Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

136 ὡς δʼ ἐκεῖνο τὸ ἔργον αὐτῷ κατὰ τὴν τοῦ θεοῦ προφητείαν ἐχώρησε, ταῖς πόλεσι τῶν Ἀμαληκιτῶν προσέβαλε καὶ τὰς μὲν μηχανήμασι, τὰς δὲ ὀρύγμασιν ὑπονόμοις καὶ τείχεσιν ἔξωθεν ἀντῳκοδομημένοις, τὰς δὲ λιμῷ καὶ δίψει, τὰς δὲ ἄλλοις τρόποις ἐκπολιορκήσας καὶ λαβὼν κατὰ κράτος ἐπὶ σφαγὴν γυναικῶν καὶ νηπίων ἐχώρησεν, οὐδὲν ὠμὸν οὐδʼ ἀνθρωπίνης σκληρότερον διαπράσσεσθαι φύσεως ἡγούμενος, πρῶτον μὲν πολεμίους ταῦτα δρῶν, ἔπειτα προστάγματι θεοῦ, ᾧ τὸ μὴ πείθεσθαι κίνδυνον ἔφερε.
137 λαμβάνει δὲ καὶ τὸν βασιλέα τῶν ἐχθρῶν Ἄγαγον αἰχμάλωτον, οὗ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος σωτηρίας ἄξιον ἔκρινεν οὐκέτι τοῦτο ποιῶν κατὰ βούλησιν τοῦ θεοῦ, πάθει δὲ νικώμενος ἰδίῳ καὶ χαριζόμενος ἀκαίρως περὶ ὧν οὐκ εἶχεν ἀκίνδυνον ἐξουσίαν οἴκτῳ.
138 ὁ μὲν γὰρ θεὸς οὕτως ἐμίσησε τὸ τῶν Ἀμαληκιτῶν ἔθνος, ὡς μηδὲ νηπίων φείσασθαι κελεῦσαι πρὸς ἃ μᾶλλον ἔλεος γίνεσθαι πέφυκε, Σαοῦλος δὲ αὐτῶν τὸν βασιλέα καὶ τὸν ἡγεμόνα τῶν εἰς Ἑβραίους κακῶν ἔσωσε τῆς μνήμης ὧν ἐπέστειλεν ὁ θεὸς τὸ τοῦ πολεμίου κάλλος ἐπίπροσθεν ποιησάμενος.
139 συνεξήμαρτε δʼ αὐτῷ καὶ τὸ πλῆθος· καὶ γὰρ ἐκεῖνοι τῶν ὑποζυγίων καὶ τῶν βοσκημάτων ἐφείσαντο καὶ διήρπασαν μὴ τηρεῖν αὐτὰ τοῦ θεοῦ κελεύσαντος τά τε ἄλλα χρήματα καὶ τὸν πλοῦτον ἐξεφόρησαν, εἰ δέ τι μὴ σπουδῆς ἦν ἄξιον ὥστε κεκτῆσθαι διέφθειραν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme