Book 5
ἀλλὰ τὰ μὲν ζῷα πάντα διαφθείρειν μηδὲν αὐτοὺς εἰς ἰδίαν ὠφέλειαν λαμβάνοντας, ὅσος δʼ ἂν ἄργυρος ᾖ καὶ χρυσός, ταῦτα ἐκέλευσε συγκομίζοντας ἀπαρχὴν ἐξαίρετον τῶν κατωρθωμένων τῷ θεῷ τηρεῖν ἐκ τῆς πρῶτον ἁλισκομένης πόλεως εἰληφότας· σώζειν δὲ μόνην Ῥαάβην καὶ τὴν γενεὰν αὐτῆς διὰ τοὺς γενομένους πρὸς αὐτὴν τοῖς κατασκόποις ὅρκους.
Ταῦτʼ εἰπὼν καὶ διατάξας τὸν στρατὸν προσήγαγεν ἐπὶ τὴν πόλιν· περιῄεσαν δὲ πάλιν τὴν πόλιν ἡγουμένης τῆς κιβωτοῦ καὶ τῶν ἱερέων τοῖς κέρασιν ἐξοτρυνόντων τὴν δύναμιν πρὸς τὸ ἔργον. καὶ περιελθόντων ἑπτάκις καὶ πρὸς ὀλίγον ἠρεμησάντων κατέπεσε τὸ τεῖχος μήτε μηχανῆς μήτε ἄλλης βίας αὐτῷ προσενεχθείσης ὑπὸ τῶν Ἑβραίων.
Οἱ δʼ εἰσελθόντες εἰς Ἱεριχοῦντα πάντας ἔκτεινον, τῶν ἐν αὐτῇ πρὸς τὴν παράδοξον τοῦ τείχους ἀνατροπὴν καταπεπληγότων καὶ τοῦ φρονήματος αὐτοῖς πρὸς ἄμυναν ἀχρείου γεγονότος· ἀνῃροῦντο δʼ οὖν ἐν ταῖς ὁδοῖς ἀποσφαττόμενοι καὶ ἐν ταῖς οἰκίαις ἐπικαταλαμβανόμενοι.
παρῃτεῖτο δʼ οὐδὲν αὐτούς, ἀλλὰ πάντες ἀπώλλυντο ἄχρι γυναικῶν καὶ παιδίων, καὶ νεκρῶν ἡ πόλις ἦν ἀνάπλεως καὶ διέφυγεν οὐδέν. τὴν δὲ πόλιν ἐνέπρησαν ἅπασαν καὶ τὴν χώραν.
καὶ τὴν Ῥαάβην σὺν τοῖς οἰκείοις εἰς τὸ καταγώγιον συμφυγοῦσαν ἔσωσαν οἱ κατάσκοποι, καὶ πρὸς αὐτὸν Ἰησοῦς ἀχθείσῃ χάριν ἔχειν ὡμολόγει τῆς σωτηρίας τῶν κατασκόπων καὶ μὴν τῆς εὐεργεσίας ταύτης ἔλεγεν ἐν ταῖς ἀμοιβαῖς οὐχ ἥττονα φανήσεσθαι, δωρεῖται δʼ αὐτὴν εὐθὺς ἀγροῖς καὶ διὰ τιμῆς εἶχε τῆς πάσης.
Τῆς δὲ πόλεως εἰ καί τι παρέλθοι τὸ πῦρ κατέσκαπτε καὶ κατὰ τῶν οἰκησόντων, εἴ τις πορθηθεῖσαν ἀνεγείρειν ἐθελήσειεν, ἀρὰς ἔθετο, ὅπως θεμελίους μὲν τειχῶν βαλόμενος στερηθῇ τοῦ πρώτου παιδός, τελειώσας δὲ τὸν νεώτατον τῶν παίδων ἀποβάλῃ. τῆς δὲ ἀρᾶς τὸ θεῖον οὐκ ἠμέλησεν, ἀλλʼ ἐν τοῖς ὑστέροις ἀπαγγελοῦμεν τὸ περὶ αὐτὴν πάθος γενόμενον.
Ἄπειρον δέ τι πλῆθος ἐκ τῆς ἁλώσεως συναθροίζεται ἀργύρου τε καὶ χρυσοῦ καὶ προσέτι χαλκοῦ μηδενὸς παραβάντος τὰ δεδογμένα μηδʼ εἰς ἰδίαν ὠφέλειαν αὐτὰ διαρπασαμένων, ἀλλʼ ἀποσχομένων ὡς ἤδη τῷ θεῷ καθιερωμένων. καὶ ταῦτα μὲν Ἰησοῦς τοῖς ἱερεῦσιν εἰς τοὺς θησαυροὺς παραδίδωσι καταθέσθαι. καὶ Ἱεριχοῦς μὲν τοῦτον ἀπώλετο τὸν τρόπον.
Ἄχαρος δέ τις Ζεβεδαίου παῖς ὢν ἐκ τῆς Ἰούδα φυλῆς εὑρὼν χλαμύδα βασίλειον ἐκ χρυσοῦ μὲν πᾶσαν ὑφασμένην, μᾶζαν δὲ χρυσοῦ σταθμὸν ἕλκουσαν σίκλων διακοσίων καὶ δεινὸν ἡγησάμενος, εἰ ὃ κινδυνεύσας ηὕρατο κέρδος, τοῦτο τῆς ἰδίας χρείας ἀφελόμενος δοῦναι φέρων τῷ θεῷ καὶ μὴ δεομένῳ, ὄρυγμα βαθὺ ποιήσας ἐν τῇ αὐτοῦ σκηνῇ κατώρυξεν εἰς τοῦτο, λήσειν νομίζων ὡς τοὺς συστρατιώτας οὕτως καὶ τὸν θεόν.
Ἐκλήθη δὲ ὁ τόπος ἐν ᾧ στρατόπεδον ἐβάλετο Ἰησοῦς Γάλγαλα· σημαίνει δὲ τοῦτο ἐλευθέριον ὄνομα· διαβάντες γὰρ τὸν ποταμὸν ἐλευθέρους ἑαυτοὺς ἤδη ἀπό τε τῶν Αἰγυπτίων καὶ τῆς ἐν τῇ ἐρήμῳ ταλαιπωρίας ἐγίνωσκον.
Μετὰ δʼ ὀλίγας ἡμέρας τῆς Ἱεριχοῦντος συμφορᾶς πέμπει τρισχιλίους ὁπλίτας Ἰησοῦς εἰς Ναϊὰν πόλιν ὑπὲρ τῆς Ἱεριχοῦντος κειμένην αἱρήσοντας, οἳ συμβαλόντων αὐτοῖς τῶν Ναϊητῶν τραπέντες ἀποβάλλουσιν ἄνδρας ἓξ καὶ τριάκοντα.
τοῦτʼ ἀγγελθὲν τοῖς Ἰσραηλίταις λύπην τε μεγάλην καὶ δεινὴν ἐποίησεν ἀθυμίαν οὐ κατὰ τὸ οἰκεῖον τῶν ἀπολωλότων, καίτοι γε πάντων ἀνδρῶν ἀγαθῶν καὶ σπουδῆς ἀξίων διεφθαρμένων, ἀλλὰ κατὰ ἀπόγνωσιν·
πιστεύοντες γὰρ ἤδη τῆς γῆς ἐγκρατεῖς εἶναι καὶ σῶον ἕξειν ἐν ταῖς μάχαις τὸν στρατὸν οὕτως τοῦ θεοῦ προϋπεσχημένου, τεθαρρηκότας παραδόξως ἑώρων τοὺς πολεμίους· καὶ σάκκους ἐπενδύντες ταῖς στολαῖς διʼ ὅλης ἡμέρας ἐν δακρύοις ἦσαν καὶ πένθει τροφῆς οὐδεμίαν ἐπιζήτησιν ποιούμενοι, μειζόνως δὲ τὸ συμβεβηκὸς εἶχον ἀχθόμενοι.
Βλέπων δὲ οὕτως ὁ Ἰησοῦς τήν τε στρατιὰν καταπεπληγυῖαν καὶ περὶ τῶν ὅλων πονηρὰν ἤδη τὴν ἐλπίδα λαμβάνουσαν παρρησίαν λαμβάνει πρὸς τὸν θεόν·
ἡμεῖς γὰρ εἶπεν οὐχ ὑπʼ αὐθαδείας προήχθημεν ὥστε ταύτην ὑπάγεσθαι τοῖς ὅπλοις τὴν γῆν, ἀλλὰ Μωυσέος τοῦ σοῦ δούλου πρὸς τοῦθʼ ἡμᾶς ἐξεγείραντος, ᾧ διὰ πολλῶν τεκμηρίων ἐπηγγέλλου κτήσασθαι παρέξειν ἡμῖν τήνδε τὴν γῆν καὶ τὸν στρατὸν ἡμῶν ἀεὶ τῶν πολεμίων ποιήσειν τοῖς ὅπλοις κρείττονα.
τινὰ μὲν οὖν κατὰ τὰς ὑποσχέσεις ἡμῖν ἀπήντησε τὰς σάς, νῦν δὲ παρὰ δόξαν ἐπταικότες καὶ τῆς δυνάμεώς τινας ἀποβαλόντες ἐπὶ τούτοις ὡς οὐ βεβαίων τῶν παρὰ σοῦ καὶ ὧν προεῖπε Μωυσῆς ἀχθόμεθα καὶ χεῖρον ἡ τῶν μελλόντων ἐλπὶς ἡμᾶς ἀνιᾷ τῇ πρώτῃ πείρᾳ τοιαύτῃ συντυχόντας.
ἀλλὰ σύ, δέσποτα, δύναμις γάρ σοι τούτων ἴασιν εὑρεῖν, τό τε παρὸν ἡμῶν λυπηρὸν νίκην παρασχόμενος καὶ τὸ περὶ τῶν αὖθις δύσελπι διακείμενον οὕτως τῆς διανοίας ἔξελε.
Ταῦτα μὲν Ἰησοῦς ἐπὶ στόμα πεσὼν ἠρώτα τὸν θεόν· χρηματίσαντος δὲ ἀνίστασθαι τοῦ θεοῦ καὶ καθαίρειν τὸν στρατὸν μιάσματος ἐν αὐτῷ γεγονότος κλοπῆς τε τῶν καθιερωμένων αὐτῷ χρημάτων τετολμημένης, διὰ γὰρ ταῦτα τὴν νῦν αὐτοῖς ἧτταν συμπεσεῖν, ἀναζητηθέντος δὲ τοῦ δράσαντος καὶ κολασθέντος νίκην αὐτοῖς ἀεὶ πορίζεσθαι τῶν πολεμίων, φράζει ταῦτα πρὸς τὸν λαὸν Ἰησοῦς,
καὶ καλέσας Ἐλεάζαρον τὸν ἀρχιερέα καὶ τοὺς ἐν τέλει κατὰ φυλὴν ἐκλήρου. τούτου δὲ τὸ τετολμημένον ἐκ τῆς Ἰούδα φυλῆς δηλοῦντος κατὰ φατρίας πάλιν ταύτης προτίθησι τὸν κλῆρον. τὸ δʼ ἀληθὲς τοῦ κακουργήματος περὶ τὴν Ἀχάρου συγγένειαν ηὑρίσκετο.
κατʼ ἄνδρα δὲ τῆς ἐξετάσεως γινομένης λαμβάνουσι τὸν Ἄχαρον· ὁ δʼ οὐκ ἔχων ἔξαρνος εἶναι τοῦ θεοῦ δεινῶς αὐτὸν ἐκπεριελθόντος ὡμολόγει τε τὴν κλοπὴν καὶ τὰ φώρια παρῆγεν εἰς μέσον. καὶ οὗτος μὲν εὐθὺς ἀναιρεθεὶς ἐν νυκτὶ ταφῆς ἀτίμου καὶ καταδίκῳ πρεπούσης τυγχάνει.
Ἰησοῦς δὲ ἁγνίσας τὸν στρατὸν ἐξῆγεν ἐπὶ τὴν Ναϊὰν αὐτὸς καὶ νυκτὸς τὰ περὶ τὴν πόλιν ἐνέδραις προλοχίσας ὑπὸ τὸν ὄρθρον συμβάλλει τοῖς πολεμίοις. τῶν δὲ μετὰ θράσους αὐτοῖς διὰ τὴν προτέραν νίκην ἐπιόντων ὑποχωρεῖν προσποιησάμενος ἕλκει τῷ τρόπῳ τούτῳ μακρὰν αὐτοὺς τῆς πόλεως διώκειν οἰομένους καὶ ὡς ἐπὶ νίκῃ καταφρονοῦντας.
ἔπειτʼ ἀναστρέψας τὴν δύναμιν κατὰ πρόσωπον αὐτοῖς ποιεῖ, σημεῖά τε δοὺς ἃ πρὸς τοὺς ἐν ταῖς ἐνέδραις συνετέτακτο κἀκείνους ἐπὶ τὴν μάχην ἐξανίστησιν. οἱ δʼ εἰσεπήδων εἰς τὴν πόλιν τῶν ἔνδον περὶ τοῖς τείχεσιν ὄντων, ἐνίων δὲ καὶ πρὸς θέαν τῶν ἔξω τὴν γνώμην περισπωμένων.
καὶ οἱ μὲν τὴν πόλιν ᾕρουν καὶ πάντας τοὺς ἐντυγχάνοντας ἔκτεινον, Ἰησοῦς δὲ τοὺς προσελθόντας εἰς χεῖρας βιασάμενος φυγεῖν τρέπεται, συνελαυνόμενοι δὲ ὡς εἰς ἀκέραιον τὴν πόλιν ἐπεὶ καὶ ταύτην ἐχομένην ἑώρων καὶ καταπιμπραμένην ὁμοῦ γυναιξὶ καὶ τέκνοις κατέλαβον, διὰ τῶν ἀγρῶν σκεδασθέντες καὶ ἀμύνειν αὐτοῖς ὑπὸ μονώσεως οὐ δυνάμενοι .
τοιαύτης δὲ τῆς συμφορᾶς τοὺς Ναϊτιανοὺς καταλαβούσης, παίδων τε ὄχλος ἑάλω καὶ γυναικῶν καὶ θεραπείας καὶ τῆς ἄλλης ἀποσκευῆς ἄπειρόν τι πλῆθος, ἀγέλας τε βοσκημάτων ἔλαβον οἱ Ἑβραῖοι καὶ χρήματα πολλά, καὶ γὰρ πλούσιον ἦν τὸ χωρίον, καὶ ταῦτα πάντα τοῖς στρατιώταις Ἰησοῦς διένειμεν ἐν Γαλγάλοις γενόμενος.
Γεβεωνῖται δὲ κατοικοῦντες ἔγγιστα τοῖς Ἱεροσολύμοις τά τε τοῖς Ἱεριχουντίοις συμβεβηκότα πάθη καὶ τὰ τοῖς Ναϊτίνοις ὁρῶντες καὶ πρὸς σφᾶς μεταβήσεσθαι τὸ δεινὸν ὑπονοοῦντες, Ἰησοῦν μὲν παρακαλεῖν οὐ διέγνωσαν· οὐδὲ γὰρ τεύξεσθαί τινος τῶν μετρίων ὑπελάμβανον ἐπʼ ὀλέθρῳ τοῦ Χαναναίων ἔθνους παντὸς πολεμοῦντος αὐτούς·
Κεφηρίτας δὲ καὶ Καριαθιαριμίτας γείτονας ὄντας αὐτοῖς ἐπὶ συμμαχίαν παρεκάλουν, οὐδʼ αὐτοὺς διαφεύξεσθαι τὸν κίνδυνον λέγοντες, εἰ φθάσαιεν αὐτοὶ ληφθέντες ὑπὸ τῶν Ἰσραηλιτῶν, συνασπίσαντας δὲ αὐτοῖς διέγνωσαν διαδρᾶναι τὴν δύναμιν αὐτῶν.
προσδεξαμένων δὲ τοὺς λόγους αὐτῶν πέμπουσι πρέσβεις πρὸς Ἰησοῦν φιλίαν σπεισομένους οὓς μάλιστα τῶν πολιτῶν ἐδοκίμαζον ἱκανοὺς πρᾶξαι τὰ συμφέροντα τῷ πλήθει.
οἱ δὲ ὁμολογεῖν αὑτοὺς Χαναναίους ἐπισφαλὲς ἡγούμενοι, διαφεύξεσθαι τὸν διὰ τοῦτο κίνδυνον ὑπολαμβάνοντες, εἰ λέγοιεν αὑτοὺς μὴ προσήκειν κατὰ μηδὲν Χαναναίοις ἀλλὰ πορρωτάτω τούτων κατοικεῖν, ἥκειν τε κατὰ πύστιν τῆς ἀρετῆς αὐτοῦ πολλὴν ἀνύσαντες ὁδὸν ἔφασκον καὶ τεκμήριον τοῦ λόγου τούτου τὸ σχῆμα ὑπεδείκνυον·
τὰς γὰρ ἐσθῆτας καινὰς ὅτε ἐξῄεσαν οὔσας ὑπὸ τοῦ χρόνου τῆς ὁδοιπορίας αὐτοῖς τετρῖφθαι· τρυχίνας γὰρ εἰς τὸ ταῦτα πιστοῦσθαι πρὸς αὐτῶν ἐπίτηδες ἔλαβον.
στάντες οὖν εἰς μέσους ἔλεγον, ὡς πεμφθεῖεν ὑπὸ τῶν Γεβεωνιτῶν καὶ τῶν περιοίκων πόλεων πλεῖστον ἀπεχουσῶν τῆσδε τῆς γῆς ποιησόμενοι πρὸς αὐτοὺς φιλίαν ἐφʼ αἷς πάτριον αὐτοῖς ἐστι συνθήκαις· μαθόντες γὰρ ἐκ θεοῦ χάριτος καὶ δωρεᾶς τὴν Χαναναίων αὐτοῖς γῆν κτήσασθαι δεδόσθαι τούτοις τʼ ἔλεγον ἥδεσθαι καὶ πολίτας ἀξιοῦν αὐτῶν γενέσθαι.
καὶ οἱ μὲν ταῦτα λέγοντες καὶ ἐπιδεικνύντες τὰ τεκμήρια τῆς ὁδοιπορίας παρεκάλουν ἐπὶ συνθήκας καὶ φιλίαν τοὺς Ἑβραίους· Ἰησοῦς δὲ πιστεύσας οἷς ἔλεγον, ὡς οὐκ εἰσὶ τοῦ Χαναναίων ἔθνους, ποιεῖται πρὸς αὐτοὺς φιλίαν, καὶ Ἐλεάζαρος ὁ ἀρχιερεὺς μετὰ τῆς γερουσίας ὄμνυσιν ἕξειν τε φίλους καὶ συμμάχους καὶ μηδὲν μοχλεύσεσθαι κατʼ αὐτῶν ἄδικον τοῖς ὅρκοις ἐπισυναινέσαντος τοῦ πλήθους.
καὶ οἱ μὲν ὧν ἤθελον τυχόντες ἐξ ἀπάτης ἀπῄεσαν πρὸς αὑτούς. Ἰησοῦς δὲ τῆς Χαναναίας στρατεύσας εἰς τὴν ὑπώρειον καὶ μαθὼν οὐ πόρρω τῶν Ἱεροσολύμων τοὺς Γεβεωνίτας κατῳκημένους καὶ τοῦ γένους ὄντας τῶν Χαναναίων, μεταπεμψάμενος αὐτῶν τοὺς ἐν τέλει τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει.
τῶν δʼ οὐκ ἄλλην ἀφορμὴν σωτηρίας ἔχειν ἢ ταύτην προφασιζομένων καὶ διὰ τοῦτʼ ἐπʼ αὐτὴν ἐξ ἀνάγκης καταφυγεῖν συγκαλεῖ τὸν ἀρχιερέα Ἐλεάζαρον καὶ τὴν γερουσίαν, καὶ δημοσίους αὐτοὺς δικαιούντων ποιεῖν ἐπὶ τῷ μὴ παραβῆναι τὸν ὅρκον ἀποδείκνυσιν εἶναι τοιούτους. καὶ οἱ μὲν τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς τοιαύτην φυλακὴν καὶ ἀσφάλειαν εὕραντο.
Τοῦ δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέως χαλεπῶς φέροντος ἐπὶ τῷ μετατάξασθαι πρὸς τὸν Ἰησοῦν τοὺς Γεβεωνίτας καὶ τοὺς τῶν πλησίον ἐθνῶν παρακαλέσαντος βασιλέας συνάρασθαι τῷ κατʼ αὐτῶν πολέμῳ, ὡς τούτους τε εἶδον παρόντας σὺν αὐτῷ, τέσσαρες δὲ ἦσαν, οἱ Γεβεωνῖται καὶ στρατοπεδευσαμένους ἐπί τινι πηγῇ τῆς πόλεως οὐκ ἄπωθεν παρασκευάζεσθαι πρὸς πολιορκίαν, ἐπεκαλοῦντο σύμμαχον Ἰησοῦν·
ἐν τούτοις γὰρ ἦν αὐτοῖς τὰ πράγματα, ὡς ὑπὸ μὲν τούτων ἀπολεῖσθαι προσδοκᾶν, ὑπὸ δὲ τῶν ἐπʼ ὀλέθρῳ τοῦ Χαναναίων γένους στρατευσάντων σωθήσεσθαι διὰ τὴν γενομένην φιλίαν ὑπολαμβάνειν.
καὶ Ἰησοῦς πανστρατιᾷ σπεύσας ἐπὶ τὴν βοήθειαν καὶ διʼ ἡμέρας καὶ νυκτὸς ἀνύσας ὄρθριος προσμίγνυσι τοῖς πολεμίοις καὶ τραπεῖσιν εἵπετο διώκων διὰ χωρίων ἐπικλινῶν, Βηθωρὰ καλεῖται. ἔνθα καὶ τὴν τοῦ θεοῦ συνεργίαν ἔμαθεν ἐπισημήναντος αὐτοῦ βρονταῖς τε καὶ κεραυνῶν ἀφέσει καὶ χαλάζης καταφορᾷ μείζονος τῆς συνήθους·
ἔτι γε μὴν καὶ τὴν ἡμέραν αὐξηθῆναι πλέον, ὡς ἂν μὴ καταλαβοῦσα νὺξ ἐπίσχῃ τὸ τῶν Ἑβραίων πρόθυμον, συνέπεσεν, ὥστε καὶ λαμβάνει τοὺς βασιλέας Ἰησοῦς ἔν τινι κρυπτομένους σπηλαίῳ κατὰ Μακχίδα καὶ κολάζει πάντας. ὅτι δὲ τὸ μῆκος τῆς ἡμέρας ἐπέδωκε τότε καὶ τοῦ συνήθους ἐπλεόνασε, δηλοῦται διὰ τῶν ἀνακειμένων ἐν τῷ ἱερῷ γραμμάτων.
Κατεστραμμένων δʼ οὕτως τῶν περὶ τοὺς βασιλέας, οἳ τοὺς Γεβεωνίτας πολεμήσοντες ἐστράτευσαν, ἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινὴν Ἰησοῦς καὶ πολὺν τῶν ἐν αὐτῇ φόνον ἐργασάμενος καὶ λείαν λαβὼν παρῆν εἰς τὸ ἐν Γαλγάλοις στρατόπεδον.
τοῦ δὲ περὶ τῆς τῶν Ἑβραίων ἀρετῆς λόγου πολλοῦ φοιτῶντος εἰς τοὺς περιοίκους κατάπληξις εἶχε τοὺς ἀκούοντας τὸ τῶν ἀπολωλότων πλῆθος καὶ στρατεύουσιν ἐπʼ αὐτοὺς οἱ περὶ Λίβανον ὄρος βασιλεῖς ὄντες Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδίοις τῶν Χαναναίων Παλαιστίνους προσλαβόντες στρατοπεδεύουσι πρὸς Βηρώθῃ πόλει Γαλιλαίας τῆς ἄνω Κεδέσης οὐ πόρρω· Γαλιλαίων δʼ ἐστὶ καὶ τοῦτο τὸ χωρίον.
τοῦ δὲ στρατοῦ παντὸς ὁπλιτῶν μὲν ἦσαν μυριάδες τριάκοντα μύριοι δʼ ἱππεῖς καὶ ἅρματα δισμύρια. καταπλήττει δὲ τὸ πλῆθος τῶν πολεμίων αὐτόν τε Ἰησοῦν καὶ τοὺς Ἰσραηλίτας καὶ πρὸς τὴν ἐλπίδα τοῦ κρείττονος εὐλαβεστέρως εἶχον διʼ ὑπερβολὴν τοῦ δέους.
τοῦ θεοῦ δʼ ἐξονειδίσαντος αὐτοῖς τὸν φόβον καὶ τί πλέον τῆς παρʼ αὐτοῦ βοηθείας ποθοῦσιν, ὑποσχομένου τε νικήσειν τοὺς ἐχθροὺς καὶ κελεύσαντος τούς τε ἵππους ἀχρήστους ποιῆσαι καὶ τὰ ἅρματα πυρῶσαι, θαρσαλέος πρὸς τὰς ὑποσχέσεις τοῦ θεοῦ γενόμενος ἐξώρμησεν ἐπὶ τοὺς πολεμίους,