Book 5
ὡς δʼ οὐδὲν τῆς σπουδῆς τῆς ἐπὶ τὴν ξένην ἐνεδίδοσαν, ἀλλὰ ἐνέκειντο ταύτην παραλαβεῖν ἀξιοῦντες, ὁ μὲν ἱκέτευε μηδὲν τολμᾶν παράνομον, οἱ δʼ ἁρπασάμενοι καὶ προσθέμενοι μᾶλλον τῷ βιαίῳ τῆς ἡδονῆς ἀπήγαγον πρὸς αὑτοὺς τὴν γυναῖκα καὶ διʼ ὅλης νυκτὸς ἐμπλησθέντες τῆς ὕβρεως ἀπέλυσαν περὶ ἀρχομένην ἡμέραν.
ἡ δὲ τεταλαιπωρημένη τοῖς συμβεβηκόσι παρῆν ἐπὶ τὴν ξενίαν καὶ ὑπὸ λύπης ὧν ἐπεπόνθει καὶ τοῦ μὴ τολμᾶν ὑπʼ αἰσχύνης εἰς ὄψιν ἐλθεῖν τἀνδρί, τοῦτον γὰρ μάλιστα τοῖς γεγενημένοις ἔχειν ἀνιάτως ἐλογίζετο, καταπεσοῦσα τὴν ψυχὴν ἀφίησιν.
ὁ δὲ ἀνὴρ αὐτῆς οἰόμενος ὕπνῳ βαθεῖ κατεισχῆσθαι τὴν γυναῖκα καὶ μηδὲν σκυθρωπὸν ὑφορώμενος ἀνεγείρειν ἐπειρᾶτο παραμυθήσασθαι διεγνωκώς, ὡς οὐκ ἐξ ἑκουσίου γνώμης αὑτὴν παράσχοι τοῖς καθυβρίσασιν, ἀλλʼ ἁρπασαμένων ἐπὶ τὴν ξενίαν ἐλθόντων αὐτῶν.
ὡς δὲ τελευτήσασαν ἔμαθε, σωφρόνως πρὸς τὸ μέγεθος τῶν κακῶν ἐπιθέμενος τῷ κτήνει νεκρὰν τὴν γυναῖκα κομίζει πρὸς αὑτόν, καὶ διελὼν αὐτὴν κατὰ μέλος εἰς μέρη δώδεκα διέπεμψεν εἰς ἑκάστην φυλὴν ἐντειλάμενος τοῖς κομίζουσι λέγειν τοὺς αἰτίους τῆς τελευτῆς τῇ γυναικὶ καὶ τὴν παροινίαν τῆς φυλῆς.
Οἱ δʼ ὑπό τε τῆς ὄψεως καὶ τῆς ἀκοῆς τῶν βεβιασμένων κακῶς διατεθέντες πρότερον οὐδενὸς τοιούτου πεῖραν εἰληφότες, ὑπʼ ὀργῆς ἀκράτου καὶ δικαίας εἰς τὴν Σιλοῦν συλλεγέντες καὶ πρὸ τῆς σκηνῆς ἀθροισθέντες εἰς ὅπλα χωρεῖν εὐθὺς ὥρμηντο καὶ χρήσασθαι τοῖς Γαβαηνοῖς ὡς πολεμίοις.
ἐπέσχε δʼ αὐτοὺς ἡ γερουσία πείσασα μὴ δεῖν ὀξέως οὕτως πρὸς τοὺς ὁμοφύλους ἐκφέρειν πόλεμον πρὶν ἢ λόγοις διαλεχθῆναι περὶ τῶν ἐγκλημάτων, τοῦ νόμου μηδʼ ἐπὶ τοὺς ἀλλοτρίους ἐφιέντος δίχα πρεσβείας καὶ τοιαύτης πρὸς τὸ μετανοῆσαι πείρας τοὺς δόξαντας ἀδικεῖν στρατιὰν ἀγαγεῖν·
καλῶς οὖν ἔχει τῷ νόμῳ πειθομένους πρὸς τοὺς Γαβαηνοὺς ἐξαιτοῦντας τοὺς αἰτίους ἐκπέμψαι καὶ παρεχομένων μὲν ἀρκεῖσθαι τῇ τούτων κολάσει, καταφρονησάντων δὲ τότε τοῖς ὅπλοις αὐτοὺς ἀμύνασθαι.
πέμπουσιν οὖν πρὸς τοὺς Γαβαηνοὺς κατηγοροῦντες τῶν νεανίσκων τὰ περὶ τὴν γυναῖκα καὶ πρὸς τιμωρίαν αἰτοῦντες τοὺς δράσαντας μὲν οὐ νόμιμα, γενομένους δὲ δικαίους ἀντʼ αὐτῶν ἐκείνων ἀποθανεῖν.
οἱ δὲ Γαβαηνοὶ οὔτε τοὺς νεανίσκους ἐξέδοσαν καὶ δεινὸν ἀλλοτρίοις ὑπακούειν προστάγμασιν ἡγοῦντο πολέμου φόβῳ μηδενὸς ἀξιοῦντες εἶναι χείρους ἐν τοῖς ὅπλοις μήτε διὰ πλῆθος μήτε διʼ εὐψυχίαν. ἦσαν δὲ ἐν παρασκευῇ μεγάλῃ καὶ τῶν ἄλλων φυλετῶν, συναπενοήθησαν γὰρ αὐτοῖς ὡς ἀμυνούμενοι βιαζομένους.
Ὡς δὲ τοιαῦτα τοῖς Ἰσραηλίταις τὰ παρὰ τῶν Γαβαηνῶν ἀπηγγέλθη, ὅρκους ποιοῦνται μηδένα σφῶν ἀνδρὶ Βενιαμίτῃ δώσειν πρὸς γάμον θυγατέρα στρατεύσειν τε ἐπʼ αὐτούς, μᾶλλον αὐτοῖς διʼ ὀργῆς ὄντες ἢ τοῖς Χαναναίοις τοὺς προγόνους ἡμῶν παρειλήφαμεν γενομένους.
παραχρῆμά τε ἐξῆγον ἐπʼ αὐτοὺς τὸ στρατόπεδον μυριάδας τεσσαράκοντα ὁπλιτῶν· καὶ Βενιαμιτῶν τὸ ὁπλιτικὸν ἦν ὑπὸ δισμυρίων καὶ πεντακισχιλίων καὶ ἑξακοσίων, ὧν ἦσαν εἰς πεντακοσίους ταῖς λαιαῖς τῶν χειρῶν σφενδονᾶν ἄριστοι,
ὥστε καὶ μάχης πρὸς τῇ Γαβᾷ γενομένης τρέπουσι τοὺς Ἰσραηλίτας οἱ Βενιαμῖται ἄνδρες τε πίπτουσιν ἐξ αὐτῶν εἰς δισμυρίους καὶ δισχιλίους, ἐφθάρησαν δὲ ἴσως ἂν καὶ πλείονες, εἰ μὴ νὺξ αὐτοὺς ἐπέσχε καὶ διέλυσε μαχομένους.
καὶ οἱ μὲν Βενιαμῖται χαίροντες ἀνεχώρουν εἰς τὴν πόλιν, οἱ δʼ Ἰσραηλῖται καταπεπληγότες ὑπὸ τῆς ἥττης εἰς τὸ στρατόπεδον. τῇ δʼ ἐπιούσῃ πάλιν συμβαλόντων οἱ Βενιαμῖται κρατοῦσι καὶ θνήσκουσι τῶν Ἰσραηλιτῶν ὀκτακισχίλιοι καὶ μύριοι, καὶ δείσαντες τὸν φόνον ἐξέλιπον τὸ στρατόπεδον.
παραγενόμενοι δὲ εἰς Βέθηλα πόλιν ἔγγιστα κειμένην καὶ νηστεύσαντες κατὰ τὴν ὑστεραίαν τὸν θεὸν ἱκέτευον διὰ Φινεέσου τοῦ ἀρχιερέως παύσασθαι τῆς ὀργῆς τῆς πρὸς αὐτοὺς καὶ ταῖς δυσὶν αὐτῶν ἥτταις ἀρκεσθέντα δοῦναι νίκην καὶ κράτος κατὰ τῶν πολεμίων. ὁ δὲ θεὸς ἐπαγγέλλεται ταῦτα διὰ Φινεέσου προφητεύσαντος.
Ποιήσαντες οὖν τὴν στρατιὰν δύο μέρη τὴν μὲν ἡμίσειαν προλοχίζουσι νυκτὸς περὶ τὴν πόλιν, οἱ δʼ ἡμίσεις συνέβαλον τοῖς Βενιαμίταις ὑπεχώρουν τε ἐγκειμένων, καὶ ἐδίωκον οἱ Βενιαμῖται τῶν Ἑβραίων ὑποφευγόντων ἠρέμα καὶ ἐπὶ πολὺ θελόντων εἰς ἅπαν αὐτοὺς ἐξελθεῖν ἀναχωροῦσιν εἵποντο,
ὡς καὶ τοὺς ἐν τῇ πόλει πρεσβύτας καὶ νέους ὑπολειφθέντας διεκδραμεῖν διʼ ἀσθένειαν αὐτοῖς πασσυδὶ βουλομένους χειρώσασθαι τοὺς πολεμίους. ὡς δὲ πολὺ τῆς πόλεως ἀπέσχον, ἐπαύσαντο μὲν φεύγοντες οἱ Ἑβραῖοι, ἐπιστραφέντες δʼ ἵστανται πρὸς μάχην καὶ τοῖς ἐν ταῖς ἐνέδραις οὖσι τὸ σημεῖον αἴρουσιν ὃ συνέκειτο.
οἱ δʼ ἐξαναστάντες μετὰ βοῆς ἐπῄεσαν τοῖς πολεμίοις. οἱ δὲ ἅμα τε ἠπατημένους αὑτοὺς ᾔσθοντο καὶ ἐν ἀμηχανίᾳ συνεστήκεσαν, καὶ εἴς τι κοῖλον συνελαθέντας καὶ φαραγγῶδες χωρίον περιστάντες κατηκόντισαν, ὥστε πάντας διαφθαρῆναι πλὴν ἑξακοσίων.
οὗτοι δὲ συστραφέντες καὶ πυκνώσαντες ἑαυτοὺς καὶ διὰ μέσων ὠσάμενοι τῶν πολεμίων ἔφυγον ἐπὶ τὰ πλησίον ὄρη, καὶ κατασχόντες ἱδρύθησαν. οἱ δʼ ἄλλοι πάντες περὶ δισμυρίους ὄντες καὶ πεντακισχιλίους ἀπέθανον.
οἱ δʼ Ἰσραηλῖται τήν τε Γάβαν ἐμπιπρᾶσι καὶ τὰς γυναῖκας καὶ τῶν ἀρρένων τοὺς μὴ ἐν ἀκμῇ διεχρήσαντο, τάς τε ἄλλας τῶν Βενιαμιτῶν πόλεις ταὐτὰ δρῶσιν, οὕτως τε ἦσαν παρωξυμμένοι, ὡς καὶ Ἰάβησον τῆς Γαλαδίτιδος οὖσαν, ὅτι μὴ συμμαχήσειεν αὐτοῖς κατὰ τῶν Βενιαμιτῶν, πέμψαντες μυρίους καὶ δισχιλίους ἐκ τῶν τάξεων ἐκέλευσαν ἀνελεῖν.
καὶ φονεύουσι τὸ μάχιμον τῆς πόλεως οἱ πεμφθέντες σὺν τέκνοις καὶ γυναιξὶ πλὴν τετρακοσίων παρθένων. ἐπὶ τοσοῦτον ὑπʼ ὀργῆς προήχθησαν τῷ κατὰ τὴν γυναῖκα πάθει προσλαβόντες καὶ τὸ κατὰ τὴν ἀναίρεσιν τῶν ὁπλιτῶν.
Μετάνοια δʼ αὐτοὺς λαμβάνει τῆς τῶν Βενιαμιτῶν συμφορᾶς καὶ νηστείαν ἐπʼ αὐτοῖς προέθεντο καίτοι δίκαια παθεῖν αὐτοὺς ἀξιοῦντες εἰς τοὺς νόμους ἐξαμαρτάνοντας, καὶ τοὺς διαφυγόντας αὐτῶν ἑξακοσίους διὰ πρεσβευτῶν ἐκάλουν· καθίδρυντο γὰρ ὑπὲρ πέτρας τινὸς Ῥοᾶς καλουμένης κατὰ τὴν ἔρημον.
οἱ δὲ πρέσβεις ὡς οὐκ ἐκείνοις τῆς συμφορᾶς μόνοις γεγενημένης ἀλλὰ καὶ αὐτοῖς τῶν συγγενῶν ἀπολωλότων ὀδυρόμενοι πρᾴως ἔπειθον φέρειν καὶ συνελθεῖν εἰς ταὐτὸ καὶ μὴ παντελῆ τῆς Βενιαμίτιδος φυλῆς ὄλεθρον τό γε ἐπʼ αὐτοῖς καταψηφίσασθαι. συγχωροῦμεν δὲ ὑμῖν, ἔλεγον, τὴν ἁπάσης τῆς φυλῆς γῆν καὶ λείαν ὅσην ἂν ἄγειν δυνηθῆτε .
οἱ δὲ τῶν καθʼ ἑαυτοὺς θεοῦ ψήφῳ γεγονότων καὶ κατʼ ἀδικίαν τὴν αὐτῶν γνωσιμαχήσαντες κατῄεσαν εἰς τὴν πάτριον φυλὴν πειθόμενοι τοῖς προκαλουμένοις. οἱ δʼ Ἰσραηλῖται γυναῖκας αὐτοῖς τὰς τετρακοσίας ἔδοσαν παρθένους τὰς Ἰαβίτιδας, περὶ δὲ τῶν διακοσίων ἐσκόπουν, ὅπως κἀκεῖνοι γυναικῶν εὐπορήσαντες παιδοποιῶνται.
γεγενημένων δὲ αὐτοῖς ὅρκων ὥστε μηδενὶ Βενιαμίτῃ συνοικίσαι θυγατέρα πρὸ τοῦ πολέμου, οἱ μὲν ὀλιγωρεῖν συνεβούλευον τῶν ὀμωμοσμένων ὡς ὑπʼ ὀργῆς ὀμόσαντες οὐ γνώμῃ καὶ κρίσει, τῷ δὲ θεῷ μηδὲν ἐναντίον ποιήσειν εἰ φυλὴν ὅλην κινδυνεύουσαν ἀπολέσθαι σῶσαι δυνηθεῖεν, τάς τε ἐπιορκίας οὐχ ὅταν ὑπὸ ἀνάγκης γένωνται χαλεπὰς εἶναι καὶ ἐπισφαλεῖς, ἀλλʼ ὅταν ἐν κακουργίᾳ τολμηθῶσι.
τῆς δὲ γερουσίας πρὸς τὸ τῆς ἐπιορκίας ὄνομα σχετλιασάσης ἔφη τις τούτοις τε γυναικῶν εὐπορίαν ἔχειν εἰπεῖν καὶ τήρησιν τῶν ὅρκων. ἐρομένων δὲ τὴν ἐπίνοιαν, ἡμῖν, εἶπεν, τρὶς τοῦ ἔτους εἰς Σιλὼ συνιοῦσιν ἕπονται κατὰ πανήγυριν αἱ γυναῖκες καὶ αἱ θυγατέρες.
τούτων κατὰ ἁρπαγὴν ἐφείσθω γαμεῖν Βενιαμίτας ἃς ἂν δυνηθεῖεν ἡμῶν οὔτε προτρεπομένων οὔτε κωλυόντων. πρὸς δὲ τοὺς πατέρας αὐτῶν δυσχεραίνοντας καὶ τιμωρίαν λαμβάνειν ἀξιοῦντας φήσομεν αὐτοὺς αἰτίους φυλακῆς ἀμελήσαντας τῶν θυγατέρων, ὅτι δὲ δεῖ τῆς ὀργῆς ἐπὶ Βενιαμίτας ὑφεῖναι χρησαμένους αὐτῇ καὶ θᾶττον ἀμέτρως .
καὶ οἱ μὲν τούτοις πεισθέντες ψηφίζονται τὸν διὰ τῆς ἁρπαγῆς γάμον τοῖς Βενιαμίταις. ἐνστάσης δὲ τῆς ἑορτῆς οἱ μὲν διακόσιοι κατὰ δύο καὶ τρεῖς πρὸ τῆς πόλεως ἐνήδρευον παρεσομένας τὰς παρθένους ἔν τε ἀμπελῶσι καὶ χωρίοις ἐν οἷς λήσειν ἔμελλον,
αἱ δὲ μετὰ παιδιᾶς οὐδὲν ὑφορώμεναι τῶν μελλόντων ἀφυλάκτως ὥδευον· οἱ δὲ σκεδασθεισῶν εἴχοντο ἐξαναστάντες. καὶ οὗτοι μὲν οὕτως γαμήσαντες ἐπʼ ἔργα τῆς γῆς ἐχώρησαν καὶ πρόνοιαν ἐποιήσαντο πάλιν εἰς τὴν προτέραν εὐδαιμονίαν ἐπανελθεῖν.
Βενιαμιτῶν μὲν οὖν ἡ φυλὴ κινδυνεύσασα τελέως ἐκφθαρῆναι τῷ προειρημένῳ τρόπῳ κατὰ τὴν Ἰσραηλιτῶν σοφίαν σώζεται ἤνθησέ τε παραχρῆμα καὶ ταχεῖαν εἴς τε πλῆθος καὶ τὰ ἄλλα πάντα ἐποιήσατο τὴν ἐπίδοσιν. οὗτος μὲν οὖν ὁ πόλεμος οὕτως παύεται.
Ὅμοια δὲ τούτοις παθεῖν καὶ τὴν Δάνην συνέβη φυλὴν ἐξ αἰτίας τοιαύτης εἰς τοῦτο προαχθεῖσαν.
τῶν Ἰσραηλιτῶν ἐκλελοιπότων ἤδη τὴν ἐν τοῖς πολέμοις ἄσκησιν καὶ πρὸς τοῖς ἔργοις ὄντων τῆς γῆς Χαναναῖοι καταφρονήσαντες αὐτῶν συνεποιήσαντο δύναμιν, οὐδὲν μὲν αὐτοὶ πείσεσθαι προσδοκῶντες, ὡς δὲ βεβαίαν τὴν τοῦ ποιήσειν κακῶς τοὺς Ἑβραίους ἐλπίδα λαβόντες ἐπʼ ἀδείας τὸ λοιπὸν οἰκεῖν τὰς πόλεις ἠξίουν.
ἅρματά τε οὖν παρεσκευάζοντο καὶ τὸ ὁπλιτικὸν συνεκρότουν αἵ τε πόλεις αὐτῶν συνεφρόνουν καὶ τῆς Ἰούδα φυλῆς τὴν Ἀσκάλωνα καὶ Ἀκαρῶνα παρεσπάσαντο ἄλλας τε πολλὰς τῶν ἐν τῷ πεδίῳ καὶ Δανίτας εἰς τὸ ὄρος ἠνάγκασαν συμφυγεῖν οὐδὲ ὀλίγον αὐτοῖς ἐπιβατὸν τοῦ πεδίου καταλιπόντες.
οἱ δʼ οὔτε πολεμεῖν ὄντες ἱκανοὶ γῆν τε οὐκ ἔχοντες ἀρκοῦσαν πέμπουσιν ἐξ αὐτῶν πέντε ἄνδρας εἰς τὴν μεσόγειον κατοψομένους γῆν, εἰς ἣν μετοικήσαιντο. οἱ δʼ οὐ πόρρω τοῦ Λιβάνου ὄρους καὶ ἐλάσσονος Ἰορδάνου τῶν πηγῶν κατὰ τὸ μέγα πεδίον Σιδῶνος πόλεως ὁδὸν ἡμέρας μιᾶς προελθόντες καὶ κατασκεψάμενοι γῆν ἀγαθὴν καὶ πάμφορον σημαίνουσι τοῖς αὑτῶν· οἱ δʼ ὁρμηθέντες στρατῷ κτίζουσιν αὐτόθι πόλιν Δάνα ὁμώνυμον τῷ Ἰακώβου παιδὶ φυλῆς δʼ ἐπώνυμον τῆς αὐτῶν.
Τοῖς δʼ Ἰσραηλίταις προύβαινεν ὑπό τε ἀπειρίας τοῦ πονεῖν τὰ κακὰ καὶ ἀπὸ τῆς περὶ τὸ θεῖον ὀλιγωρίας· μετακινηθέντες γὰρ ἅπαξ τοῦ κόσμου τῆς πολιτείας ἐφέροντο πρὸς τὸ καθʼ ἡδονὴν καὶ βούλησιν ἰδίαν βιοῦν, ὡς καὶ τῶν ἐπιχωριαζόντων παρὰ τοῖς Χαναναίοις ἀναπίμπλασθαι κακῶν.
ὀργίζεται τοίνυν αὐτοῖς ὁ θεὸς καὶ ἣν σὺν πόνοις μυρίοις εὐδαιμονίαν ἐκτήσαντο, ταύτην ἀπέβαλον διὰ τρυφήν. στρατεύσαντος γὰρ ἐπʼ αὐτοὺς Χουσαρσάθου τοῦ τῶν Ἀσσυρίων βασιλέως πολλούς τε τῶν παραταξαμένων ἀπώλεσαν καὶ πολιορκούμενοι κατὰ κράτος ᾑρέθησαν,
εἰσὶ δʼ οἳ διὰ φόβον ἑκουσίως αὐτῷ προσεχώρησαν, φόρους τε τοῦ δυνατοῦ μείζονας ἐπιταγέντες ἐτέλουν καὶ ὕβρεις παντοίας ὑπέμενον ἕως ἐτῶν ὀκτώ, μεθʼ ἃ τῶν κακῶν οὕτως ἠλευθερώθησαν.
Τῆς Ἰούδα φυλῆς τις Κενίαζος ὄνομα δραστήριος ἀνὴρ καὶ τὸ φρόνημα γενναῖος, χρησθὲν αὐτῷ μὴ περιορᾶν ἐν τοιαύτῃ τοὺς Ἰσραηλίτας ἀνάγκῃ κειμένους ἀλλʼ εἰς ἐλευθερίαν αὐτοὺς ἐξαιρεῖσθαι τολμᾶν, παρακελευσάμενος συλλαμβάνεσθαι τῶν κινδύνων αὐτῷ τινάς, ὀλίγοι δʼ ἦσαν, οἷς αἰδὼς ἐπὶ τοῖς τότε παροῦσιν ἐτύγχανε καὶ προθυμία μεταβολῆς,
πρῶτον μὲν τὴν παρʼ αὐτοῖς οὖσαν φρουρὰν τοῦ Χουσαρσάθου διαφθείρει, προσγενομένων δὲ πλειόνων τῶν συναγωνιζομένων ἐκ τοῦ μὴ διαμαρτεῖν περὶ τὰ πρῶτα τῆς ἐπιχειρήσεως, μάχην τοῖς Ἀσσυρίοις συνάπτουσι καὶ πρὸς τὸ παντελὲς αὐτοὺς ἀπωσάμενοι περαιοῦσθαι τὸν Εὐφράτην ἐβιάζοντο.
Κενίαζος δὲ ὡς ἔργῳ πεῖραν αὐτοῦ δεδωκὼς τῆς ἀνδραγαθίας γέρας ὑπὲρ αὐτῆς λαμβάνει παρὰ τοῦ πλήθους ἀρχήν, ὥστε κρίνειν τὸν λαόν. καὶ ἄρξας ἐπʼ ἔτη τεσσαράκοντα καταστρέφει τὸν βίον.
Τελευτήσαντος δὲ τούτου πάλιν τὰ τῶν Ἰσραηλιτῶν ὑπὸ ἀναρχίας ἐνόσει πράγματα, καὶ τῷ μὴ διὰ τιμῆς ἄγειν τὸν θεὸν μηδὲ τοῖς νόμοις ὑπακούειν ἔτι μᾶλλον ἐκακοῦτο,