Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 3

40 ἐτύγχανον δὲ οἱ πρὸς τοῦτο ἐνάγοντες οἵ τε τὴν Γοβολῖτιν καὶ τὴν Πέτραν κατοικοῦντες, οἳ καλοῦνται μὲν Ἀμαληκῖται, μαχιμώτατοι δὲ τῶν ἐκεῖσε ἐθνῶν ὑπῆρχον, ὧν πέμποντες οἱ βασιλεῖς ἀλλήλους τε καὶ τοὺς περιοίκους ἐπὶ τὸν πρὸς Ἑβραίους πόλεμον παρεκάλουν, στρατὸν ἀλλότριον καὶ τῆς Αἰγυπτίων ἀποδράντα δουλείας ἐφεδρεύειν αὐτοῖς λέγοντες,
41 ὃν οὐ καλῶς ἔχει περιορᾶν, ἀλλὰ πρὶν ἢ λαβεῖν ἰσχὺν καὶ παρελθεῖν εἰς εὐπορίαν καὶ αὐτὸν τῆς πρὸς ἡμᾶς κατάρξαι μάχης θαρρήσαντας τῷ μηδὲν αὐτοῖς παρʼ ἡμῶν ἀπαντᾶν καταλύειν ἀσφαλὲς καὶ σῶφρον δίκην αὐτοὺς καὶ περὶ τῆς ἐρήμου καὶ τῶν ἐν αὐτῇ πραχθέντων ἀπαιτοῦντας, ἀλλʼ οὐχ ὅταν ταῖς πόλεσιν ἡμῶν καὶ τοῖς ἀγαθοῖς ἐπιβάλωσι τὰς χεῖρας.
42 οἱ δὲ ἀρχομένην δύναμιν ἐχθρῶν πειρώμενοι καταλύειν ἀγαθοὶ συνεῖναι μᾶλλον, ἢ οἱ προκόψασαν μείζω κωλύοντες γενέσθαι· οἱ μὲν γὰρ τοῦ περισσοῦ δοκοῦσι νεμεσᾶν, οἱ δʼ οὐδεμίαν αὐτοῖς ἀφορμὴν κατʼ αὐτῶν ἐῶσι γενέσθαι. τοιαῦτα τοῖς τε πλησιοχώροις καὶ πρὸς ἀλλήλους πρεσβευόμενοι χωρεῖν τοῖς Ἑβραίοις ἐγνώκεσαν εἰς μάχην.
43 Μωυσεῖ δʼ οὐδὲν προσδοκῶντι πολέμιον ἀπορίαν καὶ ταραχὴν ἐνεποίει τὰ τῶν ἐπιχωρίων, καὶ παρόντων ἐπὶ τὴν μάχην ἤδη καὶ κινδυνεύειν δέον ἐθορύβει χαλεπῶς τὸ τῶν Ἑβραίων πλῆθος ἐν ἀπορίᾳ μὲν ὂν ἁπάντων, μέλλον δὲ πολεμεῖν πρὸς ἀνθρώπους τοῖς πᾶσι καλῶς ἐξηρτυμένους.
44 παραμυθίας οὖν ὁ Μωυσῆς ἤρχετο καὶ θαρρεῖν παρεκάλει τῇ τοῦ θεοῦ ψήφῳ πεπιστευκότας, ὑφʼ ἧς εἰς τὴν ἐλευθερίαν ἠρμένοι κατανικήσειαν τοὺς περὶ αὐτῆς εἰς μάχην αὐτοῖς καθισταμένους,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme