Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 20

154 Ἀλλὰ περὶ μὲν τούτων ἐῶ πλείω γράφειν· πολλοὶ γὰρ τὴν περὶ Νέρωνα συντετάχασιν ἱστορίαν, ὧν οἱ μὲν διὰ χάριν εὖ πεπονθότες ὑπʼ αὐτοῦ τῆς ἀληθείας ἠμέλησαν, οἱ δὲ διὰ μῖσος καὶ τὴν πρὸς αὐτὸν ἀπέχθειαν οὕτως ἀναιδῶς ἐνεπαρῴνησαν τοῖς ψεύσμασιν, ὡς ἀξίους αὐτοὺς εἶναι καταγνώσεως.
155 καὶ θαυμάζειν οὐκ ἔπεισί μοι τοὺς περὶ Νέρωνος ψευσαμένους, ὅπου μηδὲ τῶν πρὸ αὐτοῦ γενομένων γράφοντες τὴν ἀλήθειαν τῆς ἱστορίας τετηρήκασιν, καίτοι πρὸς ἐκείνους αὐτοῖς οὐδὲν μῖσος ἦν ἅτε μετʼ αὐτοὺς πολλῷ χρόνῳ γενομένοις.
156 ἀλλὰ γὰρ τοῖς μὲν οὐ προνοουμένοις τῆς ἀληθείας ἐξέστω γράφειν ὡς θέλουσιν, τούτῳ γὰρ χαίρειν ἐοίκασιν,
157 ἡμεῖς δὲ σκοπὸν προθέμενοι τὴν ἀλήθειαν τὰ μὲν ἀπηρτημένα τῆς προκειμένης ἡμῖν πραγματείας ἐπʼ ὀλίγον μνήμης ἀξιοῦμεν, τὰ δʼ ἡμῖν τοῖς Ἰουδαίοις συμπεσόντα δηλοῦμεν οὐ παρέργως μήτε τὰς συμφορὰς μήτε τὰς ἁμαρτίας διασαφεῖν ὀκνοῦντες. ἐπανήξω τοίνυν ἐπὶ τὴν τῶν οἰκείων πραγμάτων διήγησιν.
158 Τῷ γὰρ πρώτῳ τῆς Νέρωνος ἀρχῆς ἔτει τελευτήσαντος τοῦ Ἐμέσων δυνάστου Ἀζίζου Σόεμος ἀδελφὸς τὴν ἀρχὴν διαδέχεται. τὴν δὲ τῆς μικρᾶς Ἀρμενίας προστασίαν Ἀριστόβουλος Ἡρώδου τῆς Χαλκίδος βασιλέως παῖς ὑπὸ Νέρωνος ἐγχειρίζεται.
159 καὶ τὸν Ἀγρίππαν δὲ δωρεῖται μοίρᾳ τινὶ τῆς Γαλιλαίας ὁ Καῖσαρ Τιβεριάδα καὶ Ταριχέας ὑπακούειν αὐτῷ κελεύσας, δίδωσι δὲ καὶ Ἰουλιάδα πόλιν τῆς Περαίας καὶ κώμας τὰς περὶ αὐτὴν δεκατέσσαρας.
160 Τὰ δὲ κατὰ τὴν Ἰουδαίαν πράγματα πρὸς τὸ χεῖρον ἀεὶ τὴν ἐπίδοσιν ἐλάμβανεν· λῃστηρίων γὰρ ἡ χώρα πάλιν ἀνεπλήσθη καὶ γοήτων ἀνθρώπων, οἳ τὸν ὄχλον ἠπάτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme