Book 3
α. Ὡς Μωυσῆς τὸν λαὸν ἀπ' Αἰγύπτου ἀναλαβὼν ἤγαγεν ἐπὶ τὸ Σιναῖον ὄρος πολλὰ ταλαιπωρήσαντα ἐν τῇ ὁδοιπορίᾳ.
β. ὡς πολεμήσαντες Ἑβραίοις Ἀμαληκῖται καὶ οἱ πέριξ ἡττήθησαν καὶ πολλὴν τῆς στρατιᾶς ἀπέβαλον.
γ. ὅτι τὸν πενθερὸν αὑτοῦ Ἰεθὴρ Μωυσῆς παραγενόμενον πρὸς αὐτὸν εἰς τὸ Σιναῖον ἀσμένως ὑπεδέξατο.
δ. ὡς ὑπέθετο διατάξαι τὸν λαὸν αὐτῷ κατὰ χιλιάρχους καὶ ἑκατοντάρχους ἄτακτον ὄντα τὸ πρῶτον, καὶ ὡς ἕκαστα τούτων ἐποίησε Μωυσῆς κατὰ τὴν τοῦ πενθεροῦ παραίνεσιν.
ε. ὡς ἀναβὰς Μωυσῆς ἐπὶ τὸ Σιναῖον ὄρος καὶ λαβὼν παρὰ τοῦ θεοῦ τοὺς νόμους τοῖς Ἑβραίοις ἔδωκεν.
5
ϛ. περὶ τῆς σκηνῆς ἣν κατεσκεύασε Μωυσῆς ἐν τῇ ἐρημίᾳ εἰς τιμὴν τοῦ θεοῦ, ὥστε ναὸν εἶναι δοκεῖν.
ζ. τίνες τε τοῖς ἱερεῦσίν εἰσιν αἱ στολαὶ καὶ ἡ τοῦ ἀρχιερέως· καὶ τῶν ἁγνειῶν οἱ τρόποι καὶ περὶ τῶν ἑορτῶν καὶ ὡς ἑκάστη τῶν ἑορτῶν διατέτακται.
η. ὡς ἐκεῖθεν ἄρας Μωυσῆς ἤγαγεν εἰς τοὺς ὅρους τῶν Χαναναίων καὶ τοὺς κατοψομένους αὐτῶν τὴν χώραν καὶ τῶν πόλεων τὸ μέγεθος ἐξαπέστειλεν.
θ. ὅτι τῶν πεμφθέντων μετὰ τεσσαρακοστὴν ὑποστρεψάντων ἡμέραν καὶ λεγόντων οὐκ ἀξιομάχους αὐτοὺς ἀλλὰ τὴν τῶν Χαναναίων ὑπεξαιρόντων δύναμιν, τὸ πλῆθος ταραχθὲν καὶ πεσὸν εἰς ἀπόγνωσιν ὥρμησεν ὥστε καταλεῦσαι παρὰ μικρὸν τὸν Μωυσῆν καὶ πάλιν εἰς τὴν Αἴγυπτον ὑποστρέψαι δουλεύειν διεγνωκότες.
ι. καὶ ὡς ἐπὶ τούτῳ Μωυσῆς διαγανακτήσας τὸν θεὸν αὐτοῖς ἐπὶ ἔτη τεσσαράκοντα τὴν ἐπὶ τῆς ἐρημίας διατριβὴν προειπεῖν ὠργίσθαι, καὶ μήτ' εἰς Αἴγυπτον ὑποστρέφειν μήτε λαβεῖν τὴν Χαναναίαν.
10
περιέχει ἡ βίβλος χρόνον ἐτῶν δύο.
Παραδόξου δὲ τῆς σωτηρίας τοῖς Ἑβραίοις οὕτως γενομένης δεινῶς ἐλύπει πάλιν αὐτοὺς ἀγομένους ἐπὶ τὸ Σιναῖον ὄρος ἡ χώρα τελέως οὖσα ἔρημος καὶ τῶν τε πρὸς τροφὴν αὐτοῖς ἄπορος, σπανίζουσα δὲ καὶ ὕδατος εἰς τὸ ἔσχατον, καὶ μὴ μόνον ἀνθρώποις τι παρασχεῖν ἐνδεής, ἀλλὰ καὶ μηδʼ ἄλλο τι τῶν ζῴων ἱκανὴ βόσκειν· ψαφαρὰ γάρ ἐστι καὶ νοτερὸν ἐξ αὐτῆς οὐδὲν ὅ τι καὶ φῦσαι καρπὸν δύναιτο. τοιαύτην δὲ οὖσαν τὴν χώραν ἐξ ἀνάγκης ὥδευον ἑτέραν ἀπελθεῖν οὐκ ἔχοντες.
ἐπεφέροντο δʼ ἐκ τῆς προωδοιπορημένης ὕδωρ τοῦ στρατηγοῦ κεκελευκότος, καὶ τούτου δαπανηθέντος ἐκ φρεάτων ἐποιοῦντο τὴν ὑδρείαν ἐπιπόνως διὰ σκληρότητα τῆς γῆς, καὶ τὸ εὑρισκόμενον δὲ πικρὸν ἀλλʼ οὐ πότιμον ἦν, καὶ τοῦτο δὲ σπάνιον.
ἀφικνοῦνται δὲ τοῦτον ὁδεύοντες τὸν τρόπον περὶ δείλην ὀψίαν εἰς Μὰρ τόπον οὕτως διὰ τὴν τοῦ ὕδατος κακίαν ὀνομάσαντες· μὰρ γὰρ ἡ πικρία λέγεται. καὶ αὐτόθι τεταλαιπωρημένοι τῷ τε συνεχεῖ τῆς ὁδοιπορίας καὶ τῇ τῆς τροφῆς ἀπορίᾳ, καὶ γὰρ τότʼ αὐτοὺς τελείως ἐπιλελοίπει, κατάγονται·
φρέαρ γὰρ ἦν, διὸ καὶ μᾶλλον ἔμειναν, οὐδʼ αὐτὸ μὲν ἐξαρκεῖν δυνάμενον τοσούτῳ στρατῷ, βραχεῖαν μέντοι παρέχον αὐτοῖς εὐθυμίαν ἐν ἐκείνοις εὑρεθὲν τοῖς χωρίοις· καὶ γὰρ ἤκουον παρὰ τῶν ἐξερευνώντων μηδὲν ἔμπροσθεν βαδίζουσιν εἶναι. πικρὸν δὲ ἐκεῖνο τὸ ὕδωρ καὶ ἄποτον ἦν οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ τοῖς ὑποζυγίοις ἀφόρητον.
Ὁρῶν δʼ ὁ Μωυσῆς ἀθύμως διακειμένους καὶ τοῦ πράγματος τὸ ἀναντίλεκτον, οὐ γὰρ καθαρὸς ἦν στρατὸς ὥστε τῷ βιαζομένῳ τῆς ἀνάγκης ἀντιτάξαι τὸ ἀνδρεῖον, ἀλλὰ διέφθειρε τὸ κατʼ ἐκείνους γενναῖον παίδων τε καὶ γυναικῶν ὄχλος ἀσθενέστερος τῆς ἐκ λόγων διδασκαλίας, ἐν χαλεπωτέροις ἦν τὴν συμφορὰν τὴν ἁπάντων ἰδίαν αὐτοῦ ποιούμενος·
καὶ γὰρ οὐδʼ ἐπʼ ἄλλον τινὰ συνέτρεχον ἀλλʼ ἐπʼ αὐτόν, ἀντιβολοῦντες γύναια μὲν ὑπὲρ νηπίων οἱ δʼ ἄνδρες ὑπὲρ ἐκείνων μὴ περιορᾶν, ἀλλʼ ἐκπορίζειν αὐτοῖς ἀφορμήν τινα σωτηρίας. ἱκετεύειν οὖν τρέπεται τὸν θεὸν μεταβαλεῖν τὸ ὕδωρ ἐκ τῆς παρούσης κακίας καὶ πότιμον αὐτοῖς παρασχεῖν.
καὶ κατανεύσαντος τοῦ θεοῦ τὴν χάριν λαβὼν τομάδος τὸ ἄκρον ἐν ποσὶν ἐρριμμένης διαιρεῖ μέσην καὶ κατὰ τὸ μῆκος τὴν τομὴν ποιησάμενος, ἔπειτα μεθεὶς εἰς τὸ φρέαρ ἔπειθε τοὺς Ἑβραίους τὸν θεὸν ἐπήκοον αὐτοῦ τῶν εὐχῶν γεγονέναι καὶ ὑπεσχῆσθαι τὸ ὕδωρ αὐτοῖς παρέξειν οἷον ἐπιθυμοῦσιν, ἂν πρὸς τὰ ὑπʼ αὐτοῦ κελευόμενα μὴ ὀκνηρῶς ἀλλὰ προθύμως ὑπουργῶσιν.
ἐρομένων δʼ αὐτῶν, τί καὶ ποιούντων ἂν μεταβάλοι τὸ ὕδωρ ἐπὶ τὸ κρεῖττον, κελεύει τοὺς ἐν ἀκμῇ περιστάντας ἐξαντλεῖν λέγων τὸ ὑπολειπόμενον ἔσεσθαι πότιμον αὐτοῖς προεκκενωθέντος τοῦ πλείονος. καὶ οἱ μὲν ἐπόνουν, τὸ δʼ ὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμένον καὶ κεκαθαρμένον ἤδη πότιμον ἦν.
Ἄραντες δʼ ἐκεῖθεν εἰς Ἦλιν ἀφικνοῦνται πόρρωθεν μὲν ἀγαθὴν ὁραθῆναι, καὶ γὰρ φοινικόφυτος ἦν, πλησιάζουσα δʼ ἀπηλέγχετο πονηρά· καὶ γὰρ οἱ φοίνικες ὄντες οὐ πλείους ἑβδομήκοντα δυσαυξεῖς τε ἦσαν καὶ χαμαίζηλοι διʼ ὕδατος ἀπορίαν ψαφαροῦ τοῦ παντὸς ὄντος χωρίου·
οὔτε γὰρ ἐκ τῶν πηγῶν δώδεκα οὐσῶν τὸν ἀριθμὸν νοτερόν τι προσαρδεῦον αὐτοῖς διʼ ἐλπίδα χρήσιμον, ἀλλὰ μὴ δυναμένων ἐκβλύσαι μηδʼ ἀνασχεῖν ἰκμάδες ἦσαν ὀλίγαι, καὶ διαμωμένοις τὴν ψάμμον οὐδὲν ἀπήντα, κἂν εἴ τι δὲ στάζον ἔλαβον εἰς χεῖρας, ἄχρηστον ηὕρισκον ὑπὸ τοῦ θολερὸν εἶναι·
καρπόν τε φέρειν ἦν ἀσθενῆ τὰ δένδρα διὰ σπάνιν τῆς ἐξ ὕδατος εἰς τοῦτο ἀφορμῆς καὶ παρακλήσεως. εἶχον οὖν ἐν αἰτίᾳ τὸν στρατηγὸν καὶ κατεβόων αὐτοῦ τὴν ταλαιπωρίαν καὶ τὴν πεῖραν τῶν κακῶν διʼ αὐτὸν πάσχειν λέγοντες· τριακοστὴν γὰρ ἐκείνην ὁδεύοντες ἡμέραν ὅσα μὲν ἐπεφέροντο πάντʼ ἦσαν ἀναλωκότες, μηδενὶ δὲ περιτυγχάνοντες δυσέλπιδες ἦσαν περὶ τῶν ὅλων.
πρὸς δὲ τῷ παρόντι κακῷ τὴν διάνοιαν ὄντες καὶ ἐν μνήμῃ εἶναι τῶν ὑπηργμένων αὐτοῖς ἔκ τε τοῦ θεοῦ καὶ τῆς Μωυσέος ἀρετῆς καὶ συνέσεως κωλυόμενοι διʼ ὀργῆς τὸν στρατηγὸν εἶχον καὶ βάλλειν αὐτὸν ὡρμήκεσαν ὡς αἰτιώτατον τῆς ἐν ποσὶ συμφορᾶς.
Ὁ δʼ οὕτως ἀνηρεθισμένου τοῦ πλήθους καὶ πικρῶς ἐπʼ αὐτὸν κεκινημένου τῷ θεῷ θαρρῶν καὶ τῷ συνειδότι τῆς περὶ τοὺς ὁμοφύλους προνοίας πάρεισιν εἰς μέσους, καὶ καταβοώντων καὶ κατὰ χεῖρας ἔτι τοὺς λίθους ἐχόντων, ὁραθῆναί τε κεχαρισμένος ὢν καὶ πλήθεσιν ὁμιλεῖν πιθανώτατος, καταπαύειν ἤρξατο τῆς ὀργῆς,
μὴ τῶν παρόντων αὐτοὺς δυσκόλων μεμνημένους λήθην ἔχειν τῶν ἔμπροσθεν εὐεργεσιῶν παρακαλῶν, μηδʼ ὅτι νῦν πονοῦσι τῆς διανοίας ἐκβάλλειν τὰς τοῦ θεοῦ χάριτας καὶ δωρεάς, ὧν μεγάλων καὶ ἐκ παραδόξου ἔτυχον γενομένων, προσδοκᾶν δὲ καὶ τῆς παρούσης ἀπαλλαγῆναι ἀμηχανίας ἐκ τῆς τοῦ θεοῦ κηδεμονίας,
ὃν εἰκὸς δοκιμάζοντα τὴν ἀρετὴν αὐτῶν πῶς τε καρτερίας ἔχουσι καὶ μνήμης τῶν προϋπηργμένων, εἰ μὴ πρὸς ἐκεῖνα γίγνοιντο διὰ τὰ ἐν ποσὶ κακά, γυμνάζειν αὐτοὺς τοῖς ἄρτι χαλεποῖς.
ἐλέγχεσθαι δὲ αὐτοὺς οὐκ ἀγαθοὺς οὔτε περὶ τὴν ὑπομονὴν οὔτε περὶ τὴν μνήμην τῶν εὖ γεγονότων, οὕτως μὲν τοῦ θεοῦ καὶ τῆς ἐκείνου γνώμης, καθʼ ἣν ἐκλελοίπασι τὴν Αἴγυπτον, καταφρονοῦντας, οὕτως δὲ πρὸς αὐτὸν τὸν ὑπηρέτην αὐτοῦ διατεθέντας καὶ ταῦτα μηδὲν αὐτοὺς διαψευσάμενον περὶ ὧν εἴποι τε καὶ πράττειν κατʼ ἐντολὴν τοῦ θεοῦ κελεύσειε.
κατηρίθμει τε πάντα, πῶς τε φθαρεῖεν Αἰγύπτιοι κατέχειν αὐτοὺς παρὰ τὴν τοῦ θεοῦ γνώμην βιαζόμενοι, καὶ τίνα τρόπον ὁ αὐτὸς ποταμὸς ἐκείνοις μὲν αἷμα ἦν καὶ ἄποτος αὐτοῖς δὲ πότιμος καὶ γλυκύς,
πῶς τε διὰ τῆς θαλάσσης ἀναφυγούσης αὐτοῖς πορρωτάτω καινὴν ὁδὸν ἀπελθόντες αὐτῇ ταύτῃ σωθείησαν μὲν αὐτοί, τοὺς δὲ ἐχθροὺς ἐπίδοιεν ἀπολωλότας, ὅτι τε σπανίζοντας ὅπλων εἰς εὐπορίαν ὁ θεὸς καὶ τούτων καταστήσειε, τά τε ἄλλα ὅσα πρὸς αὐτῷ τῷ διαφθαρήσεσθαι δόξαντας γεγονέναι καὶ σώσειεν ὁ θεὸς ἐκ παραλόγου καὶ ὡς δύναμις αὐτῷ·
μὴ ἀπογινώσκειν δὲ μηδὲ νῦν αὐτοῦ τὴν πρόνοιαν, ἀλλʼ ἀοργήτως περιμένειν, λογιζομένους μὲν τὴν ἐπικουρίαν μηδὲ βραδεῖαν γίνεσθαι, εἰ μὴ παραυτίκα καὶ εἰ μὴ πρίν τινος πειραθῆναι δυσκόλου πάρεστιν, ἡγουμένους δὲ οὐ κατὰ ὀλιγωρίαν μέλλειν τὸν θεόν, ἀλλʼ ἐπὶ πείρᾳ τῆς ἀνδρείας αὐτῶν καὶ τῆς περὶ τὴν ἐλευθερίαν ἡδονῆς,
ἵνα μάθοι πότερόν ποτε καὶ τροφῆς ἀπορίαν καὶ σπάνιν ὕδατος ὑπὲρ αὐτῆς ἐστε ἐνεγκεῖν γενναῖοι, ἢ δουλεύειν μᾶλλον ἀγαπᾶτε καθάπερ τὰ βοσκήματα τοῖς κρατοῦσι καὶ τοῖς πρὸς τὰς ἐκείνων ὑπηρεσίας ἀφθόνως τρεφομένοις·
δεδιέναι δʼ εἰπὼν οὐχ οὕτως ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, πείσεσθαι γὰρ οὐδὲν κακὸν ἀδίκως ἀποθανών, ἀλλʼ ὑπὲρ αὐτῶν, μὴ διʼ ὧνπερ αὐτὸν βάλλουσι λίθων τοῦ θεοῦ κατακρίνειν νομισθῶσιν,
ἐπράυνεν αὐτοὺς καὶ τῆς μὲν τοῦ βάλλειν ὁρμῆς ἐπέσχε καὶ εἰς μετάνοιαν ὧν ἔμελλον δρᾶν ἔτρεψε. παθεῖν δʼ οὐκ ἀλόγως αὐτοὺς διὰ τὴν ἀνάγκην τοῦτο νομίσας ἔγνω δεῖν ἐφʼ ἱκετείαν τοῦ θεοῦ καὶ παράκλησιν ἐλθεῖν, καὶ ἀναβὰς ἐπί τινα σκοπὴν ᾔτει πόρον τινὰ τῷ λαῷ καὶ τῆς ἐνδείας ἀπαλλαγήν·
ἐν αὐτῷ γὰρ εἶναι τὴν σωτηρίαν αὐτοῦ καὶ οὐκ ἐν ἄλλῳ· συγγινώσκειν δὲ τοῖς νῦν ὑπὸ τῆς ἀνάγκης ὑπὸ τοῦ λαοῦ πραττομένοις φύσει δυσαρέστου καὶ φιλαιτίου τοῦ τῶν ἀνθρώπων ἐν οἷς ἂν ἀτυχῇ γένους ὄντος. ὁ θεὸς δὲ προνοήσειν τε ἐπαγγέλλεται καὶ παρέξειν ἀφορμὴν ἣν ποθοῦσι.
Μωυσῆς δὲ τοῦ θεοῦ ταῦτʼ ἀκούσας καταβαίνει πρὸς τὸ πλῆθος· οἱ δʼ ὡς ἑώρων καὶ ταῖς ἐπαγγελίαις ταῖς παρὰ τοῦ θεοῦ γεγηθότα μετέβαλον ἐκ τῆς κατηφείας πρὸς τὸ ἱλαρώτερον, καὶ στὰς ἐκεῖνος ἐν μέσοις ἥκειν ἔλεγε φέρων αὐτοῖς παρὰ τοῦ θεοῦ τὴν περὶ τῶν ἐνεστηκότων ἀπόρων ἀπαλλαγήν.
καὶ μετʼ ὀλίγον ὀρτύγων πλῆθος, τρέφει δὲ τοῦτο τὸ ὄρνεον ὡς οὐδὲν ἕτερον ὁ Ἀράβιος κόλπος, ἐφίπταται τὴν μεταξὺ θάλατταν ὑπερελθὸν καὶ ὑπὸ κόπου τε ἅμα τῆς πτήσεως καὶ πρόσγαιον μᾶλλον τῶν ἄλλων ὂν καταφέρεται εἰς τοὺς Ἑβραίους· οἱ δὲ συλλαμβάνοντες ὡς τροφὴν αὐτοῖς τοῦ θεοῦ ταύτην μηχανησαμένου τὴν ἔνδειαν ἰῶνται, καὶ Μωυσῆς ἐπʼ εὐχὰς τρέπεται τοῦ θεοῦ ταχεῖαν καὶ παρὰ τὴν ὑπόσχεσιν ποιησαμένου τὴν ἐπικουρίαν.
Εὐθὺς δὲ μετὰ τὴν πρώτην ἀφορμὴν τῆς τροφῆς καὶ δευτέραν αὐτοῖς κατέπεμπεν ὁ θεός· ἀνέχοντος γὰρ τοῦ Μωυσέος τὰς χεῖρας ἐπὶ ταῖς εὐχαῖς δρόσος κατηνέχθη, καὶ περιπηγνυμένης ταῖς χερσὶ Μωυσῆς ὑπονοήσας καὶ ταύτην εἰς τροφὴν ἥκειν αὐτοῖς παρὰ τοῦ θεοῦ γεύεταί τε καὶ ἡσθείς,
τοῦ πλήθους ἀγνοοῦντος καὶ νομίζοντος νίφεσθαι καὶ τῆς ὥρας εἶναι τοῦ ἔτους τὸ γινόμενον, ἀνεδίδασκεν οὐ κατὰ τὴν ἐκείνων ὑπόληψιν ἀπʼ οὐρανοῦ καταφέρεσθαι τὴν δρόσον, ἀλλʼ ἐπὶ σωτηρίᾳ τῇ αὐτῶν καὶ διατροφῇ, καὶ γευομένοις τοῦτο αὐτοῖς παρεῖχε πιστεύειν.
οἱ δὲ μιμούμενοι τὸν στρατηγὸν ἥδοντο τῷ βρώματι· μέλιτι γὰρ ἦν τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν ἐμφερές, ὅμοιον δὲ τῇ τῶν ἀρωμάτων βδέλλῃ, τὸ δὲ μέγεθος τῷ κοριάννου σπέρματι· καὶ περὶ συλλογὴν λίαν αὐτοῦ ἐσπουδάκεσαν.
παρηγγέλλετο δʼ ἐξ ἴσου πᾶσιν ἀσσαρῶνα, τοῦτο δʼ ἐστὶ μέτρον, εἰς ἑκάστην ἡμέραν συλλέγειν ὡς οὐκ ἐπιλείψοντος αὐτοῖς τοῦ βρώματος, ἵνα μὴ τοῖς ἀδυνάτοις ἄπορον ᾖ τὸ λαμβάνειν διʼ ἀλκὴν τῶν δυνατωτέρων πλεονεκτούντων περὶ τὴν ἀναίρεσιν.