Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

94 ὁ δὲ τούτους τε τίθεται καὶ περὶ τῶν ὅλων ὃν ἂν πραχθείη τρόπον ἐν τοῖς αὖθις ἀπεσήμαινε χρόνοις, ὧν μνησθήσομαι κατὰ καιρὸν οἰκεῖον. τοὺς δὲ πλείονας τῶν νόμων εἰς ἑτέραν ἀνατίθεμαι γραφὴν ἰδίαν περὶ αὐτῶν ποιησόμενος ἀφήγησιν.
95 Οὕτω δὲ τῶν πραγμάτων αὐτοῖς ἐχόντων ὁ Μωυσῆς πάλιν εἰς τὸ Σιναῖον ὄρος ἀνῄει προειπὼν τοῖς Ἑβραίοις, βλεπόντων δʼ αὐτῶν ἐποιεῖτο τὴν ἄνοδον. καὶ χρόνου τριβομένου, τεσσαράκοντα γὰρ ἡμέρας διήγαγεν ἀπʼ αὐτῶν, δέος εἶχε τοὺς Ἑβραίους, μή τι Μωυσῆς πάθοι, καὶ τῶν συντυχόντων δεινῶν οὐκ ἔστιν ὃ οὕτως ἐλύπησεν αὐτούς, ὡς τὸ νομίζειν Μωυσῆν ἀπολωλέναι.
96 ἦν γὰρ τοῖς ἀνθρώποις ἔρις τῶν μὲν ἀπολωλέναι λεγόντων θηρίοις περιπεσόντα, καὶ μάλιστα ὅσοι πρὸς αὐτὸν ἀπεχθῶς ἦσαν διακείμενοι ταύτην τὴν ψῆφον ἔφερον, τῶν δὲ πρὸς τὸ θεῖον ἀνακεχωρηκέναι.
97 τοὺς δὲ σώφρονας καὶ μηδέτερον τῶν λεγομένων εἰς ἡδονὴν λαμβάνοντας ἰδίαν, καὶ τὸ θηρίοις περιπεσόντα ἀποθανεῖν ἀνθρώπινον ἡγουμένους καὶ τὸ ὑπὸ τοῦ θεοῦ πρὸς αὐτὸν μεταστῆναι διὰ τὴν προσοῦσαν ἀρετὴν εἰκὸς νομίζοντας, πρᾴως ἔχειν οὗτος ὁ λογισμὸς ἐποίει.
98 προστάτου δὲ ἠρημῶσθαι καὶ κηδεμόνος ὑπολαμβάνοντες, οἵου τυχεῖν οὐκ ἂν ἄλλου δύναιντο, σφόδρα λυπούμενοι διετέλουν καὶ οὔτε ὑπονοεῖν αὐτοὺς εἴα τὸ προσδοκᾶν τι χρηστὸν περὶ τἀνδρὸς οὔτε μὴ λυπεῖσθαι καὶ κατηφεῖν ἠδύναντο. τὸ δὲ στρατόπεδον οὐκ ἐθάρρουν μετάγειν Μωυσέος αὐτοὺς ἐκεῖ παραμένειν προειρηκότος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme