Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

156 Μωυσῆς μὲν οὖν ἀβαΐθ αὐτὴν ἐκάλεσεν, ἡμεῖς δὲ παρὰ Βαβυλωνίων μεμαθηκότες ἐμίαν αὐτὴν καλοῦμεν· οὕτως γὰρ προσαγορεύεται παρʼ αὐτοῖς. οὗτος ὁ χιτὼν κολποῦται μὲν οὐδαμόθεν, λαγαρὸν δὲ παρέχων τὸν βροχωτῆρα τοῦ αὐχένος ἁρπεδόσιν ἐκ τῆς ὤας καὶ τῶν κατὰ στέρνον καὶ μετάφρενον ἠρτημέναις ἀναδεῖται ὑπὲρ ἑκατέραν κατακλεῖδα· μασσαβάνης καλεῖται.
157 Ὑπὲρ δὲ τῆς κεφαλῆς φορεῖ πῖλον ἄκωνον οὐ διικνούμενον εἰς πᾶσαν αὐτὴν ἀλλʼ ἐπʼ ὀλίγον ὑπερβεβηκότα μέσης· καλεῖται μὲν μασναεφθῆς, τῇ δὲ κατασκευῇ τοιοῦτός ἐστιν ὡς στεφάνη δοκεῖν ἐξ ὑφάσματος λινέου ταινία πεποιημένη παχεῖα· καὶ γὰρ ἐπιπτυσσόμενον ῥάπτεται πολλάκις.
158 ἔπειτα σινδὼν ἄνωθεν αὐτὸν ἐκπεριέρχεται διήκουσα μέχρι μετώπου τήν τε ῥαφὴν τῆς ταινίας καὶ τὸ ἀπʼ αὐτῆς ἀπρεπὲς καλύπτουσα καὶ ὅλη δὲ τῷ κρανίῳ γιγνομένη ἐπίπεδον· ἥρμοσται δὲ ἀκριβῶς, ὡς ἂν μὴ περιρρυείη πονοῦντος περὶ τὴν ἱερουργίαν. καὶ ὁποία μέν ἐστιν ἡ τῶν πολλῶν ἱερέων στολὴ δεδηλώκαμεν.
159 Ὁ δὲ ἀρχιερεὺς κοσμεῖται μὲν καὶ ταύτῃ παραλιπὼν οὐδὲν τῶν προειρημένων, ἐπενδυσάμενος δʼ ἐξ ὑακίνθου πεποιημένον χιτῶνα, ποδήρης δʼ ἐστὶ καὶ οὗτος, μεεὶρ καλεῖται κατὰ τὴν ἡμετέραν γλῶσσαν, ζώνῃ περισφίγγεται βάμμασιν οἷς ἡ πρότερον ἤνθει διαπεποικιλμένῃ χρυσοῦ συνυφασμένου·
160 κατὰ πέζαν δʼ αὐτῷ προσερραμμένοι θύσανοι ῥοῶν τρόπον ἐκ βαφῆς μεμιμημένοι ἀπήρτηντο καὶ κώδωνες χρύσεοι κατὰ πολλὴν ἐπιτήδευσιν τῆς εὐπρεπείας, ὥστε μέσον ἀπολαμβάνεσθαι δυοῖν τε κωδώνοιν ῥοΐσκον, καὶ ῥοῶν κωδώνιον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme