Book 20
28
ἡ μὲν ταῦτʼ εἶπεν ἐπὶ πείρᾳ τοῦ τί φρονοῖεν οἱ συγκληθέντες· οἱ δὲ ἀκούσαντες πρῶτον μὲν προσεκύνησαν τὴν βασιλίδα, καθὼς ἔθος ἐστὶν αὐτοῖς, εἶτʼ ἔφασαν τὴν τοῦ βασιλέως γνώμην βεβαιοῦν καὶ ὑπακούσεσθαι χαίροντες Ἰζάτῃ δικαίως ὑπὸ τοῦ πατρὸς προκριθέντι τῶν ἀδελφῶν κατὰ τὰς εὐχὰς τὰς ἁπάντων.
29
βούλεσθαί τʼ ἔφασαν προαποκτεῖναι πρῶτον αὐτοῦ τοὺς ἀδελφοὺς καὶ συγγενεῖς ὑπὲρ τοῦ τὴν ἀρχὴν Ἰζάτην μετʼ ἀσφαλείας κατασχεῖν· φθαρέντων γὰρ ἐκείνων καθαιρεθήσεσθαι πάντα τὸν φόβον τὸν ὑπὸ μίσους τοῦ παρʼ αὐτῶν καὶ φθόνου γινόμενον.
30
πρὸς ταῦτα ἡ Ἑλένη χάριν μὲν αὐτοῖς ὡμολόγει τῆς πρὸς αὐτὴν καὶ τὸν Ἰζάτην εὐνοίας ἔχειν, παρεκάλει δʼ ὅμως ἐπισχεῖν τὴν περὶ τῆς ἀναιρέσεως τῶν ἀδελφῶν γνώμην μέχρι ἂν Ἰζάτης παραγενόμενος συνδοκιμάσῃ.
31
οἱ δʼ ἐπεὶ ἀνελεῖν συμβουλεύσαντες οὐκ ἔπεισαν, ἀλλὰ φυλάσσειν αὐτοὺς δεσμίους παρῄνουν μέχρι τῆς ἐκείνου παρουσίας ὑπὲρ ἀσφαλείας τῆς ἑαυτῶν. συνεβούλευον δʼ αὐτῇ μεταξὺ προστήσασθαί τινα τῆς ἀρχῆς ἐπίτροπον, ᾧ μάλιστα πιστεύει.
32
πείθεται τούτοις ἡ Ἑλένη, καὶ καθίστησι τὸν πρεσβύτατον παῖδα Μονόβαζον βασιλέα περιθεῖσα τὸ διάδημα καὶ δοῦσα τὸν σημαντῆρα τοῦ πατρὸς δακτύλιον τήν τε σαμψηρὰν ὀνομαζομένην παρʼ αὐτοῖς, διοικεῖν τε τὴν βασιλείαν παρῄνεσεν μέχρι τῆς τοῦ ἀδελφοῦ παρουσίας.
33
ἧκε δʼ οὗτος ταχέως ἀκούσας τὴν τοῦ πατρὸς τελευτὴν καὶ διαδέχεται τὸν ἀδελφὸν Μονόβαζον ὑπεκστάντος τῆς ἀρχῆς αὐτῷ.