Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

303 θηρίων γὰρ παντοίων καὶ πολυτρόπων, ὧν εἰς ὄψιν οὐδεὶς ἀπηντήκει πρότερον, τὴν χώραν αὐτῶν ἐγέμισεν, ὑφʼ ὧν αὐτοί τε ἀπώλλυντο καὶ ἡ γῆ τῆς ἐπιμελείας τῆς παρὰ τῶν γεωργῶν ἀπεστερεῖτο, εἰ δέ τι καὶ διέφυγε τὴν ὑπʼ ἐκείνοις ἀπώλειαν, νόσῳ τοῦτο καὶ τῶν ἀνθρώπων ὑπομενόντων ἐδαπανᾶτο.
304 Τοῦ δὲ Φαραώθου μηδʼ οὕτως εἴκοντος τοῖς τοῦ θεοῦ βουλήμασιν, ἀλλὰ τὰς μὲν γυναῖκας συναπαίρειν τοῖς ἀνδράσιν ἀξιοῦντος καταλείπεσθαι δὲ τοὺς παῖδας, οὐκ ἠπόρει τὸ θεῖον τὴν πονηρίαν αὐτοῦ ποικίλοις κακοῖς καὶ μείζοσι τῶν προενδεδημηκότων μετερχόμενον βασανίσαι· ἀλλὰ γὰρ δεινῶς αὐτοῖς ἐξηλκοῦτο τὰ σώματα τῶν ἐντὸς διαφθειρομένων, καὶ τὸ πολὺ τῶν Αἰγυπτίων οὕτως ἀπώλλυτο.
305 μηδʼ ὑπὸ ταύτης δὲ τῆς πληγῆς σωφρονιζομένου τοῦ βασιλέως χάλαζα μήτε πρότερον τοῦ κατʼ Αἴγυπτον ἀέρος τοῦτο πεπονθότος μήθʼ ὁμοία τῇ παρʼ ἄλλοις ὥρᾳ χειμῶνος κατιούσῃ, μείζων δὲ τῆς παρὰ τοῖς τὰ βόρεια καὶ τὴν ἄρκτον νεμομένοις, ἔαρος ἀκμάζοντος κατενεχθεῖσα τοὺς καρποὺς αὐτῶν κατέκλασεν.
306 ἔπειτα φῦλον ἀκρίδων ἐπινέμεται τὴν ὑπὸ τῆς χαλάζης μὴ καταβλαβεῖσαν σποράν, ὥστε πρὸς ἀκριβὲς πάσας τοῖς Αἰγυπτίοις τὰς ἀπὸ τῆς γῆς τῶν καρπῶν ἐλπίδας διολέσαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme