Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

321 κομισθέντος ἀλεύρου κατὰ τὴν ἑορτὴν τῶν ἀζύμων εἰς κόρους ἑβδομήκοντα, μέδιμνοι δὲ οὗτοι Σικελοὶ μέν εἰσιν εἷς καὶ τριακόσιοι Ἀττικοὶ δὲ τεσσαράκοντα εἷς, οὐδεὶς ἐτόλμησε τῶν ἱερέων κρίμνον ἓν φαγεῖν τοσαύτης ἀπορίας τὴν γῆν κατεχούσης, δεδιὼς τὸν νόμον καὶ τὴν ὀργήν, ἣν καὶ ἐπὶ ἀνεξελέγκτοις ἀεὶ τὸ θεῖον τοῖς ἀδικήμασιν ἔχει.
322 ὥστʼ οὐ δεῖ θαυμάζειν περὶ τῶν τότε πεπραγμένων, ὁπότε καὶ μέχρι τοῦ νῦν τὰ καταλειφθέντα ὑπὸ Μωυσέος γράμματα τηλικαύτην ἰσχὺν ἔχει, ὥστε καὶ τοὺς μισοῦντας ἡμᾶς ὁμολογεῖν, ὅτι καὶ τὴν πολιτείαν ἡμῖν ὁ καταστησάμενός ἐστι θεὸς διὰ Μωυσέος καὶ τῆς ἀρετῆς τῆς ἐκείνου. ἀλλὰ περὶ μὲν τούτων ὡς αὐτῷ τινι δοκεῖ διαλήψεται.
← Previous 66 / 66

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme