Book 3
312
παρελθόντι γὰρ εἰς τὴν σκηνὴν αὐτῷ καὶ περὶ τῆς μελλούσης ὑπʼ αὐτῶν ἀπωλείας ἀποκλαιομένῳ τὸν θεὸν ὑπομνῆσαι μέν, ὅσα παθόντες ἐξ αὐτοῦ καὶ πηλίκων εὐεργεσιῶν μεταλαβόντες ἀχάριστοι πρὸς αὐτὸν γένοιντο, ὅτι τε τῇ νῦν τῶν κατασκόπων ὑπαχθέντες δειλίᾳ τοὺς ἐκείνων λόγους ἀληθεστέρους τῆς ὑποσχέσεως ἡγήσαντο τῆς αὐτοῦ.
313
καὶ διὰ ταύτην τὴν αἰτίαν οὐκ ἀπολεῖ μὲν ἅπαντας οὐδʼ ἐξαφανίσει τὸ γένος αὐτῶν, ὃ πάντων μᾶλλον ἀνθρώπων ἔσχε διὰ τιμῆς, τὴν μέντοι Χαναναίαν οὐ παρέξειν γῆν αὐτοῖς λαβεῖν οὐδὲ τὴν ἀπʼ αὐτῆς εὐδαιμονίαν,
314
ἀνεστίους δὲ ποιήσειν καὶ ἀπόλιδας ἐπὶ τῆς ἐρημίας ἐπʼ ἔτη τεσσαράκοντα καταβιῶναι τῆς παρανομίας ποινὴν ταύτην ἐκτίνοντας· παισὶ μέντοι τοῖς ὑμετέροις παραδώσειν τὴν γῆν ὑπέσχετο κἀκείνους τῶν ἀγαθῶν, ὧν ἑαυτοῖς ὑπὸ ἀκρασίας ἐφθονήσατε μετασχεῖν, ποιήσειν δεσπότας.
315
Ταῦτα δὲ Μωυσέος κατὰ τὴν τοῦ θεοῦ γνώμην διαλεχθέντος ἐν λύπῃ καὶ συμφορᾷ τὸ πλῆθος ἐγένετο, καὶ τὸν Μωυσῆν παρεκάλει καταλλάκτην αὐτῶν γενέσθαι πρὸς τὸν θεὸν καὶ τῆς ἄλης τῆς κατὰ τὴν ἐρημίαν ἀπαλλάξαντα πόλεις αὐτοῖς παρασχεῖν. ὁ δʼ οὐκ ἔφασκε τὸν θεὸν τοιαύτην πεῖραν προσήσεσθαι, μὴ γὰρ κατὰ κουφότητα προαχθῆναι τὸν θεὸν ἀνθρωπίνην εἰς τὴν ὀργὴν τὴν πρὸς αὐτοὺς ἀλλὰ γνώμῃ καταψηφισάμενον αὐτῶν.
316
οὐ δεῖ δὲ ἀπιστεῖν, εἰ Μωυσῆς εἷς ἀνὴρ ὢν τοσαύτας μυριάδας ὀργιζομένας ἐπράυνε καὶ μετήγαγε πρὸς τὸ ἥμερον· ὁ γὰρ θεὸς αὐτῷ συμπαρὼν ἡττᾶσθαι τοῖς λόγοις αὐτοῦ τὸ πλῆθος παρεσκεύαζε, καὶ πολλάκις παρακούσαντες ἀσύμφορον ἑαυτοῖς τὴν ἀπείθειαν ἐπέγνωσαν ἐκ τοῦ συμφορᾷ περιπεσεῖν.