Book 20
183
καὶ τῶν ἐν Καισαρείᾳ δὲ οἱ πρῶτοι Σύρων Βήρυλλον, παιδαγωγὸς δʼ ἦν οὗτος τοῦ Νέρωνος τάξιν τὴν ἐπὶ τῶν Ἑλληνικῶν ἐπιστολῶν πεπιστευμένος, πείθουσι πολλοῖς χρήμασιν αἰτήσασθαι παρὰ τοῦ Νέρωνος αὐτοῖς ἐπιστολὴν ἀκυροῦσαν τὴν Ἰουδαίων πρὸς αὐτοὺς ἰσοπολιτείαν.
184
καὶ Βήρυλλος τὸν αὐτοκράτορα παρακαλέσας ἐπέτυχε γραφῆναι τὴν ἐπιστολήν. αὕτη τῷ ἔθνει ἡμῶν τῶν μετὰ ταῦτα κακῶν τὰς αἰτίας παρέσχεν· πυθόμενοι γὰρ οἱ κατὰ τὴν Καισάρειαν Ἰουδαῖοι τὰ γραφέντα τῆς πρὸς τοὺς Σύρους στάσεως μᾶλλον εἴχοντο μέχρι δὴ τὸν πόλεμον ἐξῆψαν.
185
Ἀφικομένου δὲ εἰς τὴν Ἰουδαίαν Φήστου συνέβαινεν τὴν Ἰουδαίαν ὑπὸ τῶν λῃστῶν κακοῦσθαι τῶν κωμῶν ἁπασῶν ἐμπιπραμένων τε καὶ διαρπαζομένων.
186
καὶ οἱ σικάριοι δὲ καλούμενοι, λῃσταὶ δέ εἰσιν οὗτοι, τότε μάλιστα ἐπλήθυον χρώμενοι ξιφιδίοις παραπλησίοις μὲν τὸ μέγεθος τοῖς τῶν Περσῶν ἀκινάκαις, ἐπικαμπέσι δὲ καὶ ὁμοίαις ταῖς ὑπὸ Ῥωμαίων σίκαις καλουμέναις, ἀφʼ ὧν καὶ τὴν προσηγορίαν οἱ λῃστεύοντες ἔλαβον πολλοὺς ἀναιροῦντες.
187
ἀναμιγνύμενοι γὰρ ἐν ταῖς ἑορταῖς, καθὼς καὶ πρότερον εἴπομεν, τῷ πλήθει τῶν πανταχόθεν εἰς τὴν πόλιν ἐπὶ τὴν εὐσέβειαν συρρεόντων οὓς βουληθεῖεν ῥᾳδίως ἀπέσφαττον, πολλάκις δὲ καὶ μεθʼ ὅπλων ἐπὶ τὰς κώμας τῶν ἐχθρῶν ἀφικόμενοι διήρπαζον καὶ ἐνεπίμπρασαν.
188
πέμπει δὲ Φῆστος δύναμιν ἱππικήν τε καὶ πεζικὴν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος ἀνθρώπου γόητος σωτηρίαν αὐτοῖς ἐπαγγελλομένου καὶ παῦλαν κακῶν, εἰ βουληθεῖεν ἕπεσθαι μέχρι τῆς ἐρημίας αὐτῷ, καὶ αὐτόν τε ἐκεῖνον τὸν ἀπατήσαντα καὶ τοὺς ἀκολουθήσαντας διέφθειραν οἱ πεμφθέντες.