Book 2
καὶ ὁ μὲν ὁμοίαν τὴν πρόρρησιν ἔσεσθαι τῇ τοῦ οἰνοχόου προσεδόκα· ὁ δὲ Ἰώσηπος συμβαλὼν τῷ λογισμῷ τὸ ὄναρ καὶ πρὸς αὐτὸν εἰπών, ὡς ἐβούλετʼ ἂν ἀγαθῶν ἑρμηνευτὴς αὐτῷ γεγονέναι καὶ οὐχ οἵων τὸ ὄναρ αὐτῷ δηλοῖ, λέγει δύο τὰς πάσας ἔτι τοῦ ζῆν αὐτὸν ἔχειν ἡμέρας· τὰ γὰρ κανᾶ τοῦτο σημαίνειν·
τῇ τρίτῃ δʼ αὐτὸν ἀνασταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς οὐδὲν ἀμύνειν αὑτῷ δυνάμενον. καὶ δὴ ταῦτα τέλος ὅμοιον οἷς ὁ Ἰώσηπος εἶπεν ἀμφοτέροις ἔλαβε· τῇ γὰρ ἡμέρᾳ τῇ προειρημένῃ γενέθλιον τεθυκὼς ὁ βασιλεὺς τὸν μὲν ἐπὶ τῶν σιτοποιῶν ἀνεσταύρωσε, τὸν δὲ οἰνοχόον τῶν δεσμῶν ἀπολύσας ἐπὶ τῆς αὐτῆς ὑπηρεσίας κατέστησεν.
Ἰώσηπον δὲ διετῆ χρόνον τοῖς δεσμοῖς κακοπαθοῦντα καὶ μηδὲν ὑπὸ τοῦ οἰνοχόου κατὰ μνήμην τῶν προειρημένων ὠφελούμενον ὁ θεὸς ἀπέλυσε τῆς εἱρκτῆς τοιαύτην αὐτῷ τὴν ἀπαλλαγὴν μηχανησάμενος·
Φαραώθης ὁ βασιλεὺς ὑπὸ τὴν αὐτὴν ἑσπέραν ὄψεις ἐνυπνίων θεασάμενος δύο καὶ μετʼ αὐτῶν τὴν ἑκατέρας ἐξήγησιν ταύτης μὲν ἠμνημόνησε, τῶν δὲ ὀνειράτων κατέσχεν. ἀχθόμενος οὖν ἐπὶ τοῖς ἑωραμένοις, καὶ γὰρ ἐδόκει σκυθρωπὰ ταῦτʼ αὐτῷ, συνεκάλει μεθʼ ἡμέραν Αἰγυπτίων τοὺς λογιωτάτους χρῄζων μαθεῖν τῶν ὀνειράτων τὴν κρίσιν.
ἀπορούντων δʼ ἐκείνων ἔτι μᾶλλον ὁ βασιλεὺς ἐταράττετο. τὸν δὲ οἰνοχόον ὁρῶντα τοῦ Φαραώθου τὴν σύγχυσιν ὑπέρχεται μνήμη τοῦ Ἰωσήπου καὶ τῆς περὶ τῶν ὀνειράτων συνέσεως,
καὶ προσελθὼν ἐμήνυσεν αὐτῷ τὸν Ἰώσηπον τήν τε ὄψιν, ἣν αὐτὸς εἶδεν ἐν τῇ εἱρκτῇ, καὶ τὸ ἀποβὰν ἐκείνου φράσαντος, ὅτι τε σταυρωθείη κατὰ τὴν αὐτὴν ἡμέραν ὁ ἐπὶ τῶν σιτοποιῶν κἀκείνῳ τοῦτο συμβαίη κατὰ ἐξήγησιν ὀνείρατος Ἰωσήπου προειπόντος.
δεδέσθαι δὲ τοῦτον μὲν ὑπὸ Πετεφροῦ τοῦ ἐπὶ τῶν μαγείρων ὡς δοῦλον, λέγειν δʼ αὐτὸν Ἑβραίων ἐν ὀλίγοις εἶναι γένους ἅμα καὶ τῆς τοῦ πατρὸς δόξης. τοῦτον οὖν μεταπεμψάμενος καὶ μὴ διὰ τὴν ἄρτι κακοπραγίαν αὐτοῦ καταγνοὺς μαθήσῃ τὰ ὑπὸ τῶν ὀνειράτων σοι δηλούμενα.
κελεύσαντος οὖν τοῦ βασιλέως εἰς ὄψιν αὐτοῦ τὸν Ἰώσηπον παραγαγεῖν τὸν μὲν ἥκουσιν ἄγοντες οἱ κεκελευσμένοι τημελήσαντες κατὰ πρόσταγμα τοῦ βασιλέως.
Ὁ δὲ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος ὦ νεανία, φησί, σὺ γάρ μοι νῦν ἄριστος καὶ συνίσειν ἱκανώτατος ὑπὸ οἰκέτου τοὐμοῦ μεμαρτύρησαι, τῶν αὐτῶν ἀγαθῶν, ὧν καὶ τούτῳ μετέδωκας ἀξίωσον κἀμὲ φράσας ὅσα μοι κατὰ τοὺς ὕπνους ὀνειράτων ὄψεις προδηλοῦσι· βούλομαι δέ σε μηδὲν ὑποστελλόμενον φόβῳ κολακεῦσαι ψευδεῖ λόγῳ καὶ τῷ πρὸς ἡδονήν, ἂν τἀληθὲς σκυθρωπότερον ᾖ.
ἔδοξα γὰρ παρὰ ποταμὸν βαδίζων βόας ἰδεῖν εὐτραφεῖς ἅμα καὶ μεγέθει διαφερούσας ἑπτὰ τὸν ἀριθμὸν ἀπὸ τοῦ νάματος χωρεῖν ἐπὶ τὸ ἕλος, ἄλλας δὲ ταύταις τὸν ἀριθμὸν παραπλησίας ἐκ τοῦ ἕλους ὑπαντῆσαι λίαν κατισχνωμένας καὶ δεινὰς ὁραθῆναι, αἳ κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας οὐδὲν ὠφελοῦντο χαλεπῶς ὑπὸ τοῦ λιμοῦ τετρυχωμέναι.
μετὰ δὲ ταύτην τὴν ὄψιν διεγερθεὶς ἐκ τοῦ ὕπνου καὶ τεταραγμένος ὢν καὶ τί ποτʼ εἴη τὸ φάντασμα παρʼ ἐμαυτῷ σκοπῶν καταφέρομαι πάλιν εἰς ὕπνον καὶ δεύτερον ὄναρ ὁρῶ πολὺ τοῦ προτέρου θαυμασιώτερον, ὅ με καὶ μᾶλλον ἐκφοβεῖ καὶ ταράττει.
στάχυας ἑπτὰ ἑώρων ἀπὸ μιᾶς ῥίζης ἐκφυέντας καρηβαροῦντας ἤδη καὶ κεκλιμένους ὑπὸ τοῦ καρποῦ καὶ τῆς πρὸς ἄμητον ὥρας καὶ τούτοις ἑτέρους ἑπτὰ στάχυας πλησίον λιφερνοῦντας καὶ ἀσθενεῖς ὑπὸ ἀδροσίας, οἳ δαπανᾶν καὶ κατεσθίειν τοὺς ὡραίους τραπέντες ἔκπληξίν μοι παρέσχον.
Ἰώσηπος δὲ ὑπολαβών, ὄνειρος μὲν οὗτος, εἶπεν, ὦ βασιλεῦ, καίπερ ἐν δυσὶ μορφαῖς ὀφθεὶς μίαν καὶ τὴν αὐτὴν ἀποσημαίνει τελευτὴν τῶν ἐσομένων. τό τε γὰρ τὰς βοῦς ἰδεῖν ζῷον ἐπʼ ἀρότρῳ πονεῖν γεγενημένον ὑπὸ τῶν χειρόνων κατεσθιομένας,
καὶ οἱ στάχυες ὑπὸ τῶν ἐλαττόνων δαπανώμενοι λιμὸν Αἰγύπτῳ καὶ ἀκαρπίαν ἐπὶ τοσαῦτα προκαταγγέλλουσιν ἔτη τοῖς ἴσοις πρότερον εὐδαιμονησάσῃ, ὡς τὴν τούτων εὐφορίαν τῶν ἐτῶν ὑπὸ τῆς τῶν μετὰ τοσοῦτον ἀριθμὸν ἴσων ἀφορίας ὑπαναλωθῆναι. γενήσεται δὴ σπάνις τῶν ἀναγκαίων σφόδρα δυσκατόρθωτος.
σημεῖον δέ· αἱ γὰρ κατισχνωμέναι βόες δαπανήσασαι τὰς κρείττονας οὐκ ἴσχυσαν κορεσθῆναι. ὁ μέντοι θεὸς οὐκ ἐπὶ τῷ λυπεῖν τὰ μέλλοντα τοῖς ἀνθρώποις προδείκνυσιν, ἀλλʼ ὅπως προυγνωκότες κουφοτέρας συνέσει ποιῶνται τὰς πείρας τῶν κατηγγελμένων. σὺ τοίνυν ταμιευσάμενος τἀγαθὰ τὰ κατὰ τὸν πρῶτον χρόνον γενησόμενα ποιήσεις ἀνεπαίσθητον Αἰγυπτίοις τὴν ἐπελευσομένην συμφοράν.
Θαυμάσαντος δὲ τοῦ βασιλέως τὴν φρόνησιν καὶ τὴν σοφίαν τοῦ Ἰωσήπου καὶ πυθομένου, τίνα καὶ τρόπον ἂν προοικονομήσειεν ἐν τοῖς τῆς εὐετηρίας καιροῖς τὰ περὶ τῶν μετὰ ταύτην, ὡς ἂν ἐλαφρότερα γένοιτο τὰ τῆς ἀφορίας,
ὑπετίθετο καὶ συνεβούλευε φειδὼ τῶν ἀγαθῶν, καὶ μὴ κατὰ περιουσίαν αὐτοῖς χρῆσθαι τοῖς Αἰγυπτίοις ἐπιτρέπειν, ἀλλʼ ὅσα ἂν κατὰ τρυφὴν ἀναλώσωσιν ἐκ περισσοῦ, ταῦτα τηρεῖν εἰς τὸν τῆς ἐνδείας καιρόν, ἀποτίθεσθαί τε παρῄνει λαμβάνοντα τὸν σῖτον παρὰ τῶν γεωργῶν τὰ διαρκῆ μόνον εἰς διατροφὴν χορηγοῦντα.
Φαραώθης δʼ ἀμφοτέρων θαυμάσας Ἰώσηπον τῆς τε κρίσεως τοῦ ὀνείρατος καὶ τῆς συμβουλίας αὐτῷ τὴν οἰκονομίαν παραδίδωσιν, ὥστε πράττειν ἃ καὶ τῷ πλήθει τῶν Αἰγυπτίων καὶ τῷ βασιλεῖ συμφέροντα ὑπολαμβάνει, τὸν ἐξευρόντα τὴν τοῦ πράγματος ὁδὸν καὶ προστάτην ἄριστον αὐτῆς ὑπολαβὼν γενήσεσθαι.
ὁ δὲ ταύτης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τοῦ βασιλέως δοθείσης σφραγῖδί τε χρῆσθαι τῇ αὐτοῦ καὶ πορφύραν ἐνδύσασθαι διὰ τῆς γῆς ἁπάσης ἐλαύνων ἐφʼ ἅρματος ἦγε τὸν σῖτον παρὰ τῶν γεωργῶν τὸν ἀρκοῦντα πρός τε σπόρον καὶ διατροφὴν ἑκάστοις ἀπομετρῶν, μηδενὶ σημαίνων τὴν αἰτίαν, ὑφʼ ἧς ταῦτα ἔπραττε.
Τριακοστὸν δʼ ἔτος ἤδη τῆς ἡλικίας αὐτῷ διεληλύθει καὶ τιμῆς ἁπάσης ἀπέλαυε τοῦ βασιλέως καὶ προσηγόρευσεν αὐτὸν Ψονθονφάνηχον ἀπιδὼν αὐτοῦ πρὸς τὸ παράδοξον τῆς συνέσεως· σημαίνει γὰρ τὸ ὄνομα κρυπτῶν εὑρετήν. γαμεῖ δὲ καὶ γάμον ἀξιολογώτατον· ἄγεται γὰρ καὶ Πετεφροῦ θυγατέρα τῶν ἐν Ἡλιουπόλει ἱερέων συμπράξαντος αὐτῷ τοῦ βασιλέως ἔτι παρθένον Ἀσέννηθιν ὀνόματι.
ἐκ ταύτης δὲ καὶ παῖδες αὐτῷ γίνονται πρὸ τῆς ἀκαρπίας Μανασσῆς μὲν πρεσβύτερος, σημαίνει δʼ ἐπίληθον, διὰ τὸ εὐδαιμονήσαντα λήθην εὕρασθαι τῶν ἀτυχημάτων, ὁ δὲ νεώτερος Ἐφράδης, ἀποδιδοὺς δὲ τοῦτο σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτὸν τῇ ἐλευθερίᾳ τῶν προγόνων.
τῆς δʼ Αἰγύπτου κατὰ τὴν Ἰωσήπου τῶν ὀνειράτων ἐξήγησιν μακαριστῶς ἔτη ἑπτὰ διαγούσης ὁ λιμὸς ἥπτετο τῷ ὀγδόῳ ἔτει καὶ διὰ τὸ μὴ προῃσθημένοις ἐπιπεσεῖν τὸ κακὸν πονούμενοι χαλεπῶς ὑπʼ αὐτοῦ πάντες ἐπὶ τὰς βασιλέως θύρας συνέρρεον.
ὁ δὲ Ἰώσηπον ἐκάλει, κἀκεῖνος τὸν σῖτον αὐτοῖς ἀπεδίδοτο γεγενημένος σωτὴρ ὁμολογουμένως τοῦ πλήθους, καὶ τὴν ἀγορὰν οὐ τοῖς ἐγχωρίοις προὐτίθει μόνον, ἀλλὰ καὶ τοῖς ξένοις ὠνεῖσθαι παρῆν πάντας ἀνθρώπους κατὰ συγγένειαν ἀξιοῦντος ἐπικουρίας τυγχάνειν Ἰωσήπου παρὰ τῶν εὐδαιμονίᾳ χρωμένων.
Πέμπει δὲ καὶ Ἰάκωβος τῆς Χαναναίας δεινῶς ἐκτετρυχωμένης, πάσης γὰρ ἥψατο τῆς ἠπείρου τὸ δεινόν, τοὺς υἱοὺς ἅπαντας εἰς τὴν Αἴγυπτον ὠνησομένους σῖτον πεπυσμένος ἐφεῖσθαι τὴν ἀγορὰν καὶ ξένοις· μόνον δὲ κατέσχε Βενιαμὶν ἐκ Ῥαχήλας αὐτῷ γεγονότα ὁμομήτριον δὲ Ἰωσήπῳ.
οἱ μὲν οὖν εἰς τὴν Αἴγυπτον ἐλθόντες ἐνετύγχανον τῷ Ἰωσήπῳ χρῄζοντες ἀγορᾶς· οὐδὲν γὰρ ἦν, ὃ μὴ μετὰ γνώμης ἐπράττετο τῆς ἐκείνου· καὶ γὰρ τὸ θεραπεῦσαι τὸν βασιλέα τότε χρήσιμον ἐγίνετο τοῖς ἀνθρώποις, ὅτε καὶ τῆς Ἰωσήπου τιμῆς ἐπιμεληθεῖεν.
ὁ δὲ γνωρίσας τοὺς ἀδελφοὺς οὐδὲν ἐνθυμουμένους περὶ αὐτοῦ διὰ τὸ μειράκιον μὲν αὐτὸς ἀπαλλαγῆναι, εἰς τοῦτο δὲ προελθεῖν τῆς ἡλικίας καὶ τῶν χαρακτήρων ἠλλαγμένων ἀγνώριστος αὐτοῖς εἶναι, τῷ δὲ μεγέθει τοῦ ἀξιώματος οὐδʼ εἰς ἐπίνοιαν ἐλθεῖν αὐτοῖς δυνάμενος διεπείραζεν, ὡς ἔχοιεν γνώμης περὶ τῶν ὅλων.
τόν τε γὰρ σῖτον αὐτοῖς οὐκ ἀπεδίδοτο κατασκόπους τε τῶν βασιλέως πραγμάτων ἔλεγεν ἥκειν καὶ πολλαχόθεν μὲν αὐτοὺς συνεληλυθέναι, προφασίζεσθαι δὲ συγγένειαν· οὐ γὰρ εἶναι δυνατὸν ἀνδρὶ ἰδιώτῃ τοιούτους παῖδας καὶ τὰς μορφὰς οὕτως ἐπιφανεῖς ἐκτραφῆναι, δυσκόλου καὶ βασιλεῦσιν οὔσης τοιαύτης παιδοτροφίας.
ὑπὲρ δὲ τοῦ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ συμβεβηκότα αὐτῷ μετὰ τὴν ἰδίαν ἀπαλλαγὴν ταῦτʼ ἔπραττε μαθεῖν τε βουλόμενος καὶ τὰ περὶ Βενιαμὶν τὸν ἀδελφόν· ἐδεδίει γάρ, μὴ κἀκεῖνον ὁμοίως οἷς εἰς αὐτὸν ἐτόλμησαν εἶεν ἀπεσκευασμένοι τοῦ γένους.
Οἱ δʼ ἦσαν ἐν ταραχῇ καὶ φόβῳ κίνδυνον τὸν μέγιστον αὐτοῖς ἐπηρτῆσθαι νομίζοντες καὶ μηδὲν περὶ τἀδελφοῦ κατὰ νοῦν λαμβάνοντες, καταστάντες τε πρὸς τὰς αἰτίας ἀπελογοῦντο Ῥουβήλου προηγοροῦντος, ὃς ἦν πρεσβύτατος αὐτῶν·
ἡμεῖς γὰρ, εἶπεν, οὐ κατὰ ἀδικίαν δεῦρο ἤλθομεν οὐδὲ κακουργήσοντες τὰ βασιλέως πράγματα, σωθῆναι δὲ ζητοῦντες καὶ καταφυγὴν τῶν ἐπεχόντων τὴν χώραν ἡμῶν κακῶν τὴν ὑμετέραν φιλανθρωπίαν ὑπολαβόντες, οὓς οὐχὶ πολίταις μόνοις τοῖς αὐτῶν, ἀλλὰ καὶ ξένοις ἠκούομεν τὴν ἀγορὰν τοῦ σίτου προτεθεικέναι πᾶσι τὸ σώζεσθαι τοῖς δεομένοις παρέχειν διεγνωκότας.
ὅτι δʼ ἐσμὲν ἀδελφοὶ καὶ κοινὸν ἡμῖν αἷμα, φανερὸν μὲν καὶ τῆς μορφῆς τὸ οἰκεῖον καὶ μὴ πολὺ παρηλλαγμένον ποιεῖ, πατὴρ δʼ ἐστὶν ἡμῖν Ἰάκωβος ἀνὴρ Ἑβραῖος, ᾧ γινόμεθα δώδεκα παῖδες ἐκ γυναικῶν τεσσάρων, ὧν πάντων περιόντων ἦμεν εὐδαίμονες.
ἀποθανόντος δὲ ἑνὸς τῶν ἀδελφῶν Ἰωσήπου τὰ πράγματα ἡμῖν ἐπὶ τὸ χεῖρον μετέβαλεν· ὅ τε γὰρ πατὴρ μακρὸν ἐπʼ αὐτῷ πένθος ἦρται καὶ ἡμεῖς ὑπό τε τῆς ἐπὶ τῷ τεθνηκότι συμφορᾶς καὶ τῆς τοῦ πρεσβύτου ταλαιπωρίας κακοπαθοῦμεν.
ἥκομέν τε νῦν ἐπʼ ἀγορὰν σίτου τήν τε τοῦ πατρὸς ἐπιμέλειαν καὶ τὴν κατὰ τὸν οἶκον πρόνοιαν Βενιαμεῖ τῷ νεωτάτῳ τῶν ἀδελφῶν πεπιστευκότες· δύνασαι δὲ πέμψας εἰς τὸν ἡμέτερον οἶκον μαθεῖν, εἴ τι ψευδές ἐστι τῶν λεγομένων.
Καὶ Ῥουβῆλος μὲν τούτοις ἐπειρᾶτο πείθειν τὸν Ἰώσηπον περὶ αὐτῶν τὰ ἀμείνω φρονῆσαι, ὁ δὲ τὸν Ἰάκωβον ζῶντα μαθὼν καὶ τὸν ἀδελφὸν οὐκ ἀπολωλότα τότε μὲν εἰς τὴν εἱρκτὴν αὐτοὺς ὡς ἐπὶ σχολῆς βασανίσων ἐνέβαλε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν προαγαγὼν αὐτούς,
ἐπεί, φησί, διισχυρίζεσθε μήτʼ ἐπὶ κακουργίᾳ τῶν βασιλέως ἥκειν πραγμάτων εἶναί τε ἀδελφοὶ καὶ πατρὸς οὗ λέγετε, πείσαιτʼ ἄν με ταῦθʼ οὕτως ἔχειν, εἰ καταλίποιτε μὲν ἐξ αὑτῶν ἕνα παρʼ ἐμοὶ μηδὲν ὑβριστικὸν πεισόμενον, ἀποκομίσαντες δὲ τὸν σῖτον πρὸς τὸν πατέρα πάλιν ἔλθοιτε πρὸς ἐμὲ τὸν ἀδελφόν, ὃν καταλιπεῖν ἐκεῖ φατε,
μεθʼ ἑαυτῶν ἄγοντες· τοῦτο γὰρ ἔσται πίστωμα τῆς ἀληθείας. οἱ δʼ ἐν μείζοσι κακοῖς ἦσαν ἔκλαιόν τε καὶ συνεχῶς πρὸς ἀλλήλους ἀνωλοφύροντο τὴν Ἰωσήπου συμφοράν, ὡς διὰ τὰ κατʼ ἐκείνου βουλευθέντα τιμωροῦντος αὐτοὺς τοῦ θεοῦ τούτοις περιπέσοιεν, Ῥουβῆλος δὲ πολὺς ἦν ἐπιπλήττων αὐτοῖς τῆς μετανοίας, ἐξ ἧς ὄφελος οὐδὲν Ἰωσήπῳ γίνεται· φέρειν δʼ αὐτοὺς πᾶν ὅ τι καὶ πάθοιεν κατʼ ἐκδικίαν ἐκείνου δρῶντος αὐτὰ τοῦ θεοῦ καρτερῶς ἠξίου.
ταῦτα δʼ ἔλεγον πρὸς ἀλλήλους οὐχ ἡγούμενοι τὸν Ἰώσηπον γλώσσης τῆς αὐτῶν συνιέναι. κατήφεια δὲ πάντας εἶχε πρὸς τοὺς Ῥουβήλου λόγους καὶ τῶν πραγμάτων μετάμελος, ὥσπερ οὖν καὶ τῶν ταῦτα ψηφισαμένων, ἐφʼ οἷς δίκαιον ἔκρινον τὸν θεὸν κολαζόμενοι.
βλέπων δʼ οὕτως ἀμηχανοῦντας Ἰώσηπος ὑπὸ τοῦ πάθους εἰς δάκρυα προύπιπτε καὶ μὴ βουλόμενος τοῖς ἀδελφοῖς γενέσθαι καταφανὴς ὑπεχώρει καὶ διαλιπὼν πάλιν ἧκε πρὸς αὐτούς.
καὶ Σεμεῶνα κατασχὼν ὅμηρον τῆς ἐπανόδου τῶν ἀδελφῶν γενησόμενον ἐκείνους μεταλαβόντας τῆς ἀγορᾶς τοῦ σίτου προσέταξεν ἀπιέναι, κελεύσας τῷ ὑπηρέτῃ τἀργύριον, ὃ πρὸς τὴν ὠνὴν εἶεν τοῦ σίτου κεκομικότες, κρύφα τοῖς φορτίοις ἐνθέντι ἀπολύειν κἀκεῖνο κομίζοντας. καὶ ὁ μὲν τὰ ἐντεταλμένα ἔπραττεν.
Οἱ δὲ Ἰακώβου παῖδες ἐλθόντες εἰς τὴν Χαναναίαν ἀπήγγελλον τῷ πατρὶ τὰ κατὰ τὴν Αἴγυπτον αὐτοῖς συμπεσόντα, καὶ ὅτι κατάσκοποι δόξειαν ἀφῖχθαι τοῦ βασιλέως καὶ λέγοντες ἀδελφοί τε εἶναι καὶ τὸν ἑνδέκατον οἴκοι καταλιπεῖν παρὰ τῷ πατρὶ ἀπιστηθεῖεν, ὡς καταλίποιέν τε Σεμεῶνα παρὰ τῷ στρατηγῷ μέχρι Βενιαμὶς ὡς αὐτὸν ἀπιὼν πίστις αὐτοῖς τῶν εἰρημένων παρʼ αὐτῷ γένοιτο·