Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

123 εἰπόντος δὲ τοῦ ἱερέως μὴ ἀποκρίνεσθαι τὸν θεόν ἀλλʼ οὐ δίχα αἰτίας, εἶπεν ὁ Σαοῦλος, πυνθανομένοις ἡμῖν φωνὴν οὐ δίδωσιν ὁ θεὸς, ὃς πρότερον αὐτὸς προεμήνυσε πάντα καὶ μηδʼ ἐπερωτῶσιν ἔφθασε λέγων, ἀλλʼ ἔστι τι λανθάνον ἐξ ἡμῶν ἁμάρτημα πρὸς αὐτὸν αἴτιον τῆς σιωπῆς.
124 καὶ ὄμνυμί γε τοῦτον αὐτὸν, ἦ μὴν κἂν ὁ παῖς ὁ ἐμὸς Ἰωνάθης ᾖ τὸ ἁμάρτημα τοῦτο ἐργασάμενος ἀποκτείνειν αὐτὸν καὶ τὸν θεὸν οὕτως ἱλάσασθαι, ὡς ἂν εἰ καὶ παρʼ ἀλλοτρίου καὶ μηδὲν ἐμοὶ προσήκοντος τὴν ὑπὲρ αὐτοῦ δίκην ἀπελάμβανον.
125 τοῦ δὲ πλήθους τοῦτο ποιεῖν ἐπιβοήσαντος παραχρῆμα πάντας ἵστησιν εἰς ἕνα τόπον, ἵσταται δὲ καὶ αὐτὸς σὺν τῷ παιδὶ κατʼ ἄλλο μέρος καὶ κλήρῳ τὸν ἡμαρτηκότα μαθεῖν ἐπεζήτει· καὶ λαγχάνει δοκεῖν οὗτος εἶναι Ἰωνάθης.
126 ἐπερωτώμενος δὲ ὑπὸ τοῦ πατρὸς τί πεπλημμέληκε καὶ τί παρὰ τὸν βίον οὐκ ὀρθῶς οὐδὲ ὁσίως αὑτῷ διαπραξαμένῳ συνέγνωκε πάτερ, εἶπεν, ἄλλο μὲν οὐδὲν, ὅτι δὲ χθὲς ἀγνοῶν τὴν ἀρὰν αὐτοῦ καὶ τὸν ὅρκον μεταξὺ διώκων τοὺς πολεμίους ἐγεύσατο κηρίων. Σαοῦλος δʼ ἀποκτείνειν αὐτὸν ὄμνυσι καὶ τῆς γενέσεως καὶ τῆς φύσεως τῶν φίλτρων ἐτίμησε τὸν ὅρκον.
127 ὁ δʼ οὐ καταπλήττεται τὴν ἀπειλὴν τοῦ θανάτου, παραστησάμενος δʼ εὐγενῶς καὶ μεγαλοφρόνως οὐδʼ ἐγώ σε, φησίν, ἱκετεύσω φείσασθαί μου, πάτερ, ἥδιστος δέ μοι ὁ θάνατος ὑπέρ τε τῆς σῆς εὐσεβείας γινόμενος καὶ ἐπὶ νίκῃ λαμπρᾷ·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme