Book 20
λαμβάνει δὲ καὶ Ἰησοῦς ὁ τοῦ Γαμαλιήλου τὴν διαδοχὴν τῆς ἀρχιερωσύνης παρὰ τοῦ βασιλέως Ἰησοῦν ἀφελομένου τὸν τοῦ Δαμναίου, καὶ διὰ τοῦτο στάσις αὐτῶν πρὸς ἀλλήλους ἐγένετο· σύστημα γὰρ τῶν θρασυτάτων ποιησάμενοι πολλάκις μέχρι λίθων βολῆς ἀπὸ τῶν βλασφημιῶν ἐξέπιπτον. ὑπερεῖχεν δὲ Ἀνανίας τῷ πλούτῳ προσαγόμενος τοὺς λαμβάνειν ἑτοίμους.
Κοστόβαρος δὲ καὶ Σαοῦλος αὐτοὶ καθʼ αὑτοὺς μοχθηρὰ πλήθη συνῆγον γένους μὲν ὄντες βασιλικοῦ καὶ διὰ τὴν πρὸς Ἀγρίππαν συγγένειαν εὐνοίας τυγχάνοντες, βίαιοι δὲ καὶ ἁρπάζειν τὰ τῶν ἀσθενεστέρων ἕτοιμοι. ἐξ ἐκείνου μάλιστα τοῦ καιροῦ συνέβη τὴν πόλιν ἡμῶν νοσεῖν προκοπτόντων πάντων ἐπὶ τὸ χεῖρον.
Ὡς δʼ ἤκουσεν Ἀλβῖνος διάδοχον αὐτῷ Γέσσιον Φλῶρον ἀφικνεῖσθαι, βουλόμενος δοκεῖν τι τοῖς Ἱεροσολυμίταις παρεσχῆσθαι προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῶν προδήλως θανεῖν ἄξιοι, τούτους προσέταξεν ἀναιρεθῆναι, τοὺς δʼ ἐκ μικρᾶς καὶ τῆς τυχούσης αἰτίας εἰς τὴν εἱρκτὴν κατατεθέντας χρήματα λαμβάνων αὐτὸς ἀπέλυεν. καὶ οὕτως ἡ μὲν φυλακὴ τῶν δεσμωτῶν ἐκαθάρθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη.
Τῶν δὲ Λευιτῶν, φυλὴ δʼ ἐστὶν αὕτη, ὅσοιπερ ἦσαν ὑμνῳδοὶ πείθουσι τὸν βασιλέα καθίσαντα συνέδριον φορεῖν αὐτοῖς ἐπίσης τοῖς ἱερεῦσιν ἐπιτρέψαι λινῆν στολήν· πρέπειν γὰρ αὐτοῦ τοῖς τῆς ἀρχῆς χρόνοις ἔφασκον ἀφʼ ὧν μνημονευθήσεται καινοποιεῖν.
καὶ τῆς ἀξιώσεως οὐ διήμαρτον· ὁ γὰρ βασιλεὺς μετὰ γνώμης τῶν εἰς τὸ συνέδριον ἐποιχομένων συνεχώρησεν τοῖς ὑμνῳδοῖς ἀποθεμένους τὴν προτέραν ἐσθῆτα φορεῖν λινῆν οἵαν ἠθέλησαν.
μέρους δέ τινος τῆς φυλῆς λειτουργοῦντος κατὰ τὸ ἱερὸν καὶ τούτοις ἐπέτρεψεν τοὺς ὕμνους ἐκμαθεῖν, ὡς παρεκάλουν. πάντα δʼ ἦν ἐναντία ταῦτα τοῖς πατρίοις νόμοις, ὧν παραβαθέντων οὐκ ἐνῆν μὴ οὐχὶ δίκας ὑποσχεῖν.
Ἤδη δὲ τότε καὶ τὸ ἱερὸν ἐτετέλεστο. βλέπων οὖν ὁ δῆμος ἀργήσαντας τοὺς τεχνίτας ὑπὲρ μυρίους καὶ ὀκτακισχιλίους ὄντας καὶ μισθοφορίας ἐνδεεῖς ἐσομένους διὰ τὸ τὴν τροφὴν ἐκ τῆς κατὰ τὸ ἱερὸν ἐργασίας πορίζεσθαι,
καὶ χρήματα μὲν ἀπόθετα διὰ τὸν ἐκ Ῥωμαίων φόβον ἔχειν οὐ θέλων, προνοούμενος δὲ τῶν τεχνιτῶν καὶ εἰς τούτους ἀναλοῦν τοὺς θησαυροὺς βουλόμενος, καὶ γὰρ εἰ μίαν τις ὥραν τῆς ἡμέρας ἐργάσαιτο, τὸν μισθὸν ὑπὲρ ταύτης εὐθέως ἐλάμβανεν, ἔπειθον τὸν βασιλέα τὴν ἀνατολικὴν στοὰν ἀνεγεῖραι.
ἦν δὲ ἡ στοὰ τοῦ μὲν ἔξωθεν ἱεροῦ, κειμένη δʼ ἐν φάραγγι βαθείᾳ τετρακοσίων πηχῶν τοὺς τοίχους ἔχουσα ἐκ λίθου τετραγώνου κατεσκεύαστο καὶ λευκοῦ πάνυ, τὸ μὲν μῆκος ἑκάστου λίθου πήχεις εἴκοσι, τὸ δὲ ὕψος ἕξ, ἔργον Σολόμωνος τοῦ βασιλέως πρώτου δειμαμένου τὸ σύμπαν ἱερόν.
ὁ βασιλεὺς δʼ, ἐπεπίστευτο γὰρ ὑπὸ Κλαυδίου Καίσαρος τὴν ἐπιμέλειαν τοῦ ἱεροῦ, λογισάμενος παντὸς μὲν ἔργου τὴν καθαίρεσιν εἶναι ῥᾳδίαν δυσχερῆ δὲ τὴν κατασκευήν, ἐπὶ δὲ τῆς στοᾶς ταύτης καὶ μᾶλλον, χρόνου τε γὰρ καὶ πολλῶν χρημάτων εἰς τοὖργον δεήσειν, ἠρνήσατο μὲν περὶ τούτου δεομένοις, καταστορέσαι δὲ λευκῷ λίθῳ τὴν πόλιν οὐκ ἐκώλυσεν.
Ἰησοῦν δὲ τὸν τοῦ Γαμαλιήλου τὴν ἀρχιερωσύνην ἀφελόμενος ἔδωκεν αὐτὴν Ματθίᾳ τῷ Θεοφίλου, καθʼ ὃν καὶ ὁ πρὸς Ῥωμαίους πόλεμος Ἰουδαίοις ἔλαβε τὴν ἀρχήν.
Ἀναγκαῖον δʼ εἶναι νομίζω καὶ τῇ ἱστορίᾳ ταύτῃ προσῆκον διηγήσασθαι περὶ τῶν ἀρχιερέων, πῶς ἀρξάμενοι καὶ τίσιν ἔξεστι τῆς τιμῆς ταύτης μεταλαμβάνειν καὶ πόσοι γεγόνασιν μέχρι τῆς τοῦ πολέμου τελευτῆς.
πρῶτον μὲν οὖν πάντων λέγουσιν Ἀαρῶνα τὸν Μωυσέως ἀδελφὸν ἀρχιερατεῦσαι τῷ θεῷ, τελευτήσαντος δὲ ἐκείνου διαδέξασθαι τοὺς παῖδας εὐθὺς κἀπʼ ἐκείνων τοῖς ἐγγόνοις αὐτῶν διαμεῖναι τὴν τιμὴν ἅπασιν.
ὅθεν καὶ πάτριόν ἐστι μηδένα τοῦ θεοῦ τὴν ἀρχιερωσύνην λαμβάνειν ἢ τὸν ἐξ αἵματος τοῦ Ἀαρῶνος, ἑτέρου δὲ γένους οὐδʼ ἂν βασιλεὺς ὢν τύχῃ τεύξεται τῆς ἀρχιερωσύνης.
ἐγένοντο οὖν πάντες τὸν ἀριθμὸν ἀπὸ Ἀαρῶνος, ὡς ἔφαμεν, τοῦ πρώτου γενομένου μέχρι Φανάσου τοῦ κατὰ τὸν πόλεμον ὑπὸ τῶν στασιαστῶν ἀρχιερέως ἀναδειχθέντος ὀγδοήκοντα τρεῖς.
ἐκ τούτων κατὰ τὴν ἔρημον ἐπὶ τῶν Μωυσέως χρόνων τῆς σκηνῆς ἑστώσης, ἣν Μωυσῆς τῷ θεῷ κατεσκεύασεν, μέχρι τῆς εἰς Ἰουδαίαν ἀφίξεως, ἔνθα Σολόμων ὁ βασιλεὺς τῷ θεῷ τὸν ναὸν ἤγειρεν, ἀρχιεράτευσαν δεκατρεῖς.
τὸ γὰρ πρῶτον ἕως τοῦ βίου τελευτῆς τὰς ἀρχιερωσύνας εἶχον, ὕστερον δὲ καὶ παρὰ ζώντων διεδέχοντο. οἱ τοίνυν δεκατρεῖς οὗτοι τῶν δύο παίδων Ἀαρῶνος ὄντες ἔγγονοι κατὰ διαδοχὴν τὴν τιμὴν παρελάμβανον. ἐγένετο δὲ αὐτῶν ἀριστοκρατικὴ μὲν ἡ πρώτη πολιτεία, μετὰ ταύτην δὲ μοναρχία, βασιλέων δὲ τρίτη.
γίνεται δὲ τῶν ἐτῶν ἀριθμὸς ὧν ἦρξαν οἱ δεκατρεῖς ἀφʼ ἧς ἡμέρας οἱ πατέρες ἡμῶν ἐξέλιπον Αἴγυπτον Μωυσέως ἄγοντος μέχρι τῆς τοῦ ναοῦ κατασκευῆς, ὃν Σολόμων ὁ βασιλεὺς ἐν Ἱεροσολύμοις ἀνήγειρεν, ἔτη δώδεκα πρὸς τοῖς ἑξακοσίοις.
Μετὰ δὲ τοὺς δεκατρεῖς ἀρχιερέας ἐκείνους οἱ δέκα καὶ ὀκτὼ τὴν ἀρχιερωσύνην ἔσχον ἀπὸ Σολόμωνος βασιλέως ἐν Ἱεροσολύμοις αὐτὴν διαδεξάμενοι, μέχρι οὗ Ναβουχοδονόσορος ὁ τῶν Βαβυλωνίων βασιλεὺς ἐπιστρατεύσας τῇ πόλει τὸν μὲν ναὸν ἐνέπρησεν, τὸ δὲ ἔθνος ἡμῶν εἰς Βαβυλῶνα μετήνεγκεν καὶ τὸν ἀρχιερέα Ἰωσαδάκην αἰχμάλωτον ἔλαβεν.
τούτων χρόνος τῆς ἱερωσύνης τετρακοσίων ἑξηκονταὲξ ἐτῶν ἐστι μηνῶν ἓξ ἡμερῶν δέκα ἤδη βασιλευομένων Ἰουδαίων.
μετὰ δὲ χρόνον ἐτῶν ἁλώσεως ἑβδομήκοντα τῆς ὑπὸ Βαβυλωνίων γενομένης Κῦρος ὁ Περσῶν βασιλεὺς ἀπέλυσεν τοὺς ἐκ Βαβυλῶνος Ἰουδαίους ἐπὶ τὴν οἰκείαν γῆν πάλιν καὶ συνεχώρησεν τὸν ναὸν ἀνεγεῖραι.
τότε δὴ τῶν ὑποστρεψάντων αἰχμαλώτων Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ εἷς ὢν τὴν ἀρχιερωσύνην λαμβάνει. λαμβάνει δʼ οὗτος αὐτὸς καὶ οἱ ἔγγονοι αὐτοῦ πεντεκαίδεκα συνάπαντες μέχρι βασιλέως Ἀντιόχου τοῦ Εὐπάτορος, ἐπολιτεύοντο δὲ δημοκρατικῶς ἔτη τετρακόσια δεκατέσσαρα.
Πρῶτος δʼ Ἀντίοχος ὁ προειρημένος καὶ ὁ στρατηγὸς αὐτοῦ Λυσίας τὸν Ὀνίαν, ᾧ Μενέλαος ἐπίκλην, παύουσι τῆς ἀρχιερωσύνης ἀνελόντες αὐτὸν ἐν Βεροίᾳ καὶ καθιστᾶσιν Ἰάκιμον ἀρχιερέα, γένους μὲν τοῦ Ἀαρῶνος, οὐκ ὄντα δὲ τῆς οἰκίας ταύτης.
διὰ τοῦτο καὶ Ὀνίας ὁ τοῦ τετελευτηκότος Ὀνίου ἐξάδελφος ὁμώνυμος τῷ πατρὶ παραγενόμενος εἰς Αἴγυπτον καὶ διὰ φιλίας ἀφικόμενος Πτολεμαίῳ τῷ Φιλομήτορι καὶ Κλεοπάτρᾳ τῇ γυναικὶ αὐτοῦ, πείθει τούτους κατὰ τὸν Ἡλιοπολίτην νομὸν δειμαμένους τῷ θεῷ ναὸν παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις αὐτὸν ἀρχιερέα καταστῆσαι.
ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τοῦ κατασκευασθέντος ἐν Αἰγύπτῳ πολλάκις ἐδηλώσαμεν. ὁ δὲ Ἰάκιμος ἔτη τρία τὴν ἀρχιερωσύνην κατασχὼν ἐτελεύτησεν. διεδέξατο δʼ αὐτὸν οὐδείς, ἀλλὰ διετέλεσεν ἡ πόλις ἐνιαυτοὺς ἑπτὰ χωρὶς ἀρχιερέως οὖσα.
πάλιν δὲ οἱ τῶν Ἀσαμωναίου παίδων ἔγγονοι τὴν προστασίαν τοῦ ἔθνους πιστευθέντες καὶ πολεμήσαντες Μακεδόσιν Ἰωνάθην ἀρχιερέα καθιστᾶσιν, ὃς ἦρξεν ἐνιαυτοὺς ἑπτά.
τελευτήσαντος δὲ ἐξ ἐπιβουλῆς αὐτοῦ καὶ ἐνέδρας τῆς ὑπὸ Τρύφωνος μηχανηθείσης, ὡς ἀνωτέρω που προειρήκαμεν, λαμβάνει τὴν ἀρχιερωσύνην Σίμων ἀδελφὸς αὐτοῦ.
καὶ τοῦτον δὲ δόλῳ παρὰ συμπόσιον ὑπὸ τοῦ γαμβροῦ διαφθαρέντα διεδέξατο παῖς Ὑρκανὸς ὄνομα ὃν κατασχόντα τὴν ἱερωσύνην πλείονα τἀδελφοῦ χρόνον ἐνιαυτῷ, τριακονταὲν ἔτη τῆς τιμῆς Ὑρκανὸς ἀπολαύσας τελευτᾷ γηραιὸς Ἰούδᾳ τῷ καὶ Ἀριστοβούλῳ κληθέντι τὴν διαδοχὴν καταλιπών.
κληρονομεῖ δὲ καὶ τοῦτον ἀδελφὸς Ἀλέξανδρος, ὑπὸ νόσου μὲν τελευτήσαντα, τὴν ἱερωσύνην δὲ κατασχόντα μετὰ βασιλείας, καὶ γὰρ διάδημα πρῶτος περιέθετο ὁ Ἰούδας, ἐνιαυτὸν ἕνα.
Βασιλεύσας δὲ ὁ Ἀλέξανδρος καὶ ἱερατεύσας ἔτη εἰκοσιεπτὰ καταστρέφει τὸν βίον Ἀλεξάνδρᾳ τῇ γυναικὶ καταστῆσαι τὸν ἀρχιερατευσόμενον ἐπιτρέψας. ἡ δὲ τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη ἐννέα κατασχοῦσα τελευτᾷ τὸν βίον· τὸν ἴσον δὲ χρόνον τὴν ἀρχιερωσύνην ὁ παῖς αὐτῆς Ὑρκανὸς ἔσχεν·
μετὰ γὰρ τὸν θάνατον αὐτῆς πολεμήσας πρὸς αὐτὸν ὁ ἀδελφὸς Ἀριστόβουλος καὶ νικήσας ἀφαιρεῖται μὲν ἐκεῖνον τὴν ἀρχήν, αὐτὸς δʼ ἐβασίλευέ τε καὶ ἀρχιεράτευεν τοῦ ἔθνους.
ἔτει δὲ τρίτῳ τῆς βασιλείας καὶ πρὸς μησὶν τοῖς ἴσοις Πομπήιος ἐλθὼν καὶ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν κατὰ κράτος ἑλὼν αὐτὸν μὲν εἰς Ῥώμην μετὰ τῶν τέκνων δήσας ἔπεμψεν, τῷ δʼ Ὑρκανῷ πάλιν τὴν ἀρχιερωσύνην ἀποδοὺς τὴν μὲν τοῦ ἔθνους προστασίαν ἐπέτρεψεν, διάδημα δὲ φορεῖν ἐκώλυσεν.
ἦρξεν δὲ πρὸς τοῖς ἐννέα τοῖς πρώτοις ὁ Ὑρκανὸς τέσσαρα καὶ εἴκοσιν. Βαζαφράνης δὲ καὶ Πάκορος οἱ τῆς Παρθυηνῆς δυνάσται διαβάντες τὸν Εὐφράτην καὶ πολεμήσαντες Ὑρκανῷ αὐτὸν μὲν ζωγρίᾳ συνέλαβον, τὸν Ἀριστοβούλου δὲ υἱὸν Ἀντίγονον κατέστησαν βασιλέα.
τρία δʼ ἔτη καὶ τρεῖς μῆνας ἄρξαντα τοῦτον Σόσσιός τε καὶ Ἡρώδης ἐξεπολιόρκησαν, Ἀντώνιος δʼ ἀνεῖλεν εἰς τὴν Ἀντιόχειαν ἀναχθέντα.
Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους καθίστησιν ἀρχιερεῖς, ἀλλά τισιν ἀσήμοις καὶ μόνον ἐξ ἱερέων οὖσιν πλὴν ἑνὸς Ἀριστοβούλου τὴν τιμὴν ἀπένεμεν.
τὸν δʼ Ἀριστόβουλον Ὑρκανοῦ τοῦ ὑπὸ Πάρθων ληφθέντος υἱωνὸν ὄντα καταστήσας ἀρχιερέα τῇ ἀδελφῇ αὐτοῦ συνῴκησεν Μαριάμμῃ, τὴν τοῦ πλήθους πρὸς ἑαυτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην. εἶτα φοβηθείς, μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν, ἀνεῖλεν αὐτὸν ἐν Ἱεριχοῖ πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν.
μετὰ τοῦτον οὐκέτι τοῖς ἐγγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν. ἔπραξεν δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἱερέων Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ καὶ μετὰ τοῦτον τὴν ἀρχὴν Ῥωμαῖοι τῶν Ἰουδαίων παραλαβόντες.
εἰσὶν οὖν οἱ ἀπὸ τῶν Ἡρώδου χρόνων ἀρχιερατεύσαντες μέχρι τῆς ἡμέρας, ἧς τὸν ναὸν καὶ τὴν πόλιν Τίτος ἑλὼν ἐπυρπόλησεν, οἱ πάντες εἴκοσι καὶ ὀκτώ, χρόνος δὲ τούτων ἔτη πρὸς τοῖς ἑκατὸν ἑπτά.
καὶ τινὲς μὲν αὐτῶν ἐπολιτεύσαντο ἐπί τε Ἡρώδου βασιλεύοντος καὶ ἐπὶ Ἀρχελάου τοῦ παιδὸς αὐτοῦ, μετὰ δὲ τὴν τούτων τελευτὴν ἀριστοκρατία μὲν ἦν ἡ πολιτεία, τὴν δὲ προστασίαν τοῦ ἔθνους οἱ ἀρχιερεῖς ἐπεπίστευντο. περὶ μὲν οὖν τῶν ἀρχιερέων ἱκανὰ ταῦτα.
Γέσσιος δὲ Φλῶρος ὁ πεμφθεὶς Ἀλβίνου διάδοχος ὑπὸ Νέρωνος πολλῶν ἐνέπλησε κακῶν Ἰουδαίους. Κλαζομένιος μὲν ἦν τὸ γένος οὗτος, ἐπήγετο δὲ γυναῖκα Κλεοπάτραν, διʼ ἣν φίλην οὖσαν Ποππαίας τῆς Νέρωνος γυναικὸς καὶ πονηρίᾳ μηδὲν αὐτοῦ διαφέρουσαν τῆς ἀρχῆς ἐπέτυχεν.