Book 6
ὁ δὲ θαρρεῖν τε προτρέπεται καὶ βοηθήσειν αὐτοῖς τὸν θεὸν ἐπαγγέλλεται καὶ λαβὼν ἄρνα γαλαθηνόν, ὑπὲρ τῶν ὄχλων θύει καὶ παρακαλεῖ τὸν θεὸν ὑπερσχεῖν αὐτῶν τὴν δεξιὰν ἐν τῇ πρὸς Παλαιστίνους μάχῃ καὶ μὴ περιϊδεῖν αὐτοὺς δεύτερον δυστυχήσαντας. ἐπήκοος δὲ γίνεται τῶν εὐχῶν ὁ θεὸς, καὶ προσδεξάμενος εὐμενεῖ καὶ συμμάχῳ τῇ διανοίᾳ τὴν θυσίαν ἐπινεύει νίκην αὐτοῖς καὶ κράτος.
ἔτι δʼ ἐπὶ τοῦ βωμοῦ τὴν θυσίαν ἔχοντος τοῦ θεοῦ καὶ μήπω πᾶσαν διὰ τῆς ἱερᾶς φλογὸς ἀπειληφότος προῆλθεν ἐκ τοῦ στρατοπέδου ἡ τῶν πολεμίων δύναμις καὶ παρατάσσεται εἰς μάχην, ἐπʼ ἐλπίδι μὲν νίκης, ὡς ἀπειλημμένων ἐν ἀπορίᾳ τῶν Ἰουδαίων μήτε ὅπλα ἐχόντων μήτε ὡς ἐπὶ μάχῃ ἐκεῖσε ἀπηντηκότων, περιπίπτουσι δὲ οἷς οὐδʼ εἰ προύλεγέ τις ῥᾳδίως ἐπείσθησαν.
πρῶτον μὲν γὰρ αὐτοὺς ὁ θεὸς κλονεῖ σεισμῷ καὶ τὴν γῆν αὐτοῖς ὑπότρομον καὶ σφαλερὰν κινήσας τίθησιν, ὡς σαλευομένης τε τὰς βάσεις ὑποφέρεσθαι καὶ διϊσταμένης εἰς ἔνια τῶν χασμάτων καταφέρεσθαι, ἔπειτα βρονταῖς καταψοφήσας καὶ διαπύροις ἀστραπαῖς ὡς καταφλέξων αὐτῶν τὰς ὄψεις περιλάμψας καὶ τῶν χειρῶν ἐκκροτήσας τὰ ὅπλα, γυμνοὺς εἰς φυγὴν ἀπέστρεψεν.
ἐπεξέρχεται δὲ Σαμουῆλος μετὰ τῆς πληθύος καὶ πολλοὺς κατασφάξας κατακολουθεῖ μέχρι Κορραίων τόπου τινὸς οὕτω λεγομένου, καὶ καταπήξας ἐκεῖ λίθον ὥσπερ ὅρον τῆς νίκης καὶ τῆς φυγῆς τῶν πολεμίων, ἰσχυρὸν αὐτὸν προσαγορεύει σύμβολον τῆς παρὰ τοῦ θεοῦ γενομένης αὐτοῖς κατὰ τῶν ἐχθρῶν ἰσχύος.
Οἱ δὲ μετʼ ἐκείνην τὴν πληγὴν οὐκέτʼ ἐστράτευσαν ἐπὶ τοὺς Ἰσραηλίτας, ἀλλʼ ὑπὸ δέους καὶ μνήμης τῶν συμβεβηκότων ἡσύχαζον· ὃ δʼ ἦν πάλαι θάρσος τοῖς Παλαιστίνοις ἐπὶ τοὺς Ἑβραίους, τοῦτʼ ἐκείνων μετὰ τὴν νίκην ἐγένετο.
καὶ Σαμουῆλος στρατεύσας ἐπʼ αὐτοὺς ἀναιρεῖ πολλοὺς καὶ τὰ φρονήματʼ αὐτῶν εἰς τὸ παντελὲς ταπεινοῖ καὶ τὴν χώραν ἀφαιρεῖται, ἣν τῶν Ἰουδαίων ἀπετέμοντο πρότερον κρατήσαντες τῇ μάχῃ· αὕτη δʼ ἦν μέχρι πόλεως Ἀκάρων ἀπὸ τῶν τῆς Γίττης ὅρων ἐκτεταμένη. ἦν δὲ κατʼ ἐκεῖνον τὸν καιρὸν φίλια τοῖς Ἰσραηλίταις τὰ ὑπολειπόμενα τῶν Χαναναίων.
Ὁ δὲ προφήτης Σαμουῆλος διακοσμήσας τὸν λαὸν καὶ πόλιν αὐτοῖς ἀποδοὺς εἰς ταύτην ἐκέλευσε συνερχομένοις περὶ τῶν πρὸς ἀλλήλους κρίνεσθαι διαφορῶν, αὐτὸς δὲ διʼ ἔτους ἐπερχόμενος τὰς πόλεις ἐδίκαζεν αὐτοῖς καὶ πολλὴν ἐβράβευεν εὐνομίαν ἐπὶ χρόνον πολύν.
ἔπειθʼ ὑπὸ γήρως βαρυνόμενος καὶ τὰ συνήθη πράττειν ἐμποδιζόμενος τοῖς υἱοῖς τὴν ἀρχὴν καὶ τὴν προστασίαν τοῦ ἔθνους παραδίδωσιν, ὧν ὁ μὲν πρεσβύτερος Ἰοῦλος προσηγορεύετο, τῷ δὲ νεωτέρῳ Ἐβίᾳ ὄνομα ἦν. προσέταξε δὲ τὸν μὲν ἐν Βεθήλῳ πόλει καθεζόμενον κρίνειν, τὸν δʼ ἕτερον ἐν Βερσουβεὶ μερίσας τὸν ὑπακουσόμενον ἑκατέρῳ λαόν.
ἐγένοντο δὲ σαφὲς οὗτοι παράδειγμα καὶ τεκμήριον τοῦ μὴ τὸν τρόπον ὁμοίους τοῖς φύσασι γίνεσθαί τινας, ἀλλὰ τάχα μὲν χρηστοὺς καὶ μετρίους ἐκ πονηρῶν, τότε μέν γε φαύλους ἐξ ἀγαθῶν παρέσχον αὑτοὺς γενομένους·
τῶν γὰρ τοῦ πατρὸς ἐπιτηδευμάτων ἐκτραπόμενοι καὶ τὴν ἐναντίαν ὁδὸν ἀπελθόντες δώρων καὶ λημμάτων αἰσχρῶν καθυφίεντο τὸ δίκαιον, καὶ τὰς κρίσεις οὐ πρὸς τὴν ἀλήθειαν, ἀλλὰ πρὸς τὸ κέρδος ποιούμενοι καὶ πρὸς τρυφὴν καὶ πρὸς διαίτας πολυτελεῖς ἀπονενευκότες πρῶτον μὲν ὑπεναντία ταῦτα ἔπρασσον τῷ θεῷ, δεύτερον δὲ τῷ προφήτῃ πατρὶ δʼ ἑαυτῶν, ὃς πολλὴν καὶ τοῦ τὸ πλῆθος εἶναι δίκαιον σπουδὴν εἰσεφέρετο καὶ πρόνοιαν.
Ὁ δὲ λαὸς ἐξυβριζόντων εἰς τὴν προτέραν κατάστασιν καὶ πολιτείαν τῶν τοῦ προφήτου παίδων χαλεπῶς τε τοῖς πραττομένοις ἔφερε καὶ πρὸς αὐτὸν συντρέχουσι, διέτριβε δʼ ἐν Ἀρμαθᾶ πόλει, καὶ τάς τε τῶν υἱῶν παρανομίας ἔλεγον καὶ ὅτι γηραιὸς ὢν αὐτὸς ἤδη καὶ παρειμένος ὑπὸ τοῦ χρόνου τῶν πραγμάτων οὐκέτι τὸν αὐτὸν προεστάναι δύναται τρόπον· ἐδέοντό τε καὶ ἱκέτευον ἀποδεῖξαί τινα αὐτῶν βασιλέα, ὃς ἄρξει τοῦ ἔθνους καὶ τιμωρήσεται Παλαιστίνους ὀφείλοντας ἔτʼ αὐτοῖς δίκας τῶν προτέρων ἀδικημάτων.
ἐλύπησαν δὲ σφόδρα τὸν Σαμουῆλον οἱ λόγοι διὰ τὴν σύμφυτον δικαιοσύνην καὶ τὸ πρὸς τοὺς βασιλέας μῖσος· ἥττητο γὰρ δεινῶς τῆς ἀριστοκρατίας ὡς θείας καὶ μακαρίους ποιούσης τοὺς χρωμένους αὐτῆς τῇ πολιτείᾳ.
ὑπὸ δὲ φροντίδος καὶ βασάνου τῆς ἐπὶ τοῖς εἰρημένοις οὔτε τροφῆς ἐμνημόνευσεν οὔτε ὕπνου, διʼ ὅλης δὲ τῆς νυκτὸς στρέφων τὰς περὶ τῶν πραγμάτων ἐννοίας διεκαρτέρει.
Ἔχοντι δὲ οὕτως ἐμφανίζεται τὸ θεῖον καὶ παραμυθεῖται μὴ δυσφορεῖν ἐφʼ οἷς ἠξίωσε τὸ πλῆθος, ὡς οὐκ ἐκεῖνον ὑπερηφανήσοντας ἀλλʼ ἑαυτὸν, εἰ μὴ βασιλεύσει μόνος· ταῦτα δὲ ἀφʼ ἧς ἡμέρας ἐξήγαγεν αὐτοὺς ἀπʼ Αἰγύπτου μηχανᾶσθαι τὰ ἔργα· λήψεσθαι μέντοι γε οὐκ εἰς μακρὰν μετάνοιαν αὐτοὺς ἐπίπονον, ὑφʼ ἧς οὐδὲν μὲν ἀγένητον ἔσται τῶν ἐσομένων, ἐλεγχθήσονται δὲ καταφρονήσαντες καὶ βουλὰς οὐκ εὐχαρίστους πρὸς ἐμὲ καὶ τὴν σὴν προφητείαν λαβόντες.
κελεύω δή σε χειροτονεῖν αὐτοῖς ὃν ἂν ἐγὼ προείπω βασιλέα προδηλώσαντα ποταπῶν τε πειραθήσονται βασιλευόμενοι κακῶν καὶ διαμαρτυράμενον ἐφʼ οἵαν σπεύδουσι μεταβολήν.
Ταῦτʼ ἀκούσας Σαμουῆλος ἅμα ἕῳ συγκαλέσας τοὺς Ἰουδαίους ἀποδείξειν αὐτοῖς βασιλέα ὡμολόγησεν, ἔφη δὲ δεῖν πρῶτον μὲν αὐτοῖς ἐκδιηγήσασθαι τὰ παρὰ τῶν βασιλέων ἐσόμενα καὶ ὅσοις συνενεχθήσονται κακοῖς· γινώσκετε γὰρ ὅτι πρῶτον μὲν ὑμῶν ἀποσπάσουσι τὰ τέκνα καὶ τὰ μὲν αὐτῶν ἁρματηλάτας εἶναι κελεύσουσι, τοὺς δʼ ἱππεῖς καὶ σωματοφύλακας, δρομεῖς δὲ ἄλλους καὶ χιλιάρχους καὶ ἑκατοντάρχους, ποιήσουσι δὲ καὶ τεχνίτας ὁπλοποιοὺς καὶ ἁρματοποιοὺς καὶ ὀργάνων τέκτονας γεωργούς τε καὶ τῶν ἰδίων ἀγρῶν ἐπιμελητὰς καὶ σκαπανεῖς ἀμπέλων,
καὶ οὐδέν ἐστιν ὃ μὴ κελευόμενοι ποιήσουσιν ἀνδραπόδων ἀργυρωνήτων τρόπον· καὶ τὰς θυγατέρας δʼ ὑμῶν μυρεψοὺς ἀποφανοῦσι καὶ ὀψοποιοὺς καὶ σιτοποιούς, καὶ πᾶν ἔργον ὃ θεραπαινίδες ἐξ ἀνάγκης πληγὰς φοβούμεναι καὶ βασάνους ὑπηρετήσουσι. κτῆσιν δὲ τὴν ὑμετέραν ἀφαιρήσονται καὶ ταύτην εὐνούχοις καὶ σωματοφύλαξι δωρήσονται καὶ βοσκημάτων ἀγέλας τοῖς αὑτῶν προσνεμοῦσι.
συνελόντι δʼ εἰπεῖν, δουλεύσετε μετὰ πάντων τῶν ὑμετέρων τῷ βασιλεῖ σὺν τοῖς αὑτῶν οἰκέταις· ὃς γενόμενος μνήμην ὑμῖν τῶνδε τῶν λόγων γεννήσει καὶ τῷ πάσχειν αὐτὰ μεταγινώσκοντας ἱκετεῦσαι τὸν θεὸν ἐλεῆσαί τε ὑμᾶς καὶ δωρήσασθαι ταχεῖαν ἀπαλλαγὴν τῶν βασιλέων· ὁ δʼ οὐ προσδέξεται τὰς δεήσεις, ἀλλὰ παραπέμψας ἐάσει δίκην ὑποσχεῖν ὑμᾶς τῆς αὑτῶν κακοβουλίας.
Ἦν δʼ ἄρα καὶ πρὸς τὰς προρρήσεις τῶν συμβησομένων ἀνόητον τὸ πλῆθος καὶ δύσκολον ἐξελεῖν τῆς διανοίας κρίσιν ἤδη παρὰ τῷ λογισμῷ καθιδρυμένην· οὐδὲ γὰρ ἐπεστράφησαν οὐδʼ ἐμέλησεν αὐτοῖς τῶν Σαμουήλου λόγων, ἀλλʼ ἐνέκειντο λιπαρῶς καὶ χειροτονεῖν ἠξίουν ἤδη τὸν βασιλέα καὶ μὴ φροντίζειν τῶν ἐσομένων·
ἐπὶ γὰρ τιμωρίᾳ τῶν ἐχθρῶν ἀνάγκη τὸν πολεμήσοντα σὺν αὑτοῖς ἔχειν, καὶ οὐδὲν ἄτοπον εἶναι τῶν πλησιοχώρων βασιλευομένων τὴν αὐτὴν ἔχειν αὐτοὺς πολιτείαν. ὁρῶν δʼ αὐτοὺς μηδʼ ὑπὸ τῶν προειρημένων ἀπεστραμμένους ὁ Σαμουῆλος, ἀλλʼ ἐπιμένοντας νῦν μὲν, εἶπεν, ἄπιτε πρὸς αὑτοὺς ἕκαστος, μεταπέμψομαι δὲ ὑμᾶς εἰς δέον, ὅταν μάθω παρὰ τοῦ θεοῦ τίνα δίδωσιν ὑμῖν βασιλέα.
Ἦν δέ τις ἐκ τῆς Βενιαμίτιδος φυλῆς ἀνὴρ εὖ γεγονὼς καὶ ἀγαθὸς τὸ ἦθος, Κεὶς ὄνομα· τούτῳ παῖς ὑπῆρχεν, ἦν δὲ νεανίας τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας τό τε φρόνημα καὶ τὴν διάνοιαν ἀμείνων τῶν βλεπομένων· Σαοῦλον αὐτὸν ἐκάλουν.
οὗτος ὁ Κείς, ὄνων αὐτῷ ἐκ τῆς νομῆς καλῶν ἀποπλανηθεισῶν, ἥδετο γὰρ αὐταῖς ὡς οὐκ ἄλλῳ τινὶ τῶν κτημάτων, τὸν υἱὸν μεθʼ ἑνὸς θεράποντος ἐπὶ ζήτησιν τῶν κτηνῶν ἐξέπεμψεν· ὁ δʼ ἐπεὶ τὴν πάτριον περιῆλθε φυλὴν εἰς τὰς ἄλλας ἀφίκετο, οὐδʼ ἐν ταύταις δʼ ἐπιτυχὼν ἀπιέναι διεγνώκει, μὴ ποιήσῃ περὶ αὑτοῦ τῷ πατρὶ λοιπὸν φροντίδα.
τοῦ δʼ ἑπομένου θεράποντος ὡς ἐγένοντο κατὰ τὴν Ἁραμαθὰ πόλιν εἶναι προφήτην ἐν αὐτῇ φήσαντος ἀληθῆ καὶ πρὸς αὐτὸν βαδίζειν συμβουλεύσαντος, γνώσεσθαι γὰρ παρʼ αὐτοῦ τὸ περὶ τῶν ὄνων τέλος, οὐθὲν ἔχειν πορευθέντας εἶπεν ἀντὶ τῆς προφητείας ὃ παράσχωσιν αὐτῷ· κεκενῶσθαι γὰρ ἤδη τῶν ἐφοδίων.
τοῦ δʼ οἰκέτου τέταρτον αὐτῷ παρεῖναι σίκλου φήσαντος καὶ τοῦτο δώσειν, ὑπὸ γὰρ ἀγνοίας τοῦ μὴ λαμβάνειν τὸν προφήτην μισθὸν ἐπλανῶντο, παραγίνονται καὶ πρὸς ταῖς πύλαις παρατυγχάνοντες παρθένοις ἐφʼ ὕδωρ βαδιζούσαις ἐρωτῶσιν αὐτὰς τοῦ προφήτου τὴν οἰκίαν. αἱ δὲ σημαίνουσι καὶ σπεύδειν παρεκελεύσαντο πρὶν αὐτὸν εἰς τὸ δεῖπνον κατακλιθῆναι· πολλοὺς γὰρ ἑστιᾶν καὶ προκατακλίνεσθαι τῶν κεκλημένων.
ὁ δὲ Σαμουῆλος διὰ τοῦτο πολλοὺς ἐπὶ τὴν ἑστίαν τότε συνήγαγε· δεομένῳ γὰρ κατὰ πᾶσαν ἡμέραν αὐτῷ τοῦ θεοῦ προειπεῖν τίνα ποιήσει βασιλέα τῇ παρελθούσῃ τοῦτον μηνύσαντος, πέμψειν γὰρ αὐτός τινα νεανίσκον ἐκ τῆς Βενιαμίτιδος φυλῆς κατὰ τήνδε τὴν ὥραν, αὐτὸς μὲν ἐπὶ τοῦ δώματος καθεζόμενος ἐξεδέχετο τὸν καιρὸν γενέσθαι, πληρωθέντος δʼ αὐτοῦ καταβὰς ἐπὶ τὸ δεῖπνον ἐπορεύετο.
συναντᾷ δὲ τῷ Σαούλῳ καὶ ὁ θεὸς αὐτῷ σημαίνει τοῦτον εἶναι τὸν ἄρξειν μέλλοντα. Σαοῦλος δὲ πρόσεισι τῷ Σαμουήλῳ καὶ προσαγορεύσας ἐδεῖτο μηνύειν τὴν οἰκίαν τοῦ προφήτου· ξένος γὰρ ὢν ἀγνοεῖν ἔφασκε.
τοῦ δὲ Σαμουήλου αὐτὸν εἶναι φράσαντος καὶ ἄγοντος ἐπὶ τὸ δεῖπνον, ὡς τῶν ὄνων ἐφʼ ὧν τὴν ζήτησιν ἐκπεμφθείη σεσωσμένων τά τε πάντα ἀγαθὰ ἔχειν αὐτῷ κεκυρωμένα, προστυχών ἀλλʼ ἥττων, εἶπεν, ἐγὼ, δέσποτα, ταύτης τῆς ἐλπίδος καὶ φυλῆς μικροτέρας ἢ βασιλέας ποιεῖν καὶ πατριᾶς ταπεινοτέρας τῶν ἄλλων πατριῶν. σὺ δὲ παίζεις καὶ γέλωτά με τίθεσαι περὶ μειζόνων ἢ κατὰ τὴν ἐμὴν χώραν διαλεγόμενος.
ὁ δὲ προφήτης ἀγαγὼν αὐτὸν ἐπὶ τὴν ἑστίαν κατακλίνει καὶ τὸν ἀκόλουθον ἐπάνω τῶν κεκλημένων· οὗτοι δʼ ἦσαν ἑβδομήκοντα τὸν ἀριθμόν· προστάσσει δὲ τοῖς διακόνοις παραθεῖναι τῷ Σαούλῳ μερίδα βασιλικήν. ἐπεὶ δὲ κοίτης ὥρα προσῆγεν οἱ μὲν ἀναστάντες ἀπελύοντο πρὸς αὑτοὺς ἕκαστοι, ὁ δὲ Σαοῦλος παρὰ τῷ προφήτῃ σὺν τῷ θεράποντι κατεκοιμήθη.
Ἅμα δὲ ἡμέρᾳ Σαμουῆλος ἀναστήσας αὐτὸν ἐκ τῆς κοίτης προύπεμπε καὶ γενόμενος ἔξω τῆς πόλεως ἐκέλευσε τὸν μὲν θεράποντα ποιῆσαι προελθεῖν, ὑπολείπεσθαι δὲ αὐτὸν· ἔχειν γὰρ αὐτῷ τι φράσαι μηδενὸς ἄλλου παρόντος.
καὶ ὁ μὲν Σαοῦλος ἀποπέμπεται τὸν ἀκόλουθον, λαβὼν δʼ ὁ προφήτης τὸ ἅγιον ἔλαιον καταχεῖ τῆς τοῦ νεανίσκου κεφαλῆς καὶ κατασπασάμενος ἴσθι, φησὶ, βασιλεὺς ὑπὸ τοῦ θεοῦ κεχειροτονημένος ἐπί τε Παλαιστίνους καὶ τὴν ὑπὲρ Ἑβραίων ἄμυναν. τούτων δὲ ἔσται σοι σημεῖον ὅ σε βούλομαι προγινώσκειν·
ὅταν ἀπέλθῃς ἐντεῦθεν καταλήψῃ τρεῖς ἀνθρώπους ἐν τῇ ὁδῷ προσκυνῆσαι τῷ θεῷ πορευομένους εἰς Βέθηλα, ὧν τὸν μὲν πρῶτον τρεῖς ἄρτους ὄψει κομίζοντα, τὸν δὲ δεύτερον ἔριφον, ὁ τρίτος δὲ ἀσκὸν οἴνου φέρων ἀκολουθήσει. ἀσπάσονται δέ σε οὗτοι καὶ φιλοφρονήσονται καὶ δώσουσί σοι ἄρτους δύο, σὺ δὲ λήψῃ.
κἀκεῖθεν ἥξεις εἰς τὸ Ῥαχήλας καλούμενον μνημεῖον, ὅπου συμβαλεῖς τῷ σεσῶσθαί σου τὰς ὄνους εὐαγγελιουμένῳ· ἔπειτʼ ἐκεῖθεν ἐλθὼν εἰς Γεβαθὰ προφήταις ἐκκλησιάζουσιν ἐπιτεύξῃ καὶ γενόμενος ἔνθεος προφητεύσεις σὺν αὐτοῖς, ὡς πάνθʼ ὅντινʼ ὁρῶντα ἐκπλήττεσθαί τε καὶ θαυμάζειν λέγοντα πόθεν εἰς τοῦτο εὐδαιμονίας ὁ Κεισαίου παῖς παρῆλθεν; ὅταν δέ σοι ταῦτα γένηται τὰ σημεῖα,
τὸν θεὸν ἴσθι μετὰ σοῦ τυγχάνοντα, ἄσπασαί τε τὸν πατέρα σου καὶ τοὺς συγγενεῖς. ἥξεις δὲ μετάπεμπτος εἰς Γάλγαλα ὑπʼ ἐμοῦ, ἵνα χαριστήρια τούτων θύσωμεν τῷ θεῷ. φράσας ταῦτα καὶ προειπὼν ἀποπέμπει τὸν νεανίσκον· τῷ Σαούλῳ δὲ πάντα κατὰ τὴν Σαμουήλου προφητείαν ἀπήντησεν.
Ὡς δὲ ἦλθεν εἰς τὴν οἰκίαν τοῦ συγγενοῦς αὐτοῦ Ἀβηνάρου, καὶ γὰρ ἐκεῖνον τῶν ἄλλων οἰκείων μᾶλλον ἔστεργεν, ἀνερωτῶντος περὶ τῆς ἀποδημίας καὶ τῶν κατʼ αὐτὸν γεγονότων τῶν μὲν ἄλλων οὐδὲν ἀπεκρύψατο οὐδʼ ὡς ἀφίκοιτο παρὰ Σαμουῆλον τὸν προφήτην οὐδʼ ὡς ἐκεῖνος αὐτῷ σεσῶσθαι τὰς ὄνους ἔφρασε, περὶ δὲ τῆς βασιλείας καὶ τῶν κατʼ αὐτὴν,
ἃ φθόνον ἀκουόμενα καὶ ἀπιστίαν ἔχειν ᾤετο, σιωπᾷ πρὸς αὐτὸν καὶ οὐδὲ πρὸς εὔνουν σφόδρα δοκοῦντα εἶναι καὶ περισσότερον τῶν ἀφʼ αἵματος ὑπʼ αὐτοῦ στεργόμενον ἀσφαλὲς ἢ σῶφρον ἔδοξε μηνύειν λογισάμενος οἶμαι τὴν ἀνθρωπίνην φύσιν οἵα ταῖς ἀληθείαις ἐστίν, ὅτι βεβαίως οὐδεὶς οὔτε φίλων οὔτε συγγενῶν οὐδʼ ἄχρι τῶν παρὰ τοῦ θεοῦ λαμπρῶν ἀποσώζει τὴν διάθεσιν, ἀλλὰ πρὸς τὰς ὑπεροχὰς κακοήθεις τυγχάνουσιν ἤδη καὶ βάσκανοι.
Σαμουῆλος δὲ καλεῖ τὸν λαὸν εἰς Μασφὰ πόλιν καὶ πρὸς αὐτὸν διατίθεται λόγους, οὓς κατʼ ἐντολὴν φράζειν ἔλεγε τοῦ θεοῦ, ὅτι τὴν ἐλευθερίαν αὐτοῖς ἐκείνου παρασχόντος καὶ τοὺς πολεμίους δουλώσαντος ἀμνημονήσειαν τῶν εὐεργεσιῶν, καὶ τὸν μὲν θεὸν ἀποχειροτονοῦσι τῆς βασιλείας οὐκ εἰδότες ὡς συμφορώτατον ὑπὸ τοῦ πάντων ἀρίστου προστατεῖσθαι,
θεὸς δὲ πάντων ἄριστος, αἱροῦνται δʼ ἔχειν ἄνθρωπον βασιλέα, ὃς ὡς κτήματι τοῖς ὑποτεταγμένοις κατὰ βούλησιν καὶ ἐπιθυμίαν καὶ τῶν ἄλλων παθῶν ὁρμὴν χρήσεται τῆς ἐξουσίας ἀφειδῶς ἐμφορούμενος, ἀλλʼ οὐχ ὡς ἴδιον ἔργον καὶ κατασκεύασμα τὸ τῶν ἀνθρώπων γένος οὕτως διατηρῆσαι σπουδάσει, ὁ θεὸς δὲ κατὰ ταύτην τὴν αἰτίαν κήδοιτο. ἀλλʼ ἐπεὶ δέδοκται ταῦτα ὑμῖν καὶ κεκράτηκεν ἡ πρὸς τὸν θεὸν ὕβρις, τάχθητε πάντες κατὰ φυλάς τε καὶ σκῆπτρα καὶ κλήρους βάλετε.
Ποιησάντων δὲ τοῦτο τῶν Ἑβραίων ὁ τῆς Βενιαμίτιδος κλῆρος ἐξέπεσε, ταύτης δὲ κληρωθείσης ἔλαχεν ἡ Ματρὶς καλουμένη πατριὰ, ἧς κατʼ ἄνδρα κληρωθείσης λαγχάνει ὁ Κεισαίου βασιλεύειν παῖς Σαοῦλος.
γνοὺς δὲ τοῦθʼ ὁ νεανίσκος φθάσας ἐκποδὼν αὑτὸν ἐποίει μὴ βουλόμενος οἶμαι δοκεῖν τὴν ἀρχὴν ἑκὼν λαμβάνειν, ἀλλὰ τοσαύτην ἐνεδείξατο ἐγκράτειαν καὶ σωφροσύνην, ὥστε τῶν πλείστων οὐδʼ ἐπὶ μικραῖς εὐπραγίαις τὴν χαρὰν κατασχεῖν δυναμένων, ἀλλʼ εἰς τὸ πᾶσι γενέσθαι φανεροὺς προπιπτόντων, ὁ δʼ οὐ μόνον οὐδὲν ἐνέφηνε τοιοῦτον ἐπὶ βασιλείᾳ καὶ τῷ τοσούτων καὶ τηλικούτων ἐθνῶν ἀποδεδεῖχθαι δεσπότης, ἀλλὰ καὶ τῆς ὄψεως αὑτὸν τῆς τῶν βασιλευθησομένων ἐξέκλεψεν καὶ ζητεῖν αὐτὸν καὶ περὶ τοῦτο πονεῖν παρεσκεύασεν.
ὧν ἀμηχανούντων καὶ φροντιζόντων, ὅτι καὶ γένοιτο ἀφανὴς ὁ Σαοῦλος, ὁ προφήτης ἱκέτευε τὸν θεὸν δεῖξαι ποῦ ποτʼ εἴη καὶ παρασχεῖν εἰς ἐμφανὲς τὸν νεανίσκον.