Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

111 ἐὰν δὲ φθέγξωνται μηδὲν ὡς οὐ καλοῦντες ἡμᾶς ὑποστρέψωμεν. προσιόντων δὲ αὐτῶν τῷ στρατοπέδῳ τῶν πολεμίων ὑποφαινούσης ἤδη τῆς ἡμέρας ἰδόντες οἱ Παλαιστῖνοι πρὸς ἀλλήλους ἔλεγον ἐκ τῶν ὑπονόμων καὶ σπηλαίων προϊέναι τοὺς Ἑβραίους, καὶ πρὸς Ἰωνάθην καὶ τὸν ὁπλοφόρον αὐτοῦ δεῦτε, ἔφασαν, ἀνέλθετε πρὸς ἡμᾶς, ἵνα ὑμᾶς τιμωρησώμεθα τῶν τετολμημένων ἀξίως.
112 ἀσπασάμενος δὲ τὴν φωνὴν ὁ τοῦ Σαούλου παῖς ὡς νίκην αὐτῷ σημαίνουσαν παραυτίκα μὲν ἀνεχώρησαν ἐξ οὗπερ ὤφθησαν τόπου τοῖς πολεμίοις, παραμειψάμενοι δὲ τοῦτον ἐπὶ τὴν πέτραν ἧκον ἔρημον οὖσαν τῶν φυλαττόντων διὰ τὴν ὀχυρότητα.
113 κἀκεῖθεν ἀνερπύσαντες μετὰ πολλῆς ταλαιπωρίας ἐβιάσαντο τὴν τοῦ χωρίου φύσιν ἀνελθεῖν ἐπὶ τοὺς πολεμίους, ἐπιπεσόντες δʼ αὐτοῖς κοιμωμένοις ἀποκτείνουσι μὲν ὡς εἴκοσι, ταραχῆς δὲ καὶ ἐκπλήξεως αὐτοὺς ἐγέμισαν, ὡς τινὰς μὲν φυγεῖν τὰς πανοπλίας ἀπορρίψαντας,
114 οἱ δὲ πολλοὶ μὴ γνωρίζοντες ἑαυτοὺς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν εἶναι πολεμίους ὑπονοοῦντες ἀλλήλους, καὶ γὰρ εἴκαζον ἀναβῆναι πρὸς αὐτοὺς τῶν Ἑβραίων οὐ δύο μόνους, εἰς μάχην ἐτράποντο. καὶ οἱ μὲν αὐτῶν ἀπέθνησκον κτεινόμενοι, τινὲς δὲ φεύγοντες κατὰ τῶν πετρῶν ὠθούμενοι κατεκρημνίζοντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme