Book 2
154
σὺ δὲ πάντας ἡμᾶς σώσεις τἀδελφῷ συγγνοὺς ὑπὲρ ὧν ἠτύχηκεν· οὐδὲ γὰρ ἡμῖν βιώσιμα τούτου κολασθέντος, οἷς γε πρὸς τὸν πατέρα μὴ ἔξεστιν ἀνασωθῆναι μόνοις, ἀλλʼ ἐνθάδε δεῖ κοινωνῆσαι τούτῳ τῆς αὐτῆς καταστροφῆς τοῦ βίου.
155
καὶ δεησόμεθά σου, στρατηγέ, κατακρίναντος τὸν ἀδελφὸν ἡμῶν ἀποθανεῖν συγκολάσαι καὶ ἡμᾶς ὡς τοῦ ἀδικήματος κεκοινωνηκότας· οὐ γὰρ ἀξιώσομεν ἡμεῖς ὡς ἐπὶ λύπῃ τεθνηκότος αὑτοὺς ἀνελεῖν, ἀλλʼ ὡς ὁμοίως αὐτῷ πονηροὶ γεγονότες οὕτως ἀποθανεῖν.
156
καὶ ὅτι μὲν καὶ νέος ὢν ἥμαρτε καὶ μήπω τὸ φρονεῖν ἐρηρεισμένος καὶ ὡς ἀνθρώπινον τοῖς τοιούτοις συγγνώμην νέμειν, σοὶ καταλιπὼν παύομαι περαιτέρω λέγειν, ἵνʼ εἰ μὲν κατακρίνειας ἡμῶν, τὰ μὴ λεχθέντα δόξῃ βεβλαφέναι πρὸς τὸ σκυθρωπότερον ἡμᾶς,
157
εἰ δʼ ἀπολύσειας, κἀκεῖνα τῇ σαυτοῦ χρηστότητι συνιδὼν ἀπεψηφίσθαι νομισθῇς, οὐ σώσας μόνον ἡμᾶς ἀλλὰ καὶ διʼ οὗ δικαιότεροι μᾶλλον φανούμεθα τυχεῖν χαριζόμενος καὶ πλέον ἡμῶν αὐτῶν ὑπὲρ τῆς ἡμετέρας νοήσας σωτηρίας.
158
εἴτʼ οὖν κτείνειν αὐτὸν θέλεις, ἐμὲ τιμωρησάμενος ἀντὶ τούτου τῷ πατρὶ τοῦτον ἀπόπεμψον, εἴτε καὶ κατέχειν σοι δοκεῖ δοῦλον, ἐγὼ πρὸς τὰς χρείας σοι ὑπηρετικώτερος, ἀμείνων ὡς ὁρᾷς πρὸς ἑκάτερον τῶν παθῶν ὑπάρχων.
159
Ἰούδας μὲν οὖν πάντα ὑπομένειν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἡδέως ἔχων ῥίπτει πρὸ τῶν Ἰωσήπου ποδῶν ἑαυτόν, εἴ πως ἐκμαλάξειε τὴν ὀργὴν αὐτοῦ καὶ καταπραΰνειεν ἀγωνιζόμενος, προύπεσον δὲ καὶ οἱ ἀδελφοὶ πάντες δακρύοντες καὶ παραδιδόντες ἑαυτοὺς ὑπὲρ τῆς Βενιαμὶν ψυχῆς ἀπολουμένους.