Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 6

 
α. Φθορὰ Παλαιστίνων καὶ τῆς γῆς αὐτῶν ἐξ ὀργῆς τοῦ θεοῦ διὰ τὴν αἰχμαλωτευθεῖσαν ὑπ' αὐτῶν κιβωτόν, καὶ τίνα τρόπον ἀπέπεμψαν αὐτὴν τοῖς Ἑβραίοις.
 
β. στρατεία Παλαιστίνων ἐπ' αὐτοὺς καὶ νίκη Ἑβραίων Σαμουήλου στρατηγοῦντος αὐτῶν τοῦ προφήτου.
 
γ. ὡς Σαμουῆλος διὰ τὸ γῆρας ἀσθενὴς ὢν τὰ πράγματα διοικεῖν τοῖς παισὶν αὐτοῦ ἐνεχείρισεν.
 
δ. ὡς οὐ καλῶς προϊσταμένων ἐκείνων τῆς ἀρχῆς τὸ πλῆθος ὑπ' ὀργῆς ᾐτήσατο βασιλεύεσθαι.
 
ε. Σαμουήλου πρὸς τοῦτο ἀγανάκτησις καὶ βασιλέως αὐτοῖς ἀνάδειξις Σαούλου τοὔνομα κελεύσαντος τοῦ θεοῦ. 5
 
ϛ. Σαούλου στρατεία ἐπὶ τὸ Ἀμμανιτῶν ἔθνος καὶ νίκη καὶ διαρπαγὴ τῶν πολεμίων.
 
ζ. ὡς στρατευσάμενοι πάλιν ἐπὶ τοὺς Ἑβραίους οἱ Παλαιστῖνοι ἡττήθησαν.
 
η. Σαούλου πρὸς Ἀμαληκίτας πόλεμος καὶ νίκη.
 
θ. ὅτι παραβαίνοντος Σαούλου τὰς ἐντολὰς τοῦ προφήτου Σαμουῆλος ἄλλον ἀπέδειξε βασιλέα κρύφα Δαβίδην ὄνομα κατ' ἐπιτροπὴν τοῦ θεοῦ.
 
ι. ὡς καὶ πάλιν ἐπεστράτευσαν τοῖς Ἑβραίοις οἱ Παλαιστῖνοι ἔτι Σαούλου βασιλεύοντος. 10
 
ια. μονομαχία Δαβίδου τότε πρὸς Γολίαθον τὸν ἄριστον τῶν Παλαιστίνων καὶ ἀναίρεσις τοῦ Γολιάθου καὶ ἧττα τῶν Παλαιστίνων.
 
ιβ. ὡς θαυμάσας τὸν Δαβίδην τῆς ἀνδρείας συνῴκισεν αὐτῷ τὴν θυγατέρα Σαοῦλος.
 
ιγ. ὅτι μετὰ ταῦτα ὕποπτον αὐτῷ τὸν Δαβίδην γενόμενον ὁ βασιλεὺς ἐσπούδασεν ἀποκτεῖναι.
 
ιδ. ὡς πολλάκις καὶ Δαβίδης κινδυνεύσας ἀποθανεῖν ὑπὸ τοῦ Σαούλου διέφυγε καὶ Σαοῦλον δὶς ἐπ' αὐτῷ γενόμενον ὥστε ἀνελεῖν οὐ διεχρήσατο.
 
ιε. ὡς στρατευσαμένων Παλαιστίνων πάλιν ἐπὶ τοὺς Ἑβραίους ἡττήθησαν οἱ Ἑβραῖοι τῇ μάχῃ καὶ ὁ βασιλεὺς αὐτῶν Σαοῦλος ἀπέθανε μετὰ τῶν παίδων μαχόμενος. 15
 
περιέχει ἡ βίβλος χρόνον ἐτῶν λβ.
 
Λαβόντες δʼ οἱ Παλαιστῖνοι τὴν τῶν πολεμίων κιβωτὸν αἰχμάλωτον, ὡς προειρήκαμεν μικρὸν ἔμπροσθεν, εἰς Ἄζωτον ἐκόμισαν πόλιν καὶ παρὰ τὸν αὐτῶν θεὸν ὥσπερ τι λάφυρον, Δαγὼν δʼ οὗτος ἐκαλεῖτο, τιθέασι.
 
τῇ δʼ ἐπιούσῃ πάντες ὑπὸ τὴν τῆς ἡμέρας ἀρχὴν εἰσιόντες εἰς τὸν ναὸν προσκυνῆσαι τὸν θεὸν ἐπιτυγχάνουσιν αὐτῷ τοῦτο ποιοῦντι τὴν κιβωτὸν· ἔκειτο γὰρ ἐπʼ αὐτῆς ἀποπεπτωκὼς τῆς βάσεως, ἐφʼ ἧς ἑστὼς διετέλει· καὶ βαστάσαντες πάλιν ἐφιστᾶσιν αὐτὸν ἐπὶ ταύτης δυσφορήσαντες ἐπὶ τῷ γεγενημένῳ. πολλάκις δὲ φοιτῶντες παρὰ τὸν Δαγὼν καὶ καταλαμβάνοντες ὁμοίως ἐπὶ τοῦ προσκυνοῦντος τὴν κιβωτὸν σχήματος κείμενον ἐν ἀπορίᾳ δεινῇ καὶ συγχύσει καθίσταντο.
 
καὶ τελευταῖον ἀπέσκηψεν εἰς τὴν τῶν Ἀζωτίων πόλιν καὶ τὴν χώραν αὐτῶν φθορὰν τὸ θεῖον καὶ νόσον· ἀπέθνησκον γὰρ ὑπὸ δυσεντερίας, πάθους χαλεποῦ καὶ τὴν ἀναίρεσιν ὀξυτάτην ἐπιφέροντος πρὶν ἢ τὴν ψυχὴν αὐτοῖς εὐθανάτως ἀπολυθῆναι τοῦ σώματος, τὰ ἐντὸς ἀναφέροντες ἐξεμοῦντες διαβεβρωμένα καὶ παντοίως ὑπὸ τῆς νόσου διεφθαρμένα· τὰ δʼ ἐπὶ τῆς χώρας μυῶν πλῆθος ἀνελθὸν ἐπὶ τῆς γῆς κατέβλαψε μήτε φυτῶν μήτε καρπῶν ἀποσχόμενον.
 
ἐν δὴ τούτοις ὄντες τοῖς κακοῖς οἱ Ἀζώτιοι καὶ πρὸς τὰς συμφορὰς ἀντέχειν οὐ δυνάμενοι συνῆκαν ἐκ τῆς κιβωτοῦ ταύτας αὐτοῖς ἀνασχεῖν, καὶ τὴν νίκην καὶ τὴν ταύτης αἰχμαλωσίαν οὐκ ἐπʼ ἀγαθῷ γεγενημένην. πέμπουσιν οὖν πρὸς τοὺς Ἀσκαλωνίτας ἀξιοῦντες τὴν κιβωτὸν αὐτοὺς παρὰ σφᾶς δέχεσθαι.
 
τοῖς δὲ οὐκ ἀηδὴς ἡ τῶν Ἀζωτίων δέησις προσέπεσεν, ἀλλʼ ἐπινεύουσι μὲν αὐτοῖς τὴν χάριν, λαβόντες δὲ τὴν κιβωτὸν ἐν τοῖς ὁμοίοις δεινοῖς κατέστησαν· συνεξεκόμισε γὰρ αὑτῇ τὰ τῶν Ἀζωτίων ἡ κιβωτὸς πάθη πρὸς τοὺς ἀπʼ ἐκείνων αὐτὴν δεχομένους· καὶ πρὸς ἄλλους παρʼ αὑτῶν ἀποπέμπουσιν Ἀσκαλωνῖται.
 
μένει δʼ οὐδὲ παρʼ ἐκείνοις· ὑπὸ γὰρ τῶν αὐτῶν παθῶν ἐλαυνόμενοι πρὸς τὰς ἐχομένας ἀπολύουσι πόλεις. καὶ τοῦτον ἐκπεριέρχεται τὸν τρόπον τὰς πέντε τῶν Παλαιστίνων πόλεις ἡ κιβωτὸς ὥσπερ δασμὸν ἀπαιτοῦσα παρʼ ἑκάστης τοῦ πρὸς αὐτὰς ἐλθεῖν ἃ διʼ αὐτὴν ἔπασχον.
 
Ἀπειρηκότες δὲ τοῖς κακοῖς οἱ πεπειραμένοι καὶ τοῖς ἀκούουσιν αὐτὰ διδασκαλία γινόμενοι τοῦ μὴ προσδέξασθαι τὴν κιβωτόν ποτε πρὸς αὑτοὺς ἐπὶ τοιούτῳ μισθῷ καὶ τέλει, τὸ λοιπὸν ἐζήτουν μηχανὴν καὶ πόρον ἀπαλλαγῆς αὐτῆς.
 
καὶ συνελθόντες οἱ ἐκ τῶν πέντε πόλεων ἄρχοντες, Γίττης καὶ Ἀκάρων καὶ Ἀσκάλωνος ἔτι δὲ Γάζης καὶ Ἀζώτου, ἐσκόπουν τί δεῖ ποιεῖν. καὶ τὸ μὲν πρῶτον ἐδόκει τὴν κιβωτὸν ἀποπέμπειν τοῖς οἰκείοις, ὡς ὑπερεκδικοῦντος αὐτὴν τοῦ θεοῦ καὶ συνεπιδημησάντων αὐτῇ τῶν δεινῶν διὰ τοῦτο καὶ συνεισβαλόντων μετʼ ἐκείνης εἰς τὰς πόλεις αὐτῶν·
 
ἦσαν δὲ οἱ λέγοντες τοῦτο μὲν μὴ ποιεῖν μηδʼ ἐξαπατᾶσθαι τὴν αἰτίαν τῶν κακῶν εἰς ἐκείνην ἀναφέροντας· οὐ γὰρ ταύτην εἶναι τὴν δύναμιν αὐτῇ καὶ τὴν ἰσχύν· οὐ γὰρ ἄν ποτʼ αὐτῆς κηδομένου τοῦ θεοῦ ὑποχείριον ἀνθρώποις γενέσθαι. ἡσυχάζειν δὲ καὶ πρᾴως ἔχειν ἐπὶ τοῖς συμβεβηκόσι παρῄνουν αἰτίαν τούτων οὐκ ἄλλην ἢ μόνην λογιζομένους τὴν φύσιν, ἣ καὶ σώμασι καὶ γῇ καὶ φυτοῖς καὶ πᾶσι τοῖς ἐξ αὐτῆς συνεστῶσι κατὰ χρόνων περιόδους τίκτει τοιαύτας μεταβολάς.
 
νικᾷ δὲ τὰς προειρημένας γνώμας ἀνδρῶν ἔν τε τοῖς ἐπάνω χρόνοις συνέσει καὶ φρονήσει διαφέρειν πεπιστευμένων συμβουλία καὶ τότε μάλιστα δοξάντων· ἁρμοζόντως λέγειν τοῖς παροῦσιν, οἳ μήτʼ ἀποπέμπειν ἔφασαν τὴν κιβωτὸν μήτε κατασχεῖν, ἀλλὰ πέντε μὲν ἀνδριάντας ὑπὲρ ἑκάστης πόλεως χρυσοῦς ἀναθεῖναι τῷ θεῷ χαριστήριον, ὅτι προενόησεν αὐτῶν τῆς σωτηρίας καὶ κατέσχεν ἐν τῷ βίῳ διωκομένους ἐξ αὐτοῦ παθήμασιν, οἷς οὐκέτι ἦν ἀντιβλέψαι, τοσούτους δὲ τὸν ἀριθμὸν μύας χρυσοῦς τοῖς κατανεμηθεῖσιν αὐτῶν καὶ διαφθείρασι τὴν χώραν ἐμφερεῖς·
 
ἔπειτα βαλόντας εἰς γλωσσόκομον αὐτοὺς καὶ θέντας ἐπὶ τὴν κιβωτὸν ἅμαξαν αὐτῇ καινὴν κατασκευάσαι, καὶ βόας ὑποζεύξαντας ἀρτιτόκους τὰς μὲν πόρτις ἐγκλεῖσαι καὶ κατασχεῖν, μὴ ταῖς μητράσιν ἐμποδὼν ἑπόμεναι γένωνται, πόθῳ δʼ αὐτῶν ὀξυτέραν ποιῶνται τὴν πορείαν· ἐκείνας δʼ ἐξελάσαντας τὴν κιβωτὸν φερούσας ἐπὶ τριόδου καταλιπεῖν αὐταῖς ἐπιτρέψαντας ἣν βούλονται τῶν ὁδῶν ἀπελθεῖν·
 
κἂν μὲν τὴν Ἑβραίων ἀπίωσι καὶ τὴν τούτων χώραν ἀναβαίνωσιν, ὑπολαμβάνειν τὴν κιβωτὸν αἰτίαν τῶν κακῶν, ἂν δὲ ἄλλην τράπωνται, μεταδιώξωμεν αὐτὴν, ἔφασαν, μαθόντες ὅτι μηδεμίαν ἰσχὺν τοιαύτην ἔχει.
 
Ἔκριναν δʼ αὐτὰ καλῶς εἰρῆσθαι καὶ τοῖς ἔργοις εὐθὺς τὴν γνώμην ἐκύρωσαν. καὶ ποιήσαντες μὲν τὰ προειρημένα προάγουσιν τὴν ἅμαξαν ἐπὶ τὴν τρίοδον καὶ καταλιπόντες ἀνεχώρησαν, τῶν δὲ βοῶν τὴν ὀρθὴν ὁδὸν ὥσπερ ἡγουμένου τινὸς αὐταῖς ἀπιουσῶν ἠκολούθουν οἱ τῶν Παλαιστίνων ἄρχοντες, ποῦ ποτε στήσονται καὶ πρὸς τίνας ἥξουσι βουλόμενοι μαθεῖν.
 
κώμη δέ τίς ἐστι τῆς Ἰούδα φυλῆς Βήθης ὄνομα· εἰς ταύτην ἀφικνοῦνται αἱ βόες, καὶ πεδίου μεγάλου καὶ καλοῦ τὴν πορείαν αὐτῶν ἐκδεξαμένου παύονται προσωτέρω χωρεῖν στήσασαι τὴν ἅμαξαν αὐτόθι. θέα δὲ ἦν τοῖς ἐν τῇ κώμῃ καὶ περιχαρεῖς ἐγένοντο· θέρους γὰρ ὥρᾳ πάντες ἐπὶ τὴν συγκομιδὴν τῶν καρπῶν ἐν ταῖς ἀρούραις ὑπάρχοντες ὡς εἶδον τὴν κιβωτὸν ὑφʼ ἡδονῆς ἁρπαγέντες καὶ τὸ ἔργον ἐκ τῶν χειρῶν ἀφέντες ἔδραμον εὐθὺς ἐπὶ τὴν ἅμαξαν.
 
καὶ καθελόντες τὴν κιβωτὸν καὶ τὸ ἄγγος, ὃ τοὺς ἀνδριάντας εἶχε καὶ τοὺς μύας, τιθέασιν ἐπί τινος πέτρας, ἥτις ἦν ἐν τῷ πεδίῳ, καὶ θύσαντες λαμπρῶς τῷ θεῷ καὶ κατευωχηθέντες τήν τε ἅμαξαν καὶ τοὺς βόας ὡλοκαύτωσαν. καὶ ταῦτʼ ἰδόντες οἱ τῶν Παλαιστίνων ἄρχοντες ἀνέστρεψαν ὀπίσω.
 
Ὀργὴ δὲ καὶ χόλος τοῦ θεοῦ μέτεισιν ἑβδομήκοντα τῶν ἐκ τῆς Βήθης κώμης, οὓς οὐκ ὄντας ἀξίους ἅψασθαι τῆς κιβωτοῦ, ἱερεῖς γὰρ οὐκ ἦσαν, καὶ προσελθόντας αὐτῇ βαλὼν ἀπέκτεινεν. ἔκλαυσαν δὲ ταῦτα παθόντας αὐτοὺς οἱ κωμῆται, καὶ πένθος ἐπʼ αὐτοῖς ἤγειραν οἷον εἰκὸς ἐπὶ θεοπέμπτῳ κακῷ καὶ τὸν ἴδιον ἕκαστος ἀπεθρήνει·
 
τοῦ τε μένειν τὴν κιβωτὸν παρʼ αὐτοῖς ἀναξίους ἀποφαίνοντες αὑτοὺς καὶ πρὸς τὸ κοινὸν τῶν Ἑβραίων πέμψαντες ἐδήλουν ἀποδεδόσθαι τὴν κιβωτὸν ὑπὸ τῶν Παλαιστίνων. κἀκεῖνοι γνόντες τοῦτο ἀποκομίζουσιν αὐτὴν εἰς Καριαθιαρεὶμ γείτονα πόλιν τῆς Βήθης κώμης.
 
ἔνθα τινὸς Λευΐτου τὸ γένος Ἀμιναδάβου δόξαν ἔχοντος ἐπὶ δικαιοσύνῃ καὶ θρησκείᾳ καταβιοῦντος εἰς οἰκίαν τὴν κιβωτὸν ἤγαγον, ὥσπερ εἰς πρέποντα τῷ θεῷ τόπον ἐν ᾧ κατῴκει δίκαιος ἄνθρωπος. ἐθεράπευον δὲ τὴν κιβωτὸν οἱ τούτου παῖδες καὶ τῆς ἐπιμελείας ταύτης ἕως ἐτῶν εἴκοσι προέστησαν· τοσαῦτα γὰρ ἔμεινεν ἐν τῇ Καριαθιαρεὶμ ποιήσασα παρὰ τοῖς Παλαιστίνοις μῆνας τέσσαρας.
 
Τοῦ δὲ λαοῦ παντὸς ἐκείνῳ τῷ χρόνῳ, καθʼ ὃν εἶχεν ἡ τῶν Καριαθιαρειμιτῶν πόλις τὴν κιβωτὸν, ἐπʼ εὐχὰς καὶ θυσίας τραπέντος τοῦ θεοῦ καὶ πολλὴν ἐμφανίζοντος τὴν περὶ αὐτὸν θρησκείαν καὶ φιλοτιμίαν, ὁ προφήτης Σαμουῆλος ἰδὼν αὐτῶν τὴν προθυμίαν, ὡς εὔκαιρον πρὸς οὕτως ἔχοντας εἰπεῖν περὶ ἐλευθερίας καὶ τῶν ἀγαθῶν τῶν ἐν αὐτῇ, χρῆται λόγοις οἷς ᾤετο μάλιστα τὴν διάνοιαν αὐτῶν προσάξεσθαι καὶ πείσειν·
 
ἄνδρες, γὰρ εἶπεν, οἷς ἔτι νῦν βαρεῖς μὲν πολέμιοι Παλαιστῖνοι, θεὸς δʼ εὐμενὴς ἄρχεται γίνεσθαι καὶ φίλος, οὐκ ἐπιθυμεῖν ἐλευθερίας δεῖ μόνον, ἀλλὰ καὶ ποιεῖν διʼ ὧν ἂν ἔλθοι πρὸς ὑμᾶς, οὐδὲ βούλεσθαι μὲν ἀπηλλάχθαι δεσποτῶν ἐπιμένειν δὲ πράττοντας ἐξ ὧν οὗτοι διαμενοῦσιν·
 
ἀλλὰ γίνεσθε δίκαιοι, καὶ τὴν πονηρίαν ἐκβαλόντες τῶν ψυχῶν καὶ θεραπεύσαντες αὐτὴν ὅλαις ταῖς διανοίαις προστρέπεσθε τὸ θεῖον καὶ τιμῶντες διατελεῖτε· ταῦτα γὰρ ὑμῖν ποιοῦσιν ἥξει τὰ ἀγαθά, δουλείας ἀπαλλαγὴ καὶ νίκη πολεμίων, ἃ λαβεῖν οὔθʼ ὅπλοις οὔτε σωμάτων ἀλκαῖς οὔτε πλήθει συμμάχων δυνατόν ἐστιν· οὐ γὰρ τούτοις ὁ θεὸς ὑπισχνεῖται παρέξειν αὐτά, τῷ δʼ ἀγαθοὺς εἶναι καὶ δικαίους· ἐγγυητὴς δὲ αὐτοῦ τῶν ὑποσχέσεων ἐγὼ γίνομαι.
 
ταῦτʼ εἰπόντος ἐπευφήμησε τὸ πλῆθος ἡσθὲν τῇ παραινέσει καὶ κατένευσεν αὑτὸ παρέξειν κεχαρισμένον τῷ θεῷ. συνάγει δʼ αὐτοὺς ὁ Σαμουῆλος εἴς τινα πόλιν λεγομένην Μασφάτην· κατοπτευόμενον τοῦτο σημαίνει κατὰ τὴν τῶν Ἑβραίων γλῶτταν· ἐντεῦθεν ὑδρευσάμενοί τε σπένδουσι τῷ θεῷ καὶ διανηστεύσαντες ὅλην τὴν ἡμέραν ἐπʼ εὐχὰς τρέπονται.
 
Οὐ λανθάνουσι δὲ τοὺς Παλαιστίνους ἐκεῖ συναχθέντες, ἀλλὰ μαθόντες οὗτοι τὴν ἄθροισιν αὐτῶν μεγάλῃ στρατιᾷ καὶ δυνάμει κατʼ ἐλπίδα τοῦ μὴ προσδοκῶσι μηδὲ παρεσκευασμένοις ἐπιπεσεῖσθαι τοῖς Ἑβραίοις ἐπέρχονται.
 
καταπλήττει δʼ αὐτοὺς τοῦτο καὶ εἰς ταραχὴν ἄγει καὶ δέος, καὶ δραμόντες πρὸς Σαμουῆλον, ἀναπεπτωκέναι τὰς ψυχὰς αὐτῶν ὑπὸ φόβου καὶ τῆς προτέρας ἥττης ἔφασκον καὶ διὰ τοῦτʼ ἠρεμεῖν, ἵνα μὴ κινήσωμεν τὴν τῶν πολεμίων δύναμιν, σοῦ δʼ ἀναγαγόντος ἡμᾶς ἐπʼ εὐχὰς καὶ θυσίας καὶ ὅρκους γυμνοῖς καὶ ἀνόπλοις ἐπεστράτευσαν οἱ πολέμιοι· ἐλπὶς οὖν ἡμῖν οὐκ ἄλλη σωτηρίας, ἢ μόνη ἡ παρὰ σοῦ καὶ τοῦ θεοῦ ἱκετευθέντος ὑπὸ σοῦ παρασχεῖν ἡμῖν διαφυγεῖν Παλαιστίνους.
1 / 10 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme