Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 4

 
ἐφθάρησαν δὲ πάντες καὶ λοιμῷ ταύτην ἐνσκήψαντος αὐτοῖς τοῦ θεοῦ τὴν νόσον ὅσοι τε συγγενεῖς ὄντες κωλύειν δέον ἐξώτρυνον αὐτοὺς ἐπὶ ταῦτα ἀδικεῖν τῷ θεῷ δοκοῦντες ἀπέθνησκον. ἀπόλλυνται μὲν οὖν ἐκ τῶν τάξεων ἄνδρες οὐκ ἐλάττους τετρακισχιλίων καὶ μυρίων.
 
Ὑπὸ δὲ ταύτης παροξυνθεὶς τῆς αἰτίας Μωυσῆς ἐπὶ τὸν Μαδιανιτῶν ὄλεθρον τὴν στρατιὰν ἐξέπεμπε, περὶ ὧν τῆς ἐπʼ αὐτοὺς ἐξόδου μετὰ μικρὸν ἀπαγγελοῦμεν προδιηγησάμενοι πρῶτον ὃ παρελίπομεν· δίκαιον γὰρ ἐπὶ τούτου τὴν τοῦ νομοθέτου γνώμην μὴ παρελθεῖν ἀνεγκωμίαστον.
 
τὸν γὰρ Βάλαμον παραληφθέντα ὑπὸ τῶν Μαδιηνιτῶν, ὅπως ἐπαράσηται τοῖς Ἑβραίοις, καὶ τοῦτο μὲν οὐ δυνηθέντα θείᾳ προνοίᾳ, γνώμην δὲ ὑποθέμενον, ᾗ χρησαμένων τῶν πολεμίων ὀλίγου τὸ τῶν Ἑβραίων πλῆθος διεφθάρη τοῖς ἐπιτηδεύμασι νοσησάντων δή τινων περὶ ταῦτα, μεγάλως ἐτίμησεν ἀναγράψας αὐτοῦ τὰς μαντείας,
 
καὶ παρὸν αὐτῷ σφετερίσασθαι τὴν ἐπʼ αὐτοῖς δόξαν καὶ ἐξιδιώσασθαι μηδενὸς ἂν γενομένου μάρτυρος τοῦ διελέγξοντος, ἐκείνῳ τὴν μαρτυρίαν ἔδωκε καὶ τῆς ἐπʼ αὐτῷ μνήμης ἠξίωσε. καὶ ταῦτα μὲν ὡς ἂν αὐτοῖς τισι δοκῇ οὕτω σκοπείτωσαν.
 
Μωυσῆς δὲ ὑπὲρ ὧν καὶ προεῖπον ἐπὶ τὴν Μαδιηνιτῶν γῆν ἔπεμψεν στρατιὰν τοὺς πάντας εἰς δισχιλίους καὶ μυρίους ἐξ ἑκάστης φυλῆς τὸν ἴσον ἀριθμὸν ἐπιλεξάμενος, στρατηγὸν δʼ αὐτῶν ἀπέδειξε Φινεές, οὗ μικρῷ πρότερον ἐμνήσθημεν φυλάξαντος τοῖς Ἑβραίοις τοὺς νόμους καὶ τὸν παρανομοῦντα τούτους Ζαμβρίαν τιμωρησαμένου.
 
Μαδιηνῖται δὲ προπυθόμενοι τὸν στρατὸν ἐπὶ σφᾶς ἐλαύνοντα καὶ ὅσον οὐδέπω παρεσόμενον ἠθροίζοντό τε καὶ τὰς εἰσβολὰς τῆς χώρας, ᾗ προσεδέχοντο τοὺς πολεμίους, ἀσφαλισάμενοι περιέμενον αὐτούς.
 
ἐλθόντων δὲ καὶ συμβολῆς γενομένης πίπτει τῶν Μαδιηνιτῶν πλῆθος ἀσυλλόγιστον καὶ ἀριθμοῦ κρεῖττον οἵ τε βασιλεῖς αὐτῶν ἅπαντες· πέντε δὲ ἦσαν, Ὦχός τε καὶ Σούρης ἔτι δὲ Ῥοβέης καὶ Οὔρης, πέμπτος δὲ Ῥέκεμος, οὗ πόλις ἐπώνυμος τὸ πᾶν ἀξίωμα τῆς Ἀράβων ἔχουσα γῆς καὶ μέχρι νῦν ὑπὸ παντὸς τοῦ Ἀραβίου τοῦ κτίσαντος βασιλέως τὸ ὄνομα Ῥεκέμης καλεῖται, Πέτρα παρʼ Ἕλλησι λεγομένη.
 
τραπέντων δὲ τῶν πολεμίων οἱ Ἑβραῖοι διήρπασαν αὐτῶν τὴν χώραν καὶ πολλὴν λείαν λαβόντες καὶ τοὺς οἰκήτορας γυναιξὶν ἅμα διαφθείραντες μόνας τὰς παρθένους κατέλιπον, τοῦτο Μωυσέος Φινέει κελεύσαντος.
 
ὃς ἧκεν ἄγων τὸν στρατὸν ἀπαθῆ καὶ λείαν ἄφθονον, βόας μὲν γὰρ δισχιλίους καὶ πεντακισμυρίους, ὄις δὲ πεντακισχιλίας πρὸς μυριάσιν ἑπτὰ καὶ ἑξήκοντα, ὄνους δὲ ἑξακισμυρίας, χρυσοῦ δὲ καὶ ἀργύρου ἄπειρόν τι πλῆθος κατασκευῆς, ᾗ κατʼ οἶκον ἐχρῶντο· ὑπὸ γὰρ εὐδαιμονίας καὶ ἁβροδίαιτοι σφόδρα ἐτύγχανον. ἤχθησαν δὲ καὶ αἱ παρθένοι περὶ δισχιλίας καὶ τρισμυρίας.
 
Μωυσῆς δὲ μερίσας τὴν λείαν τῆς μὲν ἑτέρας τὸ πεντηκοστὸν Ἐλεαζάρῳ δίδωσι καὶ τοῖς ἱερεῦσι, Λευίταις δὲ τῆς ἑτέρας τὸ πεντηκοστὸν μέρος, τὴν δὲ λοιπὴν νέμει τῷ λαῷ. καὶ διῆγον τὸ λοιπὸν εὐδαιμόνως, ἀφθονίας μὲν ἀγαθῶν αὐτοῖς ὑπʼ ἀρετῆς γεγενημένης, ὑπὸ μηδενὸς δὲ σκυθρωποῦ ταύτης ἀπολαύειν ἐμποδιζόμενοι.
 
Μωυσῆς δὲ γηραιὸς ἤδη τυγχάνων διάδοχον ἑαυτοῦ Ἰησοῦν καθίστησιν ἐπί τε ταῖς προφητείαις καὶ στρατηγὸν εἴ που δεήσειε γενησόμενον, κελεύσαντος καὶ τοῦ θεοῦ τούτῳ τὴν προστασίαν ἐπιτρέψαι τῶν πραγμάτων. ὁ δὲ Ἰησοῦς πᾶσαν ἐπεπαίδευτο τὴν περὶ τοὺς νόμους παιδείαν καὶ τὸ θεῖον Μωυσέος ἐκδιδάξαντος.
 
Κἀν τούτῳ δύο φυλαὶ Γαδίς τε καὶ Ῥουβήλου καὶ τῆς Μανασσίτιδος ἡμίσεια πλήθει τετραπόδων εὐδαιμονοῦντες καὶ τοῖς ἄλλοις ἅπασι, κοινολογησάμενοι παρεκάλουν τὸν Μωυσῆν ἐξαίρετον αὐτοῖς τὴν Ἀμορῖτιν παρασχεῖν δορίκτητον οὖσαν· ἀγαθὴν γὰρ εἶναι βοσκήματα τρέφειν.
 
ὁ δʼ ὑπολαβὼν αὐτοὺς δείσαντας τὴν πρὸς Χαναναίους μάχην πρόφασιν εὐπρεπῆ τὴν τῶν βοσκημάτων ἐπιμέλειαν εὑρῆσθαι κακίστους τε ἀπεκάλει καὶ δειλίας εὐσχήμονα πρόφασιν ἐπινοήσαντας αὐτοὺς μὲν βούλεσθαι τρυφᾶν ἀπόνως διάγοντας πάντων τεταλαιπωρηκότων ὑπὲρ τοῦ κτήσασθαι τὴν αἰτουμένην ὑπʼ αὐτῶν γῆν,
 
μὴ θέλειν δὲ συναραμένους τῶν ἐπιλοίπων ἀγώνων γῆν ἣν διαβᾶσιν αὐτοῖς τὸν Ἰορδάνην ὁ θεὸς παραδώσειν ὑπέσχηται ταύτην λαβεῖν καταστρεψαμένους οὓς ἐκεῖνος ἀπέδειξεν ἡμῖν πολεμίους.
 
οἱ δʼ ὁρῶντες ὀργιζόμενον αὐτὸν καὶ δικαίως ἠρεθίσθαι πρὸς τὴν ἀξίωσιν αὐτῶν ὑπολαβόντες ἀπελογοῦντο μὴ διὰ φόβον κινδύνων μηδὲ διὰ τὴν πρὸς τὸ πονεῖν μαλακίαν πεποιῆσθαι τὴν αἴτησιν,
 
ἀλλʼ ὅπως τὴν λείαν ἐν ἐπιτηδείοις καταλιπόντες εὔζωνοι πρὸς τοὺς ἀγῶνας καὶ τὰς μάχας χωρεῖν δύναιντο, ἑτοίμους τε ἔλεγον ἑαυτοὺς κτίσαντας πόλεις εἰς φυλακὴν τέκνων καὶ γυναικῶν καὶ κτήσεως αὐτοῦ διδόντος συναπιέναι τῷ στρατῷ.
 
καὶ Μωυσῆς ἀρεσθεὶς τῷ λόγῳ καλέσας Ἐλεάζαρον τὸν ἀρχιερέα καὶ Ἰησοῦν καὶ τοὺς ἐν τέλει πάντας συνεχώρει τὴν Ἀμορρῖτιν αὐτοῖς ἐπὶ τῷ συμμαχῆσαι τοῖς συγγενέσιν, ἕως ἂν καταστήσωνται τὰ πάντα. λαβόντες οὖν ἐπὶ τούτοις τὴν χώραν καὶ κτίσαντες πόλεις καρτερὰς τέκνα τε καὶ γυναῖκας καὶ τἆλλα ὅσα συμπεριάγειν μέλλουσιν αὐτοῖς ἂν ἦν ἐμπόδια τοῦ πονεῖν ἀπέθεντο εἰς αὐτάς.
 
Οἰκοδομεῖ δὲ καὶ Μωυσῆς τὰς δέκα πόλεις τὰς εἰς τὸν ἀριθμὸν τῶν ὀκτὼ καὶ τεσσαράκοντα γενησομένας, ὧν τρεῖς ἀπέδειξε τοῖς ἐπʼ ἀκουσίῳ φόνῳ φευξομένοις, καὶ χρόνον ἔταξεν εἶναι τῆς φυγῆς τὸν αὐτὸν τῷ ἀρχιερεῖ, ἐφʼ οὗ δράσας τις τὸν φόνον ἔφυγε. μεθʼ ὃν συνεχώρει τελευτήσαντα κάθοδον, ἐχόντων ἐξουσίαν τῶν τοῦ πεφονευμένου συγγενῶν κτείνειν, εἰ λάβοιεν ἔξω τῶν ὅρων τῆς πόλεως εἰς ἣν ἔφυγε τὸν πεφονευκότα· ἑτέρῳ δὲ οὐκ ἐπετέτραπτο.
 
αἱ δὲ πόλεις αἱ πρὸς τὰς φυγὰς ἀποδεδειγμέναι ἦσαν αἵδε· Βοσάρα μὲν ἐπὶ τοῖς ὁρίοις τῆς Ἀραβίας, Ἀρίμανον δὲ τῆς Γαλαδηνῶν γῆς, καὶ Γαυλανὰν δʼ ἐν τῇ Βατανίδι. κτησαμένων δʼ αὐτῶν καὶ τὴν Χαναναίων γῆν τρεῖς ἕτεραι πόλεις ἔμελλον ἀνατεθήσεσθαι τῶν Λευίτιδων πόλεων τοῖς φυγάσιν εἰς κατοικισμὸν Μωυσέος ἐπιστείλαντος.
 
Μωυσῆς δὲ προσελθόντων αὐτῷ τῶν πρώτων τῆς Μανασσίτιδος φυλῆς καὶ δηλούντων μὲν ὡς τεθνήκοι τις τῶν φυλετῶν ἐπίσημος ἀνὴρ Σωλοφάντης ὄνομα, παῖδας μὲν οὐ καταλιπὼν ἄρσενας θυγατέρας δέ τοι, καὶ πυθομένων εἰ τούτων ὁ κλῆρος ἔσοιτο, φησίν,
 
εἰ μὲν μέλλουσί τινι συνοικεῖν τῶν φυλετῶν, μετὰ τοῦ κλήρου πρὸς αὐτοὺς ἀπιέναι, εἰ δʼ ἐξ ἄλλης γαμοῖντό τισι φυλῆς, τὸν κλῆρον ἐν τῇ πατρῴᾳ φυλῇ καταλιπεῖν. καὶ τότε μένειν ἑκάστου τὸν κλῆρον ἐν τῇ φυλῇ διετάξατο.
 
Τῶν δὲ τεσσαράκοντα ἐτῶν παρὰ τριάκοντα ἡμέρας συμπεπληρωμένων Μωυσῆς ἐκκλησίαν ἐπὶ τῷ Ἰορδάνῃ συναγαγών, ὅπου νῦν πόλις ἐστὶν Ἀβίλη, φοινικόφυτον δʼ ἐστὶ τὸ χωρίον, συνελθόντος τοῦ λαοῦ παντὸς λέγει τοιάδε·
 
Ἄνδρες συστρατιῶται καὶ τῆς μακρᾶς κοινωνοὶ ταλαιπωρίας, ἐπεὶ τῷ θεῷ δοκοῦν ἤδη καὶ τῷ γήρᾳ χρόνον ἐτῶν εἴκοσι καὶ ἑκατὸν ἠνυσμένον δεῖ με τοῦ ζῆν ἀπελθεῖν καὶ τῶν πέρα τοῦ Ἰορδάνου πραχθησομένων οὐ μέλλω βοηθὸς ὑμῖν ἔσεσθαι καὶ σύμμαχος κωλυόμενος ὑπὸ τοῦ θεοῦ,
 
δίκαιον ἡγησάμην μηδὲ νῦν ἐγκαταλιπεῖν τοὐμὸν ὑπὲρ τῆς ὑμετέρας εὐδαιμονίας πρόθυμον, ἀλλʼ ἀίδιόν τε ὑμῖν πραγματεύσασθαι τὴν τῶν ἀγαθῶν ἀπόλαυσιν, καὶ μνήμην ἐμαυτῷ γενομένων ὑμῶν ἐν ἀφθονίᾳ τῶν κρειττόνων.
 
φέρε οὖν ὑποθέμενος ὃν τρόπον ὑμεῖς τʼ ἂν εὐδαιμονήσαιτε καὶ παισὶ τοῖς αὑτῶν καταλίποιτε κτῆσιν ἀγαθῶν ἀίδιον παραθέμενος οὕτως ἀπέλθω τοῦ βίου. πιστεύεσθαι δὲ ἄξιός εἰμι διά τε τὰς πρότερον ὑπὲρ ὑμῶν φιλοτιμίας καὶ διὰ τὸ τὰς ψυχὰς ἐπὶ τελευτῇ γιγνομένας μετʼ ἀρετῆς πάσης ὁμιλεῖν.
 
ὦ παῖδες Ἰσραήλου, μία πᾶσιν ἀνθρώποις ἀγαθῶν κτήσεως αἰτία ὁ θεὸς εὐμενής· μόνος γὰρ οὗτος δοῦναί τε ταῦτα τοῖς ἀξίοις καὶ ἀφελέσθαι τῶν ἁμαρτανόντων εἰς αὐτὸν ἱκανός, ᾧ παρέχοντες ἑαυτοὺς οἵους αὐτός τε βούλεται κἀγὼ τὴν διάνοιαν αὐτοῦ σαφῶς ἐξεπιστάμενος παραινῶ, οὐκ ἂν ὄντες μακαριστοὶ καὶ ζηλωτοὶ πᾶσιν ἀτυχήσαιτέ ποτʼ ἢ παύσαισθε, ἀλλʼ ὧν τε νῦν ὑμῖν ἐστιν ἀγαθῶν ἡ κτῆσις βεβαία μενεῖ τῶν τε ἀπόντων ταχεῖαν ἕξετε τὴν παρουσίαν.
 
μόνον οἷς ὁ θεὸς ὑμᾶς ἕπεσθαι βούλεται, τούτοις πειθαρχεῖτε, καὶ μήτε νομίμων τῶν παρόντων ἄλλην προτιμήσητε διάταξιν μήτʼ εὐσεβείας ἧς νῦν περὶ τὸν θεὸν ἔχοντες καταφρονήσαντες εἰς ἄλλον μεταστήσησθε τρόπον. ταῦτα δὲ πράττοντες ἀλκιμώτατοι μάχας διενεγκεῖν ἁπάντων ἔσεσθε καὶ μηδενὶ τῶν ἐχθρῶν εὐάλωτοι.
 
θεοῦ γὰρ παρόντος ὑμῖν βοηθοῦ πάντων περιφρονεῖν εὔλογον. τῆς δʼ ἀρετῆς ἔπαθλα ὑμῖν μεγάλα κεῖται πρὸς ἅπαντα τὸν βίον κτησαμένοις· αὐτή γε τὸ πρῶτον ἀγαθῶν τὸ πρέσβιστόν ἐστιν, ἔπειτα καὶ τὴν τῶν ἄλλων χαρίζεται περιουσίαν,
 
ὡς καὶ πρὸς ἀλλήλους ὑμῖν χρωμένοις αὐτῇ μακαριστὸν ποιῆσαι τὸν βίον καὶ τῶν ἀλλοφύλων πλέον δοξαζομένους ἀδήριτον καὶ παρὰ τοῖς αὖθις τὴν εὔκλειαν ὑμῖν ὑπάρξαι. τούτων δʼ ἂν ἐφικέσθαι δυνηθείητε, εἰ τῶν νόμων οὓς ὑπαγορεύσαντός μοι τοῦ θεοῦ συνεταξάμην κατήκοοι καὶ φύλακες γένοισθε καὶ μελετῴητε τὴν σύνεσιν αὐτῶν.
 
ἄπειμι δʼ αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς παρατιθέμενος ὑμᾶς νόμων τε σωφροσύνῃ καὶ κόσμῳ τῆς πολιτείας καὶ ταῖς τῶν στρατηγῶν ἀρεταῖς, οἳ πρόνοιαν ἕξουσιν ὑμῶν τοῦ συμφέροντος.
 
θεός τε ὁ μέχρι νῦν ἡγεμονεύσας ἡμῖν, καθʼ οὗ βούλησιν κἀγὼ χρήσιμος ὑμῖν ἐγενόμην, οὐ μέχρι τοῦ δεῦρο στήσει τὴν αὑτοῦ πρόνοιαν, ἀλλʼ ἐφʼ ὃν αὐτοὶ βούλεσθε χρόνον τοῦτον ἔχειν προστάτην ἐν τοῖς τῆς ἀρετῆς ἐπιτηδεύμασι μένοντες, ἐπὶ τοσοῦτον αὐτοῦ χρήσεσθε τῇ προμηθείᾳ.
 
γνώμας τε ὑμῖν εἰσηγήσονται τὰς ἀρίστας, αἷς ἑπόμενοι τὴν εὐδαιμονίαν ἕξετε, ὁ ἀρχιερεὺς Ἐλεάζαρος καὶ Ἰησοῦς ἥ τε γερουσία καὶ τὰ τέλη τῶν φυλῶν, ὧν ἀκροᾶσθε μὴ χαλεπῶς, γινώσκοντες ὅτι πάντες οἱ ἄρχεσθαι καλῶς εἰδότες καὶ ἄρχειν εἴσονται παρελθόντες εἰς ἐξουσίαν αὐτοῦ,
 
τήν τʼ ἐλευθερίαν ἡγεῖσθε μὴ τὸ προσαγανακτεῖν οἷς ἂν ὑμᾶς οἱ ἡγεμόνες πράττειν ἀξιῶσι· νῦν μὲν γὰρ ἐν τῷ τοὺς εὐεργέτας ὑβρίζειν ἐν τούτῳ τὴν παρρησίαν τίθεσθε, ὃ δὴ τοῦ λοιποῦ φυλαττομένοις ὑμῖν ἄμεινον ἕξει τὰ πράγματα·
 
μηδὲ τὴν ἴσην ἐπὶ τούτοις ὀργήν ποτε λαμβάνετε, ᾗ κατʼ ἐμοῦ πολλάκις ἐτολμήσατε χρῆσθαι· γινώσκετε γὰρ ὡς πλεονάκις ἐκινδύνευσα ὑφʼ ὑμῶν ἀποθανεῖν ἢ ὑπὸ τῶν πολεμίων.
 
ταῦτα δʼ οὐκ ὀνειδίζειν ὑμᾶς προεθέμην, οὐ γὰρ ἐπʼ ἐξόδου τοῦ ζῆν δυσχεραίνοντας καταλιπεῖν ἠξίουν εἰς τὴν ἀνάμνησιν φέρων μηδὲ παρʼ ὃν ἔπασχον αὐτὰ καιρὸν ἐν ὀργῇ γενόμενος, ἀλλʼ ὥστε τοῦ σωφρονήσειν ὑμᾶς εἰς τὸ μέλλον κατʼ αὐτό γε τοῦτʼ ἀσφαλὲς εἶναι, καὶ μηδὲν εἰς τοὺς προεστηκότας ἐξυβρίσαι διὰ πλοῦτον, ὃς ὑμῖν πολὺς διαβᾶσι τὸν Ἰορδάνην καὶ τὴν Χαναναίαν κτησαμέναις περιστήσεται.
 
ἐπεὶ προαχθέντες εἰς καταφρόνησιν ὑπʼ αὐτοῦ καὶ τῆς ἀρετῆς ὀλιγωρίαν ἀπολεῖτε καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ θεοῦ, ποιήσαντες δὲ τοῦτον ἐχθρὸν τήν τε γῆν, ἣν κτήσεσθε, κρατηθέντες ὅπλοις ὑπὸ τῶν αὖθις ἀφαιρεθήσεσθε μετὰ μεγίστων ὀνειδῶν καὶ σκεδασθέντες διὰ τῆς οἰκουμένης πᾶσαν ἐμπλήσετε καὶ γῆν καὶ θάλασσαν τῆς αὑτῶν δουλείας.
 
ἔσται δʼ ὑμῖν τούτων πεῖραν λαμβάνουσιν ἀνωφελὴς ἡ μετάνοια καὶ ἡ τῶν οὐ φυλαχθέντων νόμων ἀνάμνησις. ὅθεν εἰ βούλοισθε τούτους ὑμῖν μένειν, τῶν πολεμίων μηδένα ὑπολείπησθε κρατήσαντες αὐτῶν, ἀλλʼ ἀπολλύναι πάντας κρίνατε συμφέρειν, ἵνα μή τινων παραγευσάμενοι τῆς ἐκείνων ἐπιτηδεύσεως διαφθείρητε τὴν πάτριον πολιτείαν.
 
ἔτι δὲ καὶ βωμοὺς καὶ ἄλση καὶ νεὼς ὁπόσους ἂν ἔχοιεν κατερείπειν παραινῶ καὶ δαπανᾶν πυρὶ τὸ γένος αὐτῶν καὶ τὴν μνήμην· βεβαία γὰρ ἂν οὕτως ὑμῖν μόνον ὑπάρξειεν ἡ τῶν οἰκείων ἀγαθῶν ἀσφάλεια.
 
ἵνα δὲ μὴ διʼ ἀμαθίαν τοῦ κρείττονος ἡ φύσις ὑμῶν πρὸς τὸ χεῖρον ἀπονεύσῃ, συνέθηκα ὑμῖν καὶ νόμους ὑπαγορεύσαντός μοι τοῦ θεοῦ καὶ πολιτείαν, ἧς τὸν κόσμον φυλάξαντες πάντων ἂν εὐδαιμονέστατοι κριθείητε.
 
Ταῦτα εἰπὼν δίδωσιν αὐτοῖς ἐν βιβλίῳ τοὺς νόμους καὶ τὴν διάταξιν τῆς πολιτείας ἀναγεγραμμένην. οἱ δὲ ἐδάκρυόν τε καὶ πολλὴν ἐπιζήτησιν ἐποιοῦντο τοῦ στρατηγοῦ μεμνημένοι τε ὧν κινδυνεύσειε καὶ προθυμηθείη τῆς περὶ αὐτῶν σωτηρίας καὶ δυσελπιστοῦντες περὶ τῶν μελλόντων ὡς οὐκ ἐσομένης ἄλλης ἀρχῆς τοιαύτης, ἧττόν τε τοῦ θεοῦ προνοησομένου διὰ τὸ Μωυσῆν εἶναι τὸν παρακαλοῦντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme