Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 20

 
αὐτὸς δὲ δείσας, μὴ τὸ πλῆθος πάλιν τῶν Ἰουδαίων νεωτερίσειεν, εἰς τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν ἀφικνεῖται· καταλαμβάνει δʼ αὐτὴν εἰρηνευομένην καὶ πάτριον ἑορτὴν τῷ θεῷ τελοῦσαν. πιστεύσας οὖν μηδένα νεωτερισμὸν παρʼ αὐτῶν γενήσεσθαι καταλιπὼν ἑορτάζοντας ὑπέστρεψεν εἰς Ἀντιόχειαν.
 
Οἱ περὶ Κουμανὸν δὲ καὶ τοὺς πρώτους τῶν Σαμαρέων ἀναπεμφθέντες εἰς Ῥώμην λαμβάνουσι παρὰ τοῦ αὐτοκράτορος ἡμέραν, καθʼ ἣν περὶ τῶν πρὸς ἀλλήλους ἀμφισβητήσεων λέγειν ἔμελλον.
 
σπουδὴ δὲ μεγίστη τῷ Κουμανῷ καὶ τοῖς Σαμαρεῦσιν ἦν παρὰ τῶν Καίσαρος ἀπελευθέρων καὶ φίλων, κἂν περιεγένοντο τῶν Ἰουδαίων, εἰ μή περ Ἀγρίππας ὁ νεώτερος ἐν τῇ Ῥώμῃ τυγχάνων κατασπευδομένους ἰδὼν τοὺς τῶν Ἰουδαίων πρώτους ἐδεήθη πολλὰ τῆς τοῦ αὐτοκράτορος γυναικὸς Ἀγριππίνης πεῖσαι τὸν ἄνδρα διακούσαντα πρεπόντως τῇ ἑαυτοῦ δικαιοσύνῃ τιμωρήσασθαι τοὺς αἰτίους τῆς ἀποστάσεως.
 
καὶ Κλαύδιος τῇ δεήσει ταύτῃ προευτρεπισθεὶς καὶ διακούσας, ὡς εὗρε τῶν κακῶν ἀρχηγοὺς τοὺς Σαμαρείτας γενομένους, τοὺς μὲν ἀναβάντας πρὸς αὐτὸν ἐκέλευσεν ἀναιρεθῆναι, τῷ Κουμανῷ δὲ φυγὴν ἐπέβαλεν, Κέλερα δὲ τὸν χιλίαρχον ἐκέλευσεν ἀγαγόντας εἰς τὰ Ἱεροσόλυμα πάντων ὁρώντων ἐπὶ τὴν πόλιν πᾶσαν σύραντας οὕτως ἀποκτεῖναι.
 
Πέμπει δὲ καὶ Κλαύδιον Φήλικα Πάλλαντος ἀδελφὸν τῶν κατὰ τὴν Ἰουδαίαν προστησόμενον πραγμάτων.
 
τῆς δʼ ἀρχῆς δωδέκατον ἔτος ἤδη πεπληρωκὼς δωρεῖται τὸν Ἀγρίππαν τῇ Φιλίππου τετραρχίᾳ καὶ Βαταναίᾳ προσθεὶς αὐτῷ τὴν Τραχωνῖτιν σὺν Ἀβέλλᾳ· Λυσανία δʼ αὕτη γεγόνει τετραρχία· τὴν Χαλκίδα δʼ αὐτὸν ἀφαιρεῖται δυναστεύσαντα ταύτης ἔτη τέσσαρα.
 
λαβὼν δὲ τὴν δωρεὰν παρὰ τοῦ Καίσαρος Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳ τῷ Ἐμεσῶν βασιλεῖ περιτέμνεσθαι θελήσαντι Δρούσιλλαν τὴν ἀδελφήν· Ἐπιφανὴς γὰρ ὁ Ἀντιόχου τοῦ βασιλέως παῖς παρῃτήσατο τὸν γάμον μὴ βουληθεὶς τὰ Ἰουδαίων ἔθη μεταλαβεῖν καίπερ τοῦτο ποιήσειν προϋπεσχημένος αὐτῆς τῷ πατρί.
 
καὶ Μαριάμμην δʼ ἐξέδωκεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδὶ πρότερον ὑπὸ Ἀγρίππα τοῦ πατρὸς ἁρμοσθεῖσαν αὐτῷ, καὶ γίνεται θυγάτηρ αὐτοῖς ὄνομα Βερενίκη.
 
Διαλύονται δὲ τῇ Δρουσίλλῃ πρὸς τὸν Ἄζιζον οἱ γάμοι μετʼ οὐ πολὺν χρόνον τοιαύτης ἐμπεσούσης αἰτίας·
 
καθʼ ὃν χρόνον τῆς Ἰουδαίας ἐπετρόπευε Φῆλιξ θεασάμενος ταύτην, καὶ γὰρ ἦν κάλλει πασῶν διαφέρουσα, λαμβάνει τῆς γυναικὸς ἐπιθυμίαν, καὶ Ἄτομον ὀνόματι τῶν ἑαυτοῦ φίλων Ἰουδαῖον, Κύπριον δὲ τὸ γένος, μάγον εἶναι σκηπτόμενον πέμπων πρὸς αὐτὴν ἔπειθεν τὸν ἄνδρα καταλιποῦσαν αὐτῷ γήμασθαι, μακαρίαν ποιήσειν ἐπαγγελλόμενος μὴ ὑπερηφανήσασαν αὐτόν.
 
ἡ δὲ κακῶς πράττουσα καὶ φυγεῖν τὸν ἐκ τῆς ἀδελφῆς Βερενίκης βουλομένη φθόνον αὑτῇ διὰ τὸ κάλλος παρεκάλει παρʼ ἐκείνης οἰόμενος οὐκ ἐν ὀλίγοις ἔβλαπτεν, παραβῆναί τε τὰ πάτρια νόμιμα πείθεται καὶ τῷ Φήλικι γήμασθαι.
 
τεκοῦσα δʼ ἐξ αὐτοῦ παῖδα προσηγόρευσεν Ἀγρίππαν. ἀλλʼ ὃν μὲν τρόπον ὁ νεανίας οὗτος σὺν τῇ γυναικὶ κατὰ τὴν ἐκπύρωσιν τοῦ Βεσβίου ὄρους ἐπὶ τῶν Τίτου Καίσαρος χρόνων ἠφανίσθη, μετὰ ταῦτα δηλώσω.
 
Βερενίκη δὲ μετὰ τὴν Ἡρώδου τελευτήν, ὃς αὐτῆς ἀνὴρ καὶ θεῖος ἐγεγόνει, πολὺν χρόνον ἐπιχηρεύσασα, φήμης ἐπισχούσης, ὅτι τἀδελφῷ συνείη, πείθει Πολέμωνα, Κιλικίας δὲ ἦν οὗτος βασιλεύς, περιτεμόμενον ἀγαγέσθαι πρὸς γάμον αὐτήν· οὕτως γὰρ ἐλέγξειν ᾤετο ψευδεῖς τὰς διαβολάς.
 
καὶ ὁ Πολέμων ἐπείσθη μάλιστα διὰ τὸν πλοῦτον αὐτῆς· οὐ μὴν ἐπὶ πολὺ συνέμεινεν ὁ γάμος, ἀλλʼ ἡ Βερενίκη διʼ ἀκολασίαν, ὡς ἔφασαν, καταλείπει τὸν Πολέμωνα. ὁ δʼ ἅμα τοῦ τε γάμου καὶ τοῦ τοῖς ἔθεσι τῶν Ἰουδαίων ἐμμένειν ἀπήλλακτο.
 
τῷ αὐτῷ δὲ καιρῷ καὶ Μαριάμμη παραιτησαμένη τὸν Ἀρχέλαον συνῴκησε Δημητρίῳ τῶν ἐν Ἀλεξανδρείᾳ Ἰουδαίων πρωτεύοντι γένει τε καὶ πλούτῳ· τότε δὴ καὶ τὴν ἀλαβαρχίαν αὐτὸς εἶχεν. γενόμενον δʼ αὐτῇ παιδίον ἐξ ἐκείνου Ἀγριππῖνον προσηγόρευσεν. ἀλλὰ περὶ μὲν ἑκάστου τούτων μετὰ ἀκριβείας ὕστερον ἀπαγγελοῦμεν.
 
Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ἔτη δεκατρία καὶ μῆνας ὀκτὼ πρὸς ἡμέραις εἴκοσι, καὶ λόγος ἦν παρά τινων, ὡς ὑπὸ τῆς γυναικὸς Ἀγριππίνης φαρμάκοις ἀνῄρητο. ταύτης πατὴρ μὲν ἦν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ γενόμενος Δομέτιος Ἠνόβαρβος ὁ τῶν ἐπισήμων κατὰ τὴν Ῥωμαίων πόλιν.
 
οὗ τελευτήσαντος χηρεύουσαν αὐτὴν ἐπὶ πολὺν χρόνον Κλαύδιος ἄγεται πρὸς γάμον ἐπαγομένην καὶ παῖδα Δομέτιον ὁμώνυμον τῷ πατρί. προανῃρήκει δὲ τὴν γυναῖκα Μεσσαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ἧς αὐτῷ καὶ παῖδες ἐγεγόνεσαν Βρεττανικός τε καὶ Ὀκταουία.
 
ἦν γὰρ Ἀντωνιανὴ καὶ πρεσβυτάτη τῶν ἀδελφῶν, ἣν ἐκ Πετίνης τῆς πρώτης γυναικὸς εἶχεν. καὶ δὴ τὴν Ὀκταουίαν ἥρμοσεν τῷ Νέρωνι· τοῦτο γὰρ ὕστερον αὐτὸν ἐκάλεσεν εἰσποιησάμενος υἱὸν ὁ Καῖσαρ.
 
Δεδοικυῖα δʼ ἡ Ἀγριππῖνα, μὴ ὁ Βρεττανικὸς ἀνδρωθεὶς αὐτὸς παρὰ τοῦ πατρὸς τὴν ἀρχὴν παραλάβοι, τῷ δὲ αὐτῆς παιδὶ προαρπάσαι βουλομένη τὴν ἡγεμονίαν τά τε περὶ τὸν θάνατον τοῦ Κλαυδίου,
 
καθάπερ ἦν λόγος, διεπράξατο, καὶ παραχρῆμα πέμπει τὸν τῶν στρατευμάτων ἔπαρχον Βοῦρρον καὶ σὺν αὐτῷ τοὺς χιλιάρχους τῶν τε ἀπελευθέρων τοὺς πλεῖστον δυναμένους ἀπάξοντας εἰς τὴν παρεμβολὴν τὸν Νέρωνα καὶ προσαγορεύσοντας αὐτὸν αὐτοκράτορα.
 
Νέρων δὲ τὴν ἀρχὴν οὕτως παραλαβὼν Βρεττανικὸν μὲν ἀδήλως τοῖς πολλοῖς ἀναιρεῖ διὰ φαρμάκων, φανερῶς δʼ οὐκ εἰς μακρὰν τὴν μητέρα τὴν ἑαυτοῦ φονεύει, ταύτην ἀμοιβὴν ἀποτίσας αὐτῇ οὐ μόνον τῆς γενέσεως ἀλλὰ καὶ τοῦ ταῖς ἐκείνης μηχαναῖς τὴν Ῥωμαίων ἡγεμονίαν παραλαβεῖν. κτείνει δὲ καὶ τὴν Ὀκταουίαν, ᾗ συνῴκει, πολλούς τε ἐπιφανεῖς ἄνδρας ὡς ἐπʼ αὐτὸν ἐπιβουλὰς συντιθέντας.
 
Ἀλλὰ περὶ μὲν τούτων ἐῶ πλείω γράφειν· πολλοὶ γὰρ τὴν περὶ Νέρωνα συντετάχασιν ἱστορίαν, ὧν οἱ μὲν διὰ χάριν εὖ πεπονθότες ὑπʼ αὐτοῦ τῆς ἀληθείας ἠμέλησαν, οἱ δὲ διὰ μῖσος καὶ τὴν πρὸς αὐτὸν ἀπέχθειαν οὕτως ἀναιδῶς ἐνεπαρῴνησαν τοῖς ψεύσμασιν, ὡς ἀξίους αὐτοὺς εἶναι καταγνώσεως.
 
καὶ θαυμάζειν οὐκ ἔπεισί μοι τοὺς περὶ Νέρωνος ψευσαμένους, ὅπου μηδὲ τῶν πρὸ αὐτοῦ γενομένων γράφοντες τὴν ἀλήθειαν τῆς ἱστορίας τετηρήκασιν, καίτοι πρὸς ἐκείνους αὐτοῖς οὐδὲν μῖσος ἦν ἅτε μετʼ αὐτοὺς πολλῷ χρόνῳ γενομένοις.
 
ἀλλὰ γὰρ τοῖς μὲν οὐ προνοουμένοις τῆς ἀληθείας ἐξέστω γράφειν ὡς θέλουσιν, τούτῳ γὰρ χαίρειν ἐοίκασιν,
 
ἡμεῖς δὲ σκοπὸν προθέμενοι τὴν ἀλήθειαν τὰ μὲν ἀπηρτημένα τῆς προκειμένης ἡμῖν πραγματείας ἐπʼ ὀλίγον μνήμης ἀξιοῦμεν, τὰ δʼ ἡμῖν τοῖς Ἰουδαίοις συμπεσόντα δηλοῦμεν οὐ παρέργως μήτε τὰς συμφορὰς μήτε τὰς ἁμαρτίας διασαφεῖν ὀκνοῦντες. ἐπανήξω τοίνυν ἐπὶ τὴν τῶν οἰκείων πραγμάτων διήγησιν.
 
Τῷ γὰρ πρώτῳ τῆς Νέρωνος ἀρχῆς ἔτει τελευτήσαντος τοῦ Ἐμέσων δυνάστου Ἀζίζου Σόεμος ἀδελφὸς τὴν ἀρχὴν διαδέχεται. τὴν δὲ τῆς μικρᾶς Ἀρμενίας προστασίαν Ἀριστόβουλος Ἡρώδου τῆς Χαλκίδος βασιλέως παῖς ὑπὸ Νέρωνος ἐγχειρίζεται.
 
καὶ τὸν Ἀγρίππαν δὲ δωρεῖται μοίρᾳ τινὶ τῆς Γαλιλαίας ὁ Καῖσαρ Τιβεριάδα καὶ Ταριχέας ὑπακούειν αὐτῷ κελεύσας, δίδωσι δὲ καὶ Ἰουλιάδα πόλιν τῆς Περαίας καὶ κώμας τὰς περὶ αὐτὴν δεκατέσσαρας.
 
Τὰ δὲ κατὰ τὴν Ἰουδαίαν πράγματα πρὸς τὸ χεῖρον ἀεὶ τὴν ἐπίδοσιν ἐλάμβανεν· λῃστηρίων γὰρ ἡ χώρα πάλιν ἀνεπλήσθη καὶ γοήτων ἀνθρώπων, οἳ τὸν ὄχλον ἠπάτων.
 
ἀλλὰ τούτους μὲν ὁ Φῆλιξ πολλοὺς καθʼ ἑκάστην ἡμέραν σὺν τοῖς λῃσταῖς λαμβάνων ἀνῄρει, καὶ Ἐλεάζαρον δὲ τὸν Διναίου παῖδα τὸν συστησάμενον τῶν λῃστῶν τὸ σύνταγμα διʼ ἐνέδρας εἷλεν ζῶντα· πίστιν γὰρ αὐτῷ προτείνας ὑπὲρ τοῦ μηδὲν πείσεσθαι κακὸν πείθει πρὸς αὐτὸν ἀφικέσθαι καὶ δήσας ἀνέπεμψεν εἰς Ῥώμην.
 
ἔχων δὲ καὶ ἀπεχθῶς πρὸς τὸν ἀρχιερέα Ἰωνάθην ὁ Φῆλιξ διὰ τὸ πολλάκις ὑπʼ αὐτοῦ νουθετεῖσθαι περὶ τοῦ κρειττόνως προΐστασθαι τῶν κατὰ τὴν Ἰουδαίαν πραγμάτων, μὴ καὶ μέμψιν αὐτὸς ὀφλοίη παρὰ τοῖς πλήθεσιν αἰτησάμενος ἐκεῖνον παρὰ τοῦ Καίσαρος πεμφθῆναι τῆς Ἰουδαίας ἐπίτροπον, πρόφασιν ἐπενόει διʼ ἧς μεταστήσεται τὸν συνεχῶς ὀχληρὸν αὐτῷ γινόμενον· βαρὺ γὰρ τοῖς ἀδικεῖν θέλουσιν τὸ συνεχῶς νουθετοῦν.
 
καὶ δὴ διὰ τοιαύτης αἰτίας ὁ Φῆλιξ τὸν πιστότατον τῶν Ἰωνάθου φίλων Ἱεροσολυμίτην τὸ γένος Δωρᾶν ὀνόματι πείθει πολλὰ χρήματα δώσειν ὑπισχνούμενος ἐπαγαγεῖν τῷ Ἰωνάθῃ τοὺς λῃστὰς ἀναιρήσοντας, κἀκεῖνος ὑπακούσας ἐμηχανήσατο διὰ τῶν λῃστῶν πραχθῆναι τοιούτῳ τρόπῳ τὸν φόνον·
 
ἀνέβησάν τινες αὐτῶν εἰς τὴν πόλιν ὡς προσκυνήσοντες τὸν θεὸν ὑπὸ τὰς ἐσθῆτας ἔχοντες ξιφίδια καὶ συναναμιγέντες τῷ Ἰωνάθῃ κτείνουσιν αὐτόν.
 
ἀνεκδικήτου δὲ τούτου τοῦ φόνου μεμενηκότος μετὰ πάσης τὸ λοιπὸν ἀδείας ἀναβαίνοντες ἐν ταῖς ἑορταῖς οἱ λῃσταὶ καὶ τὸν σίδηρον ὁμοίως κεκρυμμένον ἔχοντες συναναμιγνύμενοι τοῖς πλήθεσιν ἀνῄρουν μέν τινας ἑαυτῶν ἐχθρούς, οὓς δʼ ἐπὶ χρήμασιν ἄλλοις ὑπηρετοῦντες, οὐ μόνον κατὰ τὴν ἄλλην πόλιν ἀλλὰ καὶ κατὰ τὸ ἱερὸν ἐνίους· καὶ γὰρ ἐκεῖ σφάττειν ἐτόλμων, οὐδʼ ἐν τούτῳ δοκοῦντες ἀσεβεῖν.
 
διὰ τοῦτʼ οἶμαι καὶ τὸν θεὸν μισήσαντα τὴν ἀσέβειαν αὐτῶν ἀποστραφῆναι μὲν ἡμῶν τὴν πόλιν, τὸ δὲ ἱερὸν οὐκέτι καθαρὸν οἰκητήριον αὐτῷ κρίναντα Ῥωμαίους ἐπαγαγεῖν ἡμῖν καὶ τῇ πόλει καθάρσιον πῦρ καὶ δουλείαν ἐπιβαλεῖν σὺν γυναιξὶν καὶ τέκνοις σωφρονίσαι ταῖς συμφοραῖς βουλόμενον ἡμᾶς.
 
Τὰ μὲν οὖν τῶν λῃστῶν ἔργα τοιαύτης ἀνοσιότητος ἐπλήρου τὴν πόλιν, οἱ δὲ γόητες καὶ ἀπατεῶνες ἄνθρωποι τὸν ὄχλον ἔπειθον αὐτοῖς εἰς τὴν ἐρημίαν ἕπεσθαι·
 
δείξειν γὰρ ἔφασαν ἐναργῆ τέρατα καὶ σημεῖα κατὰ τὴν τοῦ θεοῦ πρόνοιαν γινόμενα. καὶ πολλοὶ πεισθέντες τῆς ἀφροσύνης τιμωρίας ὑπέσχον· ἀναχθέντας γὰρ αὐτοὺς Φῆλιξ ἐκόλασεν.
 
ἀφικνεῖται δέ τις ἐξ Αἰγύπτου κατὰ τοῦτον τὸν καιρὸν εἰς Ἱεροσόλυμα προφήτης εἶναι λέγων καὶ συμβουλεύων τῷ δημοτικῷ πλήθει σὺν αὐτῷ πρὸς ὄρος τὸ προσαγορευόμενον ἐλαιῶν, ὃ τῆς πόλεως ἄντικρυς κείμενον ἀπέχει στάδια πέντε·
 
θέλειν γὰρ ἔφασκεν αὐτοῖς ἐκεῖθεν ἐπιδεῖξαι, ὡς κελεύσαντος αὐτοῦ πίπτοι τὰ τῶν Ἱεροσολυμιτῶν τείχη, διʼ ὧν καὶ τὴν εἴσοδον αὐτοῖς παρέξειν ἐπηγγέλλετο.
 
Φῆλιξ δʼ ὡς ἐπύθετο ταῦτα, κελεύει τοὺς στρατιώτας ἀναλαβεῖν τὰ ὅπλα καὶ μετὰ πολλῶν ἱππέων τε καὶ πεζῶν ὁρμήσας ἀπὸ τῶν Ἱεροσολύμων προσβάλλει τοῖς περὶ τὸν Αἰγύπτιον, καὶ τετρακοσίους μὲν αὐτῶν ἀνεῖλεν, διακοσίους δὲ ζῶντας ἔλαβεν.
 
ὁ δʼ Αἰγύπτιος αὐτὸς διαδρὰς ἐκ τῆς μάχης ἀφανὴς ἐγένετο. πάλιν δʼ οἱ λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς Ῥωμαίους πόλεμον ἠρέθιζον μηδὲν ὑπακούειν αὐτοῖς λέγοντες, καὶ τὰς τῶν ἀπειθούντων κώμας ἐμπιπράντες διήρπαζον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme