Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

132 λέγειν τοίνυν ἔφασκε τὸν θεὸν· ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους Ἀμαληκῖται διέθηκαν κατὰ τὴν ἔρημον, ὅτε ἐξελθόντες ἀπʼ Αἰγύπτου εἰς τὴν νῦν ὑπάρχουσαν αὐτοῖς ἐστέλλοντο χώραν, κελεύω πολέμῳ τιμωρησάμενον τοὺς Ἀμαληκίτας καὶ κρατήσαντα μηδένʼ αὐτῶν ὑπολιπεῖν,
133 ἀλλὰ πάσης διεξελθεῖν ἡλικίας ἀρξαμένους ἀπὸ γυναικῶν κτείνειν καὶ νηπίων καὶ τοιαύτην ὑπὲρ ὧν τοὺς προγόνους ὑμῶν εἰργάσαντο τιμωρίαν ἀπολαβεῖν, φείσασθαι δὲ μήτε ὑποζυγίων μήτε τῶν ἄλλων βοσκημάτων εἰς ὠφέλειαν καὶ κτῆσιν ἰδίαν, ἅπαντα δʼ ἀναθεῖναι τῷ θεῷ καὶ τὸ Ἀμαλήκου ὄνομα ταῖς Μωυσέος κατακολουθήσαντʼ ἐντολαῖς ἐξαλεῖψαι.
134 Ὁμολογεῖ δὲ ποιήσειν Σαοῦλος τὰ προστασσόμενα, τὴν δὲ πειθαρχίαν τὴν πρὸς τὸν θεὸν οὐκ ἐν τῷ ποιήσασθαι τὴν πρὸς τοὺς Ἀμαληκίτας στρατείαν λογιζόμενος εἶναι μόνον, ἀλλὰ καὶ τὴν ἑτοιμότητα καὶ τὸ τάχος ἀναβολῆς οὐ προσούσης ἔτι μᾶλλον ἐμφανίζει, ἀθροίζει τε πᾶσαν τὴν δύναμιν καὶ ταύτην ἐξαριθμήσας ἐν Γαλγάλοις εὑρίσκει τῶν Ἰσραηλιτῶν ἔξω τῆς Ἰούδα φυλῆς περὶ τεσσαράκοντα μυριάδας· ἥδε γὰρ ἡ φυλὴ καθʼ αὑτήν ἐστι στρατιῶται τρισμύριοι.
135 Σαοῦλος δʼ ἐμβαλὼν εἰς τὴν τῶν Ἀμαληκιτῶν χώραν ἐνέδρας πολλὰς καὶ λόχους περὶ τὸν χειμάρρουν τίθησιν, ὡς μὴ μόνον ἐκ τοῦ φανεροῦ μαχομένους αὐτοὺς κακῶς ποιεῖν, ἀλλὰ καὶ μὴ προσδοκῶσι κατὰ τὰς ὁδοὺς ἐπιπίπτειν καὶ κυκλουμένους ἀναιρεῖν· καὶ δὴ συμβαλὼν αὐτοῖς εἰς μάχην τρέπεται τοὺς πολεμίους καὶ διαφθείρει πάντας φεύγουσιν ἐπακολουθῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme