Book 20
πυθόμενος δὲ καὶ ὁ παῖς αὐτῆς Ἰζάτης τὰ περὶ τὸν λιμὸν ἔπεμψε πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμιτῶν. ἀλλὰ γὰρ ἃ τοῖς βασιλεῦσιν εἰς τὴν πόλιν ἡμῶν ἀγαθὰ πέπρακται μετὰ ταῦτα δηλώσομεν.
Ὁ δὲ τῶν Πάρθων βασιλεὺς Ἀρταβάνης αἰσθόμενος τοὺς σατράπας ἐπιβουλὴν ἐπʼ αὐτὸν συντεθεικότας, μένειν παρʼ αὐτοῖς ἀσφαλὲς οὐχ ὁρῶν ἔγνω πρὸς Ἰζάτην ἀπαίρειν, πόρον παρʼ αὐτοῦ βουλόμενος σωτηρίας εὑρέσθαι καὶ κάθοδον εἰς τὴν ἀρχήν, εἰ δυνηθείη.
καὶ δὴ ἀφικνεῖται συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους τὸν ἀριθμὸν ἐπαγόμενος συντυγχάνει τε τῷ Ἰζάτῃ καθʼ ὁδόν.
αὐτός τε σαφῶς ἐκεῖνον ἐπιστάμενος, ὑπʼ Ἰζάτου δὲ οὐ γινωσκόμενος, πλησίον καταστὰς πρῶτον μὲν κατὰ τὸ πάτριον προσεκύνησεν αὐτόν, εἶτα βασιλεῦ , φησίν, μὴ περιίδῃς με τὸν σὸν ἱκέτην μηδʼ ὑπερηφανήσῃς δεομένου· ταπεινὸς γὰρ ἐκ μεταβολῆς γενόμενος καὶ ἐκ βασιλέως ἰδιώτης τῆς σῆς ἐπικουρίας χρῄζω.
βλέψον οὖν εἰς τὸ τῆς τύχης ἄστατον καὶ κοινὴν εἶναι νόμισον καὶ ὑπὲρ σαυτοῦ πρόνοιαν· ἐμοῦ γὰρ ἀνεκδικήτου περιοφθέντος ἔσονται θρασύτεροι πολλοὶ καὶ κατὰ τῶν ἄλλων βασιλέων.
ὁ μὲν ταῦτʼ ἔλεγεν δακρύων καὶ τῇ κεφαλῇ κάτω νεύων, ὁ δὲ Ἰζάτης ὡς ἤκουσε τοὔνομα καὶ εἶδεν ἱκέτην αὐτῷ παρεστῶτα τὸν Ἀρταβάνην, κατεπήδησεν ἀπὸ τοῦ ἵππου καί θάρσησον,
εἶπεν, ὦ βασιλεῦ, μηδέ σε συγχείτω τὸ παρὸν ὡς ἀνήκεστον· ταχεῖα γὰρ ἔσται τῆς λύπης ἡ μεταβολή. φίλον δέ με καὶ σύμμαχον εὑρήσεις κρείττω τῆς ἐλπίδος· ἢ γὰρ εἰς τὴν Πάρθων σε καταστήσω βασιλείαν πάλιν ἢ τῆς ἐμῆς ἐκστήσομαι.
Ταῦτα εἰπὼν ἀνεβίβαζεν τὸν Ἀρταβάνην ἐπὶ τὸν ἵππον, παρείπετο δʼ αὐτὸς πεζὸς τιμὴν ἀπονέμων ταυτηνὶ ὡς ἂν μείζονι βασιλεῖ. θεασάμενος δʼ Ἀρταβάνης βαρέως ἤνεγκεν καὶ τὴν ἐφεστῶσαν αὐτῷ τύχην καὶ τιμὴν ἐπωμόσατο καταβήσεσθαι μὴ ʼκείνου πάλιν ἀναβάντος καὶ προηγουμένου.
ὁ δὲ πεισθεὶς ἐπὶ τὸν ἵππον ἥλατο καὶ ἀγαγὼν αὐτὸν εἰς τὴν βασιλείαν πᾶσαν τιμὴν ἀπένειμεν ἔν τε συνεδρίαις καὶ ταῖς περὶ τὰς ἑστιάσεις προκατακλίσεσιν, οὐκ εἰς τὸ παρὸν αὐτοῦ τῆς τύχης ἀποβλέπων, ἀλλʼ εἰς τὸ πρότερον ἀξίωμα, καί τι καὶ λογισμῷ διδούς, ὡς κοιναὶ τοῖς ἀνθρώποις αἱ μεταβολαὶ τῆς τύχης.
γράφει τε πρὸς τοὺς Πάρθους πείθων αὐτοὺς τὸν Ἀρταβάνην ὑποδέξασθαι, πίστιν προτείνων τῆς τῶν πεπραγμένων ἀμνηστίας δεξιὰν καὶ ὅρκους καὶ μεσιτείαν τὴν αὐτοῦ.
τῶν δὲ Πάρθων δέξασθαι μὲν αὐτὸν θέλειν οὐκ ἀρνουμένων, μὴ δύνασθαι δὲ λεγόντων διὰ τὸ τὴν ἀρχὴν ἑτέρῳ πεπιστευκέναι, Κίνναμος δʼ ἦν ὄνομα τῷ παρειληφότι, καὶ δεδοικέναι, μὴ στάσις αὐτοὺς ἐκ τούτου καταλάβῃ,
μαθὼν τὴν προαίρεσιν αὐτῶν ὁ Κίνναμος ταύτην αὐτὸς γράφει τῷ Ἀρταβάνῃ, τέθραπτο γὰρ ὑπʼ αὐτοῦ καὶ φύσει δʼ ἦν καλὸς καὶ ἀγαθός, παρακαλῶν αὐτῷ πιστεύσαντα παραγενέσθαι τὴν ἀρχὴν ἀποληψόμενον τὴν αὐτοῦ.
καὶ ὁ Ἀρταβάνης πιστεύσας παρῆν. ὑπαντᾷ δʼ αὐτῷ ὁ Κίνναμος καὶ προσκυνήσας βασιλέα τε προσαγορεύσας περιτίθησιν αὐτοῦ τῇ κεφαλῇ τὸ διάδημα ἀφελὼν τῆς ἑαυτοῦ.
Καὶ Ἀρταβάνης οὕτω διὰ Ἰζάτου πάλιν εἰς τὴν ἀρχὴν καθίσταται πρότερον αὐτῆς ἐκπεσὼν διὰ τοὺς μεγιστᾶνας. οὐκ ἐγένετο μὴν ἀμνήμων τῶν εἰς αὐτὸν εὐεργεσιῶν, ἀλλʼ ἀντιδωρεῖται τὸν Ἰζάτην ταῖς μεγίσταις τιμαῖς παρʼ αὐτοῖς·
τήν τε γὰρ τιάραν ὀρθὴν ἐπέτρεψεν αὐτῷ φορεῖν καὶ ἐπὶ κλίνης χρυσῆς καθεύδειν, ἅπερ μόνων ἐστὶ γέρα καὶ σημεῖα τῶν Πάρθων βασιλέων.
ἔδωκεν δὲ καὶ χώραν πολλὴν αὐτῷ κἀγαθὴν τοῦ τῶν Ἀρμενίων βασιλέως ἀποτεμόμενος, Νίσιβις δέ ἐστιν ὄνομα τῇ γῇ, καὶ ἐν αὐτῇ πρότερον Μακεδόνες ἐκτίσαντο πόλιν Ἀντιόχειαν, ἣν Ἐπιμυγδονίαν προσηγόρευσαν. ταύταις μὲν δὴ ταῖς τιμαῖς ὁ Ἰζάτης ὑπὸ τοῦ τῶν Πάρθων βασιλέως ἐτιμήθη.
Μετʼ οὐ πολὺν δὲ χρόνον Ἀρταβάνης τελευτᾷ τὴν βασιλείαν τῷ παιδὶ Οὐαρδάνῃ καταλιπών. οὗτος δὴ πρὸς τὸν Ἰζάτην ἀφικόμενος ἔπειθεν αὐτὸν μέλλων πρὸς Ῥωμαίους πόλεμον ἐκφέρειν συστρατεύεσθαι καὶ συμμαχίαν ἑτοιμάζειν.
οὐ μὴν ἔπειθεν· ὁ γὰρ Ἰζάτης τὴν Ῥωμαίων δύναμίν τε καὶ τύχην ἐπιστάμενος ἀδυνάτοις αὐτὸν ἐνόμιζεν ἐπιχειρεῖν.
ἔτι τε πεπομφὼς πέντε μὲν τὸν ἀριθμὸν υἱοὺς τὴν ἡλικίαν νέους γλῶτταν τὴν παρʼ ἡμῖν πάτριον καὶ παιδείαν ἀκριβῶς μαθησομένους, τὴν δὲ μητέρα προσκυνήσουσαν τὸ ἱερόν, ὡς προεῖπον, ὀκνηρότερος ἦν καὶ τὸν Οὐαρδάνην ἐκώλυεν συνεχῶς διηγούμενος τὰς Ῥωμαίων δυνάμεις τε καὶ πράξεις, διὰ τούτων οἰόμενος αὐτὸν φοβήσειν καὶ παύσειν ἐπιθυμοῦντα τῆς ἐπʼ αὐτοὺς στρατείας.
παροξυνθεὶς δʼ ἐπὶ τούτοις ὁ Πάρθος πόλεμον εὐθὺς πρὸς Ἰζάτην κατήγγειλεν. οὐ μὴν ἔλαβεν οὐδὲ τῆς ἐπὶ τούτῳ στρατείας ὄνησιν τοῦ θεοῦ τὰς ἐλπίδας αὐτοῦ πάσας ὑποτεμόντος·
μαθόντες γὰρ οἱ Πάρθοι τὴν διάνοιαν τοῦ Οὐαρδάνου καὶ ὡς ἐπὶ Ῥωμαίους στρατεύειν ἔκρινεν, αὐτὸν μὲν ἀναιροῦσιν, τὴν ἀρχὴν δὲ τῷ ἀδελφῷ Κοτάρδῃ παρέδοσαν.
καὶ τοῦτον δὲ μετʼ οὐ πολὺν χρόνον ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐολογέσης ὁ ἀδελφός, ὃς δὴ καὶ τοῖς ὁμοπατρίοις δυσὶν ἀδελφοῖς δυναστείας ἐπίστευσεν, Πακόρῳ μὲν τῷ καὶ πρεσβυτέρῳ τὴν Μήδων, Τιριδάτῃ δὲ τῷ νεωτέρῳ τὴν Ἀρμενίαν.
Ὁ δὲ τοῦ βασιλέως ἀδελφὸς Μονόβαζος καὶ οἱ συγγενεῖς θεωροῦντες τὸν Ἰζάτην διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν ζηλωτὸν παρὰ πᾶσιν ἀνθρώποις γεγενημένον ἔσχον ἐπιθυμίαν καὶ αὐτοὶ τὰ πάτρια καταλιπόντες ἔθεσι χρῆσθαι τοῖς Ἰουδαίων.
γίνεται δʼ ἡ πρᾶξις αὐτῶν κατάφωρος τοῖς ὑπηκόοις, κἀπὶ τούτῳ χαλεπήναντες οἱ μεγιστᾶνες οὐκ ἐφανέρουν μὲν τὴν ὀργήν, κατὰ νοῦν δὲ ἔχοντες καιρὸν ἐπιτήδειον ἐζήτουν δίκην εἰσπράξασθαι σπεύδοντες παρʼ αὐτῶν.
καὶ δὴ γράφουσιν πρὸς Ἀβίαν τὸν Ἀράβων βασιλέα χρήματα πολλὰ δώσειν ὑπισχνούμενοι στρατεύσασθαι θελήσαντι κατὰ τοῦ παρʼ αὐτοῖς βασιλέως, ἐπηγγέλλοντο δὲ καὶ περὶ τὴν πρώτην συμβολὴν ἐγκαταλείψειν τὸν βασιλέα· θέλειν γὰρ αὐτὸν τιμωρήσασθαι μισήσαντα τὰ παρʼ αὐτοῖς ἔθη· καὶ ὅρκοις τὴν πρὸς ἀλλήλους ἐνδησάμενοι πίστιν σπεύδειν παρεκάλουν.
πείθεται δὲ ὁ Ἄραψ, καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζάτην. μελλούσης δὲ τῆς πρώτης συμβολῆς πρὶν εἰς χεῖρας ἐλθεῖν καταλείπουσιν τὸν Ἰζάτην ἐκ συνθήματος πάντες ὡς πανικῷ δείματι κατασχεθέντες, καὶ τὰ νῶτα τοῖς πολεμίοις ἐντρέψαντες ἔφευγον.
οὐ μὴν ὁ Ἰζάτης κατεπλάγη, νοήσας δὲ προδοσίαν ὑπὸ τῶν μεγιστάνων γεγενῆσθαι καὶ αὐτὸς εἰς τὸ στρατόπεδον ὑπεχώρησεν, καὶ τὴν αἰτίαν ζητήσας ὡς ἔμαθεν συντεταγμένους πρὸς τὸν Ἄραβα, τοὺς μὲν αἰτίους ἀναιρεῖ, τῇ δʼ ἐπιούσῃ συμβαλὼν πλείστους μὲν ἀπέκτεινε,
πάντας δὲ φυγεῖν ἠνάγκασεν, αὐτὸν δὲ τὸν βασιλέα διώκων εἴς τι φρούριον συνήλασεν Ἄρσαμον καλούμενον, καὶ προσμαχεσάμενος καρτερῶς εἷλε τὸ φρούριον διαρπάσας τε τὴν ἐν αὐτῷ λείαν πᾶσαν, πολλὴ δὲ ἦν, ὑπέστρεψεν εἰς τὴν Ἀδιαβηνὴν τὸν Ἀβίαν οὐ καταλαβὼν ζῶντα· περικαταλαμβανόμενος γὰρ ἑαυτὸν ἀνεῖλεν.
Ἀποτυχόντες δὲ οἱ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες τῆς πρώτης ἐπιχειρήσεως παραδόντος αὐτοὺς τοῦ θεοῦ τῷ βασιλεῖ οὐδʼ ὣς ἠρέμουν, ἀλλὰ γράφουσιν πάλιν Οὐολογέσῃ, βασιλεὺς δὲ Πάρθων οὗτος ἦν, παρακαλοῦντες ἀποκτεῖναι μὲν τὸν Ἰζάτην, καταστῆσαι δʼ αὐτοῖς ἕτερον δυνάστην καὶ τῷ γένει Πάρθον· μισεῖν γὰρ ἔλεγον τὸν ἑαυτῶν βασιλέα καταλύσαντα μὲν τὰ πάτρια, ξένων δʼ ἐραστὴν ἐθῶν γενόμενον.
ταῦτα ἀκούσας ὁ Πάρθος ἐπήρθη πρὸς τὸν πόλεμον, καὶ προφάσεως δικαίας μηδεμίαν ἀφορμὴν ἔχων τὰς ὑπὸ τοῦ πατρὸς αὐτῷ δοθείσας τιμὰς ἔπεμψεν ἀπαιτῶν, ἀπειθήσαντι δὲ πόλεμον κατήγγελλεν.
ταράσσεται δὲ τὴν ψυχὴν οὐχὶ μετρίως ὁ Ἰζάτης, ὡς ἤκουσεν ταῦτα, κατάγνωσιν μὲν φέρειν αὐτῷ νομίσας τὸ τῶν δωρεῶν ἐξίστασθαι δοκεῖν διὰ φόβον τοῦτο πράξας.
εἰδὼς δέ, ὅτι καὶ ἀπολαβὼν ὁ Πάρθος τὰς τιμὰς οὐκ ἂν ἠρεμήσειεν, ἔκρινεν ἐπιτρέψαι τῷ κηδεμόνι θεῷ τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον,
καὶ τοῦτον μέγιστον ἡγησάμενος ἔχειν σύμμαχον κατατίθεται μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας εἰς τὰ τῶν φρουρίων ἀσφαλέστατα, τὸν σῖτον δὲ πάντα μὲν τὸν εἰς τὰς βάρεις ἐμπίπρησιν τόν τε χόρτον καὶ τὰς νομάς, ταῦτά τε προευτρεπισάμενος ἐξεδέχετο τοὺς πολεμίους.
παραγενομένου δὲ τοῦ Πάρθου μετὰ πολλῆς δυνάμεως πεζῶν τε καὶ ἱππέων θᾶττον ἐλπίδος, ὥδευσε γὰρ συντόνως, βαλλομένου τε χάρακα πρὸς τῷ ποταμῷ τῷ τὴν Ἀδιαβηνὴν καὶ τὴν Μηδίαν ὁρίζοντι, τίθησι καὶ ὁ Ἰζάτης τὸ στρατόπεδον οὐκ ἄπωθεν ἔχων περὶ αὐτὸν ἱππεῖς τὸν ἀριθμὸν ἑξακισχιλίους.
ἀφικνεῖται δὲ πρὸς τὸν Ἰζάτην ἄγγελος παρὰ τοῦ Πάρθου πεμφθείς, ὃς τὴν Πάρθων δύναμιν ὅση τίς ἐστιν ἤγγελλεν ἀπὸ Εὐφράτου ποταμοῦ μέχρι Βάκτρων τοὺς ὅρους αὐτῆς τιθέμενος καὶ τοὺς ὑπηκόους αὐτῆς βασιλέας καταλέγων.
ἠπείλει δὲ δώσειν αὐτὸν δίκας ἀχάριστον περὶ δεσπότας τοὺς ἑαυτοῦ γενόμενον, καὶ ῥύεσθαι τῶν βασιλέως αὐτὸν χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι.
ταῦτα τοῦ ἀγγέλου φράσαντος ὁ Ἰζάτης εἰδέναι μὲν τὴν Πάρθων δύναμιν ἔφη πολὺ τῆς αὐτοῦ διαφέρουσαν, γινώσκειν δʼ οὖν ἔτι μᾶλλον πάντων ἀνθρώπων ἔλεγεν κρείσσω τὸν θεόν. καὶ τοιαύτην δοὺς τὴν ἀπόκρισιν ἐπὶ τὴν ἱκετείαν ἐτρέπετο τοῦ θεοῦ, χαμαί τε ῥίψας αὑτὸν καὶ σποδῷ τὴν κεφαλὴν καταισχύνας μετὰ γυναικὸς καὶ τέκνων ἐνήστευεν ἀνακαλῶν τὸν θεὸν καὶ λέγων,
εἰ μὴ μάτην, ὦ δέσποτα κύριε, τῆς σῆς ἐγενόμην χρηστότητος, τῶν πάντων δὲ δικαίως μόνον καὶ πρῶτον ἥγημαι κύριον, ἐλθὲ σύμμαχος οὐχ ὑπὲρ ἐμοῦ μόνον ἀμυνούμενος τοὺς πολεμίους, ἀλλʼ ὅτι καὶ τῆς σῆς δυνάμεως κατατετολμήκασιν.
ὁ μὲν ταῦτʼ ἐποτνιᾶτο δακρύων καὶ ὀδυρόμενος, ἐπήκοος δὲ ὁ θεὸς ἐγίνετο, καὶ κατʼ ἐκείνην εὐθὺς τὴν νύκτα δεξάμενος Οὐολογέσης ἐπιστολάς, ἐν αἷς ἐγέγραπτο Δαῶν καὶ Σακῶν χεῖρα μεγάλην καταφρονήσασαν αὐτοῦ τῆς ἀποδημίας ἐπιστρατευσαμένην διαρπάζειν τὴν Παρθυηνῶν, ἄπρακτος ἀνέζευξεν εἰς τοὐπίσω. καὶ Ἰζάτης οὕτω κατὰ θεοῦ πρόνοιαν τὰς ἀπειλὰς τοῦ Πάρθου διαφεύγει.
Μετʼ οὐ πολὺν δὲ χρόνον πεντηκοστὸν μὲν καὶ πέμπτον ἀπὸ γενεᾶς πληρώσας ἔτος τέταρτον δὲ πρὸς εἰκοστῷ δυναστεύσας, καταλιπὼν παῖδας ἄρρενας εἰκοσιτέσσαρας καὶ θυγατέρας εἰκοσιτέσσαρας καταστρέφει τὸν βίον.