Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

274 Μοιχείαν μὲν εἰς τὸ παντελὲς ἀπεῖπε νομίσας εὔδαιμον τὸ περὶ τοὺς γάμους ὑγιαίνειν τοὺς ἄνδρας, καὶ ταῖς τε πόλεσι καὶ τοῖς οἴκοις συμφέρειν τὸ τοὺς παῖδας εἶναι γνησίους. καὶ μίσγεσθαι δὲ μητράσι κακὸν μέγιστον ὁ νόμος ἀπεῖπεν, ὁμοίως δὲ καὶ πατρὸς συνεῖναι γαμετῇ καὶ τηθίσι καὶ ἀδελφαῖς καὶ παίδων γυναιξὶν ὡς ἔκφυλον ἔχον τὴν ἀδικίαν μεμίσηκεν.
275 ἐκώλυσε δὲ καὶ γυναικὶ μεμιασμένῃ τοῖς κατὰ φύσιν πλησιάζειν μηδὲ κτήνεσιν εἰς συνουσίαν φοιτᾶν μηδὲ τὴν πρὸς τὰ ἄρρενα μῖξιν τιμᾶν διὰ τὴν ἐπʼ αὐτοῖς ὥραν ἡδονὴν θηρωμένους παράνομον. κατὰ δὲ τῶν εἰς ταῦτʼ ἐξυβρισάντων θάνατον ὥρισε τὴν τιμωρίαν.
276 Τῶν δʼ ἱερέων καὶ διπλασίονα τὴν ἁγνείαν ἐποίησε· τούτων τε γὰρ αὐτοὺς ὁμοίως τοῖς ἄλλοις εἴργει καὶ προσέτι γαμεῖν τὰς ἡταιρηκυίας ἐκώλυσε, μήτε δούλην μήτʼ αἰχμάλωτον γαμεῖν αὐτοὺς κεκώλυκε καὶ τὰς ἐκ καπηλείας καὶ τοῦ πανδοκεύειν πεπορισμένας τὸν βίον μηδὲ τὰς τῶν προτέρων ἀνδρῶν ἐφʼ αἱσδηποτοῦν αἰτίαις ἀπηλλαγμένας.
277 τὸν ἀρχιερέα μέντοι οὐδὲ τεθνηκότος ἀνδρὸς ἠξίωσε γυναῖκα τοῦτο τοῖς ἄλλοις ἱερεῦσι συγχωρῶν, μόνην δʼ αὐτῷ δέδωκε γαμεῖν παρθένον καὶ ταύτην φυλάττειν· ὅθεν οὐδὲ νεκρῷ πρόσεισιν ὁ ἀρχιερεὺς τῶν λοιπῶν οὐ κεκωλυμένων ἀδελφοῖς καὶ γονεῦσι καὶ παισὶ τοῖς αὑτῶν προσιέναι μεταστᾶσιν.
278 ἀφελεῖς δὲ εἶναι πᾶσαν ἀφέλειαν· τὸν δὲ μὴ ὁλόκληρον τῶν ἱερέων νέμεσθαι πρὸς τοὺς ἱερεῖς ἐκέλευσε τὰ γέρα, ἀναβαίνειν δὲ ἐπὶ τὸν βωμὸν καὶ εἰσιέναι εἰς τὸν ναὸν ἐκώλυσε· μὴ μόνον δὲ περὶ τὰς ἱερουργίας καθαροὺς εἶναι, σπουδάζειν δὲ καὶ περὶ τὴν αὐτῶν δίαιταν, ὥστʼ αὐτὴν ἄμεμπτον εἶναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme