Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

182 ἐπί τε τῇ τραπέζῃ τοὺς δώδεκα τιθεὶς ἄρτους ἀποσημαίνει τὸν ἐνιαυτὸν εἰς τοσούτους μῆνας διῃρημένον. τὴν δὲ λυχνίαν ἐξ ἑβδομήκοντα μορίων ποιήσας συγκειμένην τὰς τῶν πλανητῶν δεκαμοιρίας ᾐνίξατο· καὶ λύχνους ὑπὲρ αὐτῆς ἑπτά, τῶν πλανητῶν τὴν φοράν· τοσοῦτοι γάρ εἰσι τὸν ἀριθμόν.
183 τά τε φάρση ἐκ τεσσάρων ὑφανθέντα τὴν τῶν στοιχείων φύσιν δηλοῖ· ἥ τε γὰρ βύσσος τὴν γῆν ἀποσημαίνειν ἔοικε διὰ τὸ ἐξ αὐτῆς ἀνεῖσθαι τὸ λίνον, ἥ τε πορφύρα τὴν θάλασσαν τῷ πεφοινῖχθαι τῶν ἰχθύων τῷ αἵματι, τὸν δὲ ἀέρα βούλεται δηλοῦν ὁ ὑάκινθος, καὶ ὁ φοῖνιξ δʼ ἂν εἴη τεκμήριον τοῦ πυρός.
184 ἀποσημαίνει δὲ καὶ ὁ τοῦ ἀρχιερέως χιτὼν τὴν γῆν λίνεος ὤν, ὁ δὲ ὑάκινθος τὸν πόλον, ἀστραπαῖς μὲν κατὰ τοὺς ῥοΐσκους ἀπεικασμένος βρονταῖς δὲ κατὰ τὸν τῶν κωδώνων ψόφον. καὶ τὴν ἐφαπτίδα τοῦ παντὸς τὴν φύσιν ἐκ τεσσάρων δοχθεῖσαν γενέσθαι τῷ θεῷ χρυσῷ συνυφασμένην κατʼ ἐπίνοιαν οἶμαι τῆς προσούσης ἅπασιν αὐγῆς.
185 καὶ τὸν ἐσσῆνα μέσον ὄντα τῆς ἐφαπτίδος ἐν τρόπῳ γῆς ἔταξε· καὶ γὰρ αὕτη τὸν μεσαίτατον τόπον ἔχει· ζώνῃ τε περιοδεύσας τὸν ὠκεανὸν ἀποσημαίνει· καὶ γὰρ οὗτος ἐμπεριείληφε τὰ πάντα. δηλοῖ δὲ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην τῶν σαρδονύχων ἑκάτερος, οἷς ἐνεπόρπωσε τὸν ἀρχιερέα.
186 τήν τε δωδεκάδα τῶν λίθων εἴτε τοὺς μῆνάς τις θέλοι νοεῖν, εἴτε τὸν οὕτως ἀριθμὸν τῶν ἀστέρων, ὃν ζωδιακὸν κύκλον Ἕλληνες καλοῦσι, τῆς κατʼ ἐκεῖνο γνώμης οὐκ ἂν ἁμάρτοι· καὶ ὁ πῖλος δέ μοι δοκεῖ τὸν οὐρανὸν τεκμηριοῦν ὑακίνθινος πεποιημένος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme