Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 20

83 ταράσσεται δὲ τὴν ψυχὴν οὐχὶ μετρίως ὁ Ἰζάτης, ὡς ἤκουσεν ταῦτα, κατάγνωσιν μὲν φέρειν αὐτῷ νομίσας τὸ τῶν δωρεῶν ἐξίστασθαι δοκεῖν διὰ φόβον τοῦτο πράξας.
84 εἰδὼς δέ, ὅτι καὶ ἀπολαβὼν ὁ Πάρθος τὰς τιμὰς οὐκ ἂν ἠρεμήσειεν, ἔκρινεν ἐπιτρέψαι τῷ κηδεμόνι θεῷ τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον,
85 καὶ τοῦτον μέγιστον ἡγησάμενος ἔχειν σύμμαχον κατατίθεται μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας εἰς τὰ τῶν φρουρίων ἀσφαλέστατα, τὸν σῖτον δὲ πάντα μὲν τὸν εἰς τὰς βάρεις ἐμπίπρησιν τόν τε χόρτον καὶ τὰς νομάς, ταῦτά τε προευτρεπισάμενος ἐξεδέχετο τοὺς πολεμίους.
86 παραγενομένου δὲ τοῦ Πάρθου μετὰ πολλῆς δυνάμεως πεζῶν τε καὶ ἱππέων θᾶττον ἐλπίδος, ὥδευσε γὰρ συντόνως, βαλλομένου τε χάρακα πρὸς τῷ ποταμῷ τῷ τὴν Ἀδιαβηνὴν καὶ τὴν Μηδίαν ὁρίζοντι, τίθησι καὶ ὁ Ἰζάτης τὸ στρατόπεδον οὐκ ἄπωθεν ἔχων περὶ αὐτὸν ἱππεῖς τὸν ἀριθμὸν ἑξακισχιλίους.
87 ἀφικνεῖται δὲ πρὸς τὸν Ἰζάτην ἄγγελος παρὰ τοῦ Πάρθου πεμφθείς, ὃς τὴν Πάρθων δύναμιν ὅση τίς ἐστιν ἤγγελλεν ἀπὸ Εὐφράτου ποταμοῦ μέχρι Βάκτρων τοὺς ὅρους αὐτῆς τιθέμενος καὶ τοὺς ὑπηκόους αὐτῆς βασιλέας καταλέγων.
88 ἠπείλει δὲ δώσειν αὐτὸν δίκας ἀχάριστον περὶ δεσπότας τοὺς ἑαυτοῦ γενόμενον, καὶ ῥύεσθαι τῶν βασιλέως αὐτὸν χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme