Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 20

214 Κοστόβαρος δὲ καὶ Σαοῦλος αὐτοὶ καθʼ αὑτοὺς μοχθηρὰ πλήθη συνῆγον γένους μὲν ὄντες βασιλικοῦ καὶ διὰ τὴν πρὸς Ἀγρίππαν συγγένειαν εὐνοίας τυγχάνοντες, βίαιοι δὲ καὶ ἁρπάζειν τὰ τῶν ἀσθενεστέρων ἕτοιμοι. ἐξ ἐκείνου μάλιστα τοῦ καιροῦ συνέβη τὴν πόλιν ἡμῶν νοσεῖν προκοπτόντων πάντων ἐπὶ τὸ χεῖρον.
215 Ὡς δʼ ἤκουσεν Ἀλβῖνος διάδοχον αὐτῷ Γέσσιον Φλῶρον ἀφικνεῖσθαι, βουλόμενος δοκεῖν τι τοῖς Ἱεροσολυμίταις παρεσχῆσθαι προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῶν προδήλως θανεῖν ἄξιοι, τούτους προσέταξεν ἀναιρεθῆναι, τοὺς δʼ ἐκ μικρᾶς καὶ τῆς τυχούσης αἰτίας εἰς τὴν εἱρκτὴν κατατεθέντας χρήματα λαμβάνων αὐτὸς ἀπέλυεν. καὶ οὕτως ἡ μὲν φυλακὴ τῶν δεσμωτῶν ἐκαθάρθη, ἡ χώρα δὲ λῃστῶν ἐπληρώθη.
216 Τῶν δὲ Λευιτῶν, φυλὴ δʼ ἐστὶν αὕτη, ὅσοιπερ ἦσαν ὑμνῳδοὶ πείθουσι τὸν βασιλέα καθίσαντα συνέδριον φορεῖν αὐτοῖς ἐπίσης τοῖς ἱερεῦσιν ἐπιτρέψαι λινῆν στολήν· πρέπειν γὰρ αὐτοῦ τοῖς τῆς ἀρχῆς χρόνοις ἔφασκον ἀφʼ ὧν μνημονευθήσεται καινοποιεῖν.
217 καὶ τῆς ἀξιώσεως οὐ διήμαρτον· ὁ γὰρ βασιλεὺς μετὰ γνώμης τῶν εἰς τὸ συνέδριον ἐποιχομένων συνεχώρησεν τοῖς ὑμνῳδοῖς ἀποθεμένους τὴν προτέραν ἐσθῆτα φορεῖν λινῆν οἵαν ἠθέλησαν.
218 μέρους δέ τινος τῆς φυλῆς λειτουργοῦντος κατὰ τὸ ἱερὸν καὶ τούτοις ἐπέτρεψεν τοὺς ὕμνους ἐκμαθεῖν, ὡς παρεκάλουν. πάντα δʼ ἦν ἐναντία ταῦτα τοῖς πατρίοις νόμοις, ὧν παραβαθέντων οὐκ ἐνῆν μὴ οὐχὶ δίκας ὑποσχεῖν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme