Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

192 καὶ θνήσκουσι μὲν τῶν Παλαιστίνων εἰς τρισμυρίους, δὶς δὲ τοσοῦτοι τραυματίαι γίνονται. Σαοῦλος δὲ ὑποστρέψας εἰς τὸ στρατόπεδον αὐτῶν διαρπάζει τὸ χαράκωμα καὶ ἐνέπρησε· τὴν κεφαλὴν δὲ Γολιάθου Δαβίδης εἰς τὴν ἰδίαν σκηνὴν ἐκόμισε καὶ τὴν ῥομφαίαν ἀνέθηκε τῷ θεῷ.
193 Φθόνον δὲ καὶ μῖσος τοῦ Σαούλου πρὸς αὐτὸν αἱ γυναῖκες ἐρεθίζουσιν· ὑπαντῶσαι γὰρ τῇ στρατιᾷ νικηφόρῳ μετὰ κυμβάλων καὶ τυμπάνων καὶ παντοίας χαρᾶς ᾖδον αἱ μὲν γυναῖκες, ὡς πολλὰς Σαοῦλος ἀπώλεσε Παλαιστίνων χιλιάδας, αἱ παρθένοι δὲ, ὡς μυριάδας Δαυίδης ἀφανίσειε.
194 τούτων δὲ ἀκούων ὁ βασιλεύς, ὡς τὸ μὲν ἔλαττον τῆς μαρτυρίας αὐτὸς λάβοι, τὸ δὲ τῶν μυριάδων πλῆθος ἀνατεθείη τῷ νεανίσκῳ, καὶ λογισάμενος μηδὲν οὕτω μετὰ λαμπρὰν εὐφημίαν ἢ τὴν βασιλείαν ὑστερεῖν αὐτῷ φοβεῖσθαι καὶ ὑποπτεύειν ἤρξατο τὸν Δαυίδην.
195 καὶ τῆς μὲν πρώτης τάξεως, ἐπεὶ τῷ δέει πλησίον αὐτοῦ καὶ λίαν ἐγγὺς ἐδόκει, ἐποίησε γὰρ αὐτὸν ὁπλοφόρον, μεταστήσας ἀποδείκνυσι χιλίαρχον δοὺς αὐτῷ χώραν ἀμείνονα μὲν ἀσφαλεστέραν δὲ ὡς ἐνόμιζεν αὑτῷ· ἐβούλετο γὰρ εἰς τοὺς πολεμίους αὐτὸν ἐκπέμπειν καὶ τὰς μάχας ὡς ἐν τοῖς κινδύνοις τεθνηξόμενον.
196 Δαυίδης δὲ πανταχοῦ τὸν θεὸν ἐπαγόμενος ὅποι ποτʼ ἀφίκοιτο κατώρθου καὶ διευπραγῶν ἐδείκνυτο, ὡς διʼ ὑπερβολὴν τῆς ἀνδρείας τόν τε λαὸν αὐτοῦ καὶ τὴν Σαούλου θυγατέρα παρθένον ἔτι οὖσαν λαβεῖν ἔρωτα καὶ τοῦ πάθους ὑπερκρατοῦντος γενέσθαι φανερὰν καὶ διαβληθῆναι πρὸς τὸν πατέρα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme