλαιον ἀλείφει τʼ αὐτὸν καὶ πρὸς τὸ οὖς ἠρέμα λαλεῖ καὶ σημαίνει τοῦθʼ, ὅτι βασιλεύειν αὐτὸν ὁ θεὸς ᾕρηται, παρῄνει δʼ εἶναι δίκαιον καὶ κατήκοον αὐτοῦ τῶν προσταγμάτων· οὕτως γὰρ αὐτῷ παραμενεῖν τὴν βασιλείαν εἰς πολὺν χρόνον καὶ τὸν οἶκον λαμπρὸν καὶ περιβόητον γενήσεσθαι, καταστρέψεσθαι δὲ καὶ Παλαιστίνους, καὶ οἷς ἂν ἔθνεσι πολεμῇ νικῶντα καὶ περιόντα τῇ μάχῃ κλέος ἀοίδιμον ζῶντά τε ἕξειν καὶ τοῖς μετʼ αὐτὸν ἀπολείψειν.
 
Καὶ Σαμουῆλος μὲν ἀπαλλάσσεται ταῦτα παραινέσας, πρὸς δὲ τὸν Δαβίδην μεταβαίνει τὸ θεῖον καταλιπὸν Σαοῦλον. καὶ ὁ μὲν προφητεύειν ἤρξατο τοῦ θείου πνεύματος εἰς αὐτὸν μετοικισαμένου, τὸν Σαοῦλον δὲ περιήρχετο πάθη τινὰ καὶ δαιμόνια πνιγμοὺς αὐτῷ καὶ στραγγάλας ἐπιφέροντα, ὡς τοὺς ἰατροὺς ἄλλην μὲν αὐτῷ θεραπείαν μὴ ἐπινοεῖν, εἰ δέ τίς ἐστιν ἐξᾴδειν δυνάμενος καὶ ψάλλειν ἐπὶ κινύρᾳ τοῦτον ἐκέλευσαν ζητήσαντας, ὁπόταν αὐτῷ προσίῃ τὰ δαιμόνια καὶ ταράττῃ, ποιεῖν ὑπὲρ κεφαλῆς στάντα ψάλλειν τε καὶ τοὺς ὕμνους ἐπιλέγειν.
 
ὁ δὲ οὐκ ἠμέλησεν, ἀλλὰ ζητεῖσθαι προσέταξε τοιοῦτον ἄνθρωπον· φήσαντος δέ τινος αὐτῷ τῶν παρόντων ἐν Βηθλεέμῃ πόλει τεθεᾶσθαι Ἰεσσαίου μὲν υἱὸν, ἔτι δὲ παῖδα τὴν ἡλικίαν, εὐπρεπῆ δὲ καὶ καλὸν τά τε ἄλλα σπουδῆς ἄξιον καὶ δὴ καὶ ψάλλειν εἰδότα καὶ ᾄδειν ὕμνους καὶ πολεμιστὴν ἄκρον, πέμψας πρὸς τὸν Ἰεσσαῖον ἐκέλευσεν ἀποστέλλειν αὐτῷ τὸν Δαβίδην τῶν ποιμνίων ἀποσπάσαντα· βούλεσθαι γὰρ αὐτὸν ἰδεῖν περὶ τῆς εὐμορφίας καὶ τῆς ἀνδρείας ἀκούσας τοῦ νεανίσκου.
 
ὁ δὲ Ἰεσσαῖος πέμπει τὸν υἱὸν καὶ ξένια δοὺς κομίσαι τῷ Σαούλῳ. ἐλθόντι δὲ ἥσθη καὶ ποιήσας ὁπλοφόρον διὰ πάσης ἦγε τιμῆς· ἐξῄδετο γὰρ ὑπʼ αὐτοῦ καὶ πρὸς τὴν ἀπὸ τῶν δαιμονίων ταραχήν, ὁπότε αὐτῷ ταῦτα προσέλθοι, μόνος ἰατρὸς ἦν λέγων τε τοὺς ὕμνους καὶ ψάλλων ἐν τῇ κινύρᾳ καὶ ποιῶν ἑαυτοῦ γίνεσθαι τὸν Σαοῦλον.
 
πέμπει τοίνυν πρὸς τὸν πατέρα τοῦ παιδὸς Ἰεσσαῖον ἐᾶσαι παρʼ αὐτῷ τὸν Δαβίδην κελεύων· ἥδεσθαι γὰρ αὐτῷ βλεπομένῳ καὶ παρόντι· τὸν δʼ οὐκ ἀντειπεῖν τῷ Σαούλῳ, συγχωρῆσαι δὲ κατέχειν.
 
Χρόνοις δʼ ὕστερον οὐ πολλοῖς οἱ Παλαιστῖνοι πάλιν συνελθόντες καὶ δύναμιν ἀθροίσαντες μεγάλην ἐπίασι τοῖς Ἰσραηλίταις καὶ μεταξὺ Σωκοῦς καὶ Ἀζηκοῦς καταλαμβανόμενοι στρατοπεδεύονται. ἀντεπεξάγει δʼ αὐτοῖς τὴν στρατιὰν καὶ Σαοῦλος καὶ ἐπί τινος ὄρους στρατοπεδευσάμενος ἀναγκάζει τοὺς Παλαιστίνους τὸ μὲν πρῶτον στρατόπεδον καταλιπεῖν, ὁμοίως δʼ ἐπί τινος ὄρους ἀντικρὺ τοῦ καταληφθέντος ὑπὸ τοῦ Σαούλου στρατοπεδεύσασθαι.
 
διίστη δʼ ἀπʼ ἀλλήλων τὰ στρατόπεδα μέσος αὐλὼν τῶν ὀρῶν ἐφʼ ὧν ἦν. καταβὰς οὖν τις τῶν ἐκ τοῦ Παλαιστίνων στρατοπέδου Γολιάθης ὄνομα· πόλεως δὲ Γίττης ἀνὴρ παμμεγεθέστατος· ἦν γὰρ πηχῶν τεσσάρων καὶ σπιθαμῆς ὅπλα τῇ φύσει τοῦ σώματος ἀναλογοῦντα περικείμενος· θώρακα μὲν γὰρ ἐνεδέδυτο σταθμὸν ἄγοντα πέντε χιλιάδας σίκλων, κόρυθα δὲ καὶ κνημῖδας χαλκέας ὁποίας εἰκὸς ἦν ἀνδρὸς οὕτω παραδόξου τὸ μέγεθος σκεπάσαι μέρη, δόρυ δὲ ἦν οὐ κοῦφον βάσταγμα δεξιᾶς, ἀλλʼ ἐπὶ τῶν ὤμων αὐτὸ αἴρων ἔφερεν, εἶχε δὲ καὶ λόγχην ἑξακοσίων σίκλων, εἵποντο δὲ πολλοὶ βαστάζοντες τὰ ὅπλα·
 
στὰς τοίνυν ὁ Γολίαθος οὗτος μεταξὺ τῶν παρατάξεων βοήν τε ἀφίησι μεγάλην καὶ πρὸς τὸν Σαοῦλον καὶ τοὺς Ἑβραίους λέγει· μάχης μὲν ὑμᾶς καὶ κινδύνων ἀπαλλάττω· τίς γὰρ ἀνάγκη τὴν στρατιὰν ἡμῶν συμπεσοῦσαν κακοπαθεῖν;
 
δότε δʼ ὅστις ἐμοὶ μαχεῖται τῶν ὑμετέρων, καὶ βραβευθήσεται τὰ τοῦ πολέμου ἑνὶ τῷ νενικηκότι· δουλεύσουσι γὰρ ἐκεῖνοι τοῖς ἑτέροις, ὧν ἂν ὁ νικήσας γένηται· πολὺ δὲ κρεῖττον εἶναι καὶ σωφρονέστατον ἑνὸς κινδύνῳ λαβεῖν ὃ βούλεσθε ἢ τῷ ἁπάντων.
 
ταῦτʼ εἰπὼν ἀνεχώρησεν εἰς τὸ τῶν οἰκείων στρατόπεδον. τῇ δʼ ἐχομένῃ πάλιν ἐλθὼν τοὺς αὐτοὺς ἐποιήσατο λόγους, καὶ μέχρι τεσσαράκοντα ἡμερῶν οὐ διέλειπε προκαλούμενος ἐπὶ τοῖς προειρημένοις τοὺς πολεμίους, ὡς καταπλαγῆναι αὐτόν τε τὸν Σαοῦλον καὶ τὴν στρατιάν. καὶ παρετάσσοντο μὲν ὡς εἰς μάχην, οὐκ ἤρχοντο δὲ εἰς χεῖρας.
 
Τοῦ δὲ πολέμου συνεστηκότος τοῖς Ἑβραίοις καὶ τοῖς Παλαιστίνοις Σαοῦλος ἀπέλυσε τὸν Δαβίδην πρὸς τὸν πατέρα Ἰεσσαῖον ἀρκούμενος αὐτοῦ τοῖς τρισὶν υἱοῖς, οὓς ἐπὶ συμμαχίαν καὶ τοὺς κινδύνους ἔπεμψεν.
 
ὁ δὲ τὸ μὲν πρῶτον ἐπὶ τὰ ποίμνια πάλιν καὶ τὰς νομὰς τῶν βοσκημάτων παραγίνεται, μετʼ οὐ πολὺ δὲ ἔρχεται εἰς τὸ στρατόπεδον τῶν Ἑβραίων πεμφθεὶς ὑπὸ τοῦ πατρὸς κομίσαι τε τοῖς ἀδελφοῖς ἐφόδια καὶ γνῶναι τί πράττουσι.
 
τοῦ δὲ Γολιάθου πάλιν ἐλθόντος καὶ προκαλουμένου καὶ ὀνειδίζοντος, ὅτι μηδείς ἐστιν ἀνδρεῖος ἐν αὐτοῖς, ὃς εἰς μάχην αὐτῷ τολμᾷ καταβῆναι, μεταξὺ τοῖς ἀδελφοῖς ὁμιλῶν Δαβίδης περὶ ὧν ἐπέστειλεν ὁ πατὴρ ἀκούσας βλασφημοῦντος τὴν στρατιὰν καὶ κακίζοντος τοῦ Παλαιστίνου ἠγανάκτησε καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ εἶπεν ἑτοίμως ἔχειν μονομαχῆσαι τῷ πολεμίῳ.
 
πρὸς τοῦθʼ ὁ πρεσβύτατος τῶν ἀδελφῶν Ἰάναβος ἐπέπληξεν αὐτῷ τολμηρότερον παρʼ ἡλικίαν καὶ ἀμαθῆ τοῦ προσήκοντος εἰπών, ἐκέλευσέ τε πρὸς τὰ ποίμνια καὶ τὸν πατέρα βαδίζειν. καταιδεσθεὶς δὲ τὸν ἀδελφὸν ὑπεχώρησε καὶ πρός τινας τῶν στρατιωτῶν ἀπελάλησεν, ὅτι θέλοι μάχεσθαι τῷ προκαλουμένῳ.
 
δηλωσάντων δʼ εὐθὺς τῷ Σαούλῳ τὴν τοῦ νεανίσκου προαίρεσιν μεταπέμπεται αὐτὸν ὁ βασιλεύς, καὶ πυθομένου τί βούλεται λέγειν μὴ ταπεινὸν ἔστω τὸ φρόνημα μηδʼ εὐλαβὲς, ὦ βασιλεῦ· καθαιρήσω γὰρ ἐγὼ τὴν ἀλαζονείαν τοῦ πολεμίου χωρήσας αὐτῷ διὰ μάχης καὶ τὸν ὑψηλὸν καὶ μέγαν ὑπʼ ἐμαυτῷ βαλών.
 
γένοιτο μὲν ἂν αὐτὸς οὕτως καταγέλαστος, ἔνδοξον δὲ τὸ σὸν στράτευμα, εἰ μηδʼ ὑπʼ ἀνδρὸς πολεμεῖν ἤδη δυναμένου καὶ πιστευομένου παράταξιν καὶ μάχας, ἀλλʼ ὑπὸ παιδὸς ἔτι δοκοῦντος καὶ ταύτην ἔχοντος τὴν ἡλικίαν ἀποθάνοι.
 
Τοῦ δὲ Σαούλου τὸ μὲν τολμηρὸν αὐτοῦ καὶ τὴν εὐψυχίαν θαυμάζοντος, οὐ θαρροῦντος δὲ ἐπʼ αὐτῷ διὰ τὴν ἡλικίαν, ἀλλʼ ἀσθενέστερον εἶναι διὰ ταύτην πρὸς εἰδότα πολεμεῖν μάχεσθαι λέγοντος, ταῦτʼ, εἶπε Δαβίδης, ἐπαγγέλλομαι τῷ θεῷ θαρρῶν ὄντι μετʼ ἐμοῦ· πεπείραμαι γὰρ αὐτοῦ τῆς βοηθείας.
 
λέοντα γὰρ ἐπελθόντα μού ποτε τοῖς ποιμνίοις καὶ ἁρπάσαντα ἄρνα διώξας καταλαμβάνω καὶ τὸν μὲν ἄρνα τοῦ στόματος ἐξαρπάζω τοῦ θηρὸς, αὐτὸν δʼ ὁρμήσαντα ἐπʼ ἐμὲ τῆς οὐρᾶς βαστάσας καὶ προσρήξας τῇ γῇ διαφθείρω.
 
ταὐτὸ δὲ καὶ ἄρκον ἀμυνόμενος διατίθεμαι. νομιζέσθω δὴ καὶ ὁ πολέμιος ἐκείνων εἶναι τῶν θηρίων ὀνειδίζων ἐκ πολλοῦ τὴν στρατιὰν καὶ βλασφημῶν ἡμῶν τὸν θεὸν, ὃς αὐτὸν ὑποχείριον ἐμοὶ θήσει.
 
Τῇ προθυμίᾳ τοιγαροῦν καὶ τῇ τόλμῃ τοῦ παιδὸς ὅμοιον γενέσθαι τέλος παρὰ τοῦ θεοῦ Σαοῦλος εὐξάμενος ἄπιθι, φησί πρὸς τὴν μάχην. καὶ περιθεὶς αὐτῷ τὸν αὑτοῦ θώρακα καὶ περιζώσας τὸ ξίφος καὶ περικεφαλαίαν ἁρμόσας ἐξέπεμψεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme