Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

 
Ἰούδας δὲ καὶ αὐτὸς ὢν τῶν Ἰακώβου παίδων ἐμπόρους ἰδὼν Ἄραβας τοῦ Ἰσμαηλιτῶν γένους ἀρώματα καὶ Σύρα φορτία κομίζοντας Αἰγυπτίοις ἐκ τῆς Γαλαδηνῆς μετὰ τὴν ἀναχώρησιν τὴν Ῥουβήλου τοῖς ἀδελφοῖς συνεβούλευεν ἀνιμήσασι τὸν Ἰώσηπον ἀπεμπολῆσαι τοῖς Ἄραψιν·
 
ἐκεῖνόν τε γὰρ ὅτι πορρωτάτω γενόμενον καὶ τεθνήξεσθαι παρὰ τοῖς ξένοις, αὐτούς τε τοῦ μιάσματος οὕτως ἀπαλλαγήσεσθαι. δόξαν οὖν τοῦτο, τοῖς ἐμπόροις ἀποδίδονται τὸν Ἰώσηπον ἀνελκύσαντες ἐκ τοῦ λάκκου μνῶν εἴκοσιν ἑπτακαίδεκα ἐτῶν γεγονότα.
 
Ῥουβῆλος δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθὼν σῶσαι τοὺς ἀδελφοὺς λαθὼν τὸν Ἰώσηπον ἐγνώκει, καὶ ὡς ἀνακαλουμένῳ μὴ ὑπήκουσε, δείσας μὴ ἐφθάρκασιν αὐτὸν μετὰ τὴν ἀναχώρησιν αὐτοῦ κατεμέμφετο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν αὐτῷ φρασάντων παύεται τοῦ πένθους Ῥουβῆλος.
 
Ὡς δὲ ταῦτα περὶ τὸν Ἰώσηπον τοῖς ἀδελφοῖς ἐπέπρακτο, τί ποιήσαντες ἂν ἔξω τῆς ὑπονοίας παρὰ τῷ πατρὶ γενηθεῖεν ἐζήτουν, καὶ δὴ τὸν χιτωνίσκον, ὃν ἀφῖκτο μὲν πρὸς αὐτοὺς ὁ Ἰώσηπος ἐνδεδυμένος, περιῃρήκεσαν δʼ αὐτὸν ὅτε καθίεσαν εἰς τὸν λάκκον, ἔδοξεν αὐτοῖς διασπαράξασιν αἵματι τράγου μολῦναι καὶ τῷ πατρὶ δεῖξαι φέροντας, ὡς ἂν ὑπὸ θηρίων αὐτῷ φανείη διεφθαρμένος.
 
καὶ τοῦτο ποιήσαντες ἧκον πρὸς τὸν πρεσβύτην ἤδη τῶν περὶ τὸν υἱὸν εἰς γνῶσιν ἀφιγμένον, ἔλεγον δὲ τὸν μὲν Ἰώσηπον οὔτʼ ἰδεῖν οὔθʼ ᾗ κέχρηται συμφορᾷ μεμαθηκέναι, χιτῶνα δὲ τοῦτον εὑρεῖν ᾑμαγμένον καὶ λελακισμένον, ὅθεν αὐτοῖς ὑπόνοιαν εἶναι περιπεσόντα θηρίοις αὐτὸν ἀπολωλέναι, εἴγε τοῦτον ἐνδεδυμένος οἴκοθεν ἐστάλη.
 
Ἰάκωβος δὲ ἐπὶ κουφοτέραις ὢν ἐλπίσιν ὡς ἠνδραποδισμένου δῆθεν αὐτῷ τοῦ παιδός, τοῦτον μὲν ἀφίησι τὸν λογισμόν, πίστιν δʼ αὐτοῦ τῆς τελευτῆς ἐναργῆ τὸν χιτῶνα ὑπολαβών, καὶ γὰρ ἐγνώρισεν ἐκεῖνον αὐτὸν ὃν ἐνδεδυμένον ἐκπέμποι πρὸς τοὺς ἀδελφούς, ὡς ἐπὶ νεκρῷ τὸ λοιπὸν οὕτω διέκειτο ἐπὶ τῷ μειρακίῳ πενθῶν.
 
καὶ ὡς ἑνὸς πατὴρ ὢν καὶ τῆς ἐξ ἄλλων παραμυθίας ἐστερημένος οὕτως ἦν παρὰ τῷ κακῷ, πρὶν ἢ τοῖς ἀδελφοῖς συμβαλεῖν εἰκάζων ὑπὸ θηρίων Ἰώσηπον ἀφανῆ γεγονέναι. ἐκαθέζετο δὲ σακκίον ἐξαψάμενος καὶ τῇ λύπῃ βαρύς, ὡς μήτε ὑπὸ παίδων παρηγορούντων αὐτὸν ῥᾴονα γενέσθαι μήτε κάμνοντα τοῖς πόνοις ἀπαγορεύειν.
 
Ἰώσηπον δὲ πωλούμενον ὑπὸ τῶν ἐμπόρων ὠνησάμενος Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν Φαραώθου μαγείρων τοῦ βασιλέως εἶχεν ἐν πάσῃ τιμῇ καὶ παιδείαν τε τὴν ἐλευθέριον ἐπαίδευε καὶ διαίτῃ χρῆσθαι κρείττονι τῆς ἐπὶ δούλῳ τύχης ἐπέτρεπεν ἐγχειρίζει τε τὴν τῶν κατὰ τὸν οἶκον αὐτῷ πρόνοιαν.
 
ὁ δὲ τούτων τε ἀπέλαυε καὶ τὴν ἀρετήν, ἥτις ἦν περὶ αὐτόν, οὐδʼ ὑπὸ τῆς μεταβολῆς ἐγκατέλιπεν, ἀλλὰ διέδειξε τὸ φρόνημα κρατεῖν τῶν ἐν τῷ βίῳ δυσκόλων δυνάμενον, οἷς ἂν παρῇ γνησίως καὶ μὴ πρὸς τὰς εὐπραγίας τὰς κατὰ καιρὸν μόνον ἡρμοσμένον.
 
Τῆς γὰρ τοῦ δεσπότου γυναικὸς διά τε τὴν εὐμορφίαν καὶ τὴν περὶ τὰς πράξεις αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ νομιζούσης, εἰ ποιήσειεν αὐτῷ τοῦτο φανερόν, ῥᾳδίως πείσειν αὐτὸν εἰς ὁμιλίαν ἐλθεῖν εὐτύχημα ἡγησάμενον τὸ τὴν δέσποιναν αὐτοῦ δεηθῆναι,
 
καὶ πρὸς τὸ σχῆμα τῆς τότε δουλείας ἀλλʼ οὐ πρὸς τὸν τρόπον ἀφορώσης τὸν καὶ παρὰ τὴν μεταβολὴν παραμένοντα τήν τε ἐπιθυμίαν αὐτῷ ποιησάσης καταφανῆ καὶ λόγους προσφερούσης περὶ μίξεως, παρέπεμπε τὴν ἀξίωσιν οὐ κρίνας ὅσιον εἶναι τοιαύτην αὐτῇ διδόναι χάριν, ἐν ᾗ τοῦ πριαμένου καὶ τοσαύτης ἠξιωκότος τιμῆς ἀδικίαν συνέβαινεν εἶναι καὶ ὕβριν,
 
ἀλλὰ κρατεῖν τε τοῦ πάθους κἀκείνην παρεκάλει τὴν ἀπόγνωσιν τοῦ τεύξεσθαι τῆς ἐπιθυμίας προβαλλόμενος, σταλήσεσθαι γάρ τε αὐτῇ τοῦτο μὴ παρούσης ἐλπίδος, αὐτός τε πάντα μᾶλλον ὑπομενεῖν ἔλεγεν ἢ πρὸς τοῦτο καταπειθὴς ἔσεσθαι· καὶ γὰρ εἰ τῇ δεσποίνῃ δοῦλον ὄντα δεῖ ποιεῖν μηδὲν ἐναντίον, ἡ πρὸς τὰ τοιαῦτα τῶν προσταγμάτων ἀντιλογία πολλὴν ἂν ἔχοι παραίτησιν.
 
τῆς δʼ ἔτι μᾶλλον ἐπέτεινε τὸν ἔρωτα τὸ μὴ προσδοκώσῃ τὸν Ἰώσηπον ἀντισχεῖν καὶ δεινῶς ὑπὸ τοῦ κακοῦ πολιορκουμένη δευτέρᾳ πάλιν πείρᾳ προεθυμεῖτο κατεργάσασθαι.
 
Δημοτελοῦς οὖν ἑορτῆς ἐπιστάσης, καθʼ ἣν εἰς τὴν πανήγυριν καὶ γυναιξὶ φοιτᾶν νόμιμον ἦν, σκήπτεται νόσον πρὸς τὸν ἄνδρα θηρωμένη μόνωσιν καὶ σχολὴν εἰς τὸ δεηθῆναι τοῦ Ἰωσήπου, καὶ γενομένης αὐτῇ ταύτης λιπαρεστέρους ἔτι τῶν πρώτων αὐτῷ προσηνέγκατο λόγους,
 
ὡς καλῶς μὲν εἶχεν αὐτὸν μετὰ τὴν ἐξ ἀρχῆς δέησιν εἶξαι καὶ μηδὲ ἀντειρηκέναι κατά τε τὴν τῆς παρακαλούσης ἐντροπὴν καὶ τὴν τοῦ πάθους ὑπερβολήν, ὑφʼ οὗ βιασθείη δέσποινα οὖσα τοῦ κατὰ ταύτην ἀξιώματος ταπεινοτέρα γενέσθαι, φρονήσει δὲ καὶ νῦν ἄμεινον ἐνδοὺς καὶ τὸ ἐπὶ τοῖς παρελθοῦσιν ἄγνωμον διορθώσεται·
 
εἴτε γὰρ δευτέραν δέησιν ἐξεδέχετο, ταύτην γεγονέναι καὶ μετὰ πλείονος σπουδῆς· νόσον τε γὰρ προφασίσασθαι καὶ τῆς ἑορτῆς καὶ τῆς πανηγύρεως τὴν πρὸς αὐτὸν ὁμιλίαν προτιμῆσαι· εἴτε τοῖς πρώτοις ὑπὸ ἀπιστίας ἀντέκρουσε λογισμοῖς, τοῦ μηδεμίαν κακουργίαν εἶναι κρίνειν σύμβολον τὸ τοῖς αὐτοῖς ἐπιμένειν.
 
προσδοκᾶν τε τῶν παρόντων ἀγαθῶν ὄνησιν, ὧν ἤδη μετέχειν, προσθέμενον αὐτῆς τῷ ἔρωτι καὶ μειζόνων ἀπολαύσειν ὑπήκοον γενόμενον, ἄμυναν δὲ καὶ μῖσος παρʼ αὐτῆς ἀποστραφέντα τὴν ἀξίωσιν καὶ τοῦ χαρίσασθαι τῇ δεσποίνῃ τὴν τῆς σωφροσύνης δόκησιν ἐπίπροσθε θέμενον.
 
οὐ γὰρ αὐτὸν τοῦτο ὠφελήσειν τραπείσης εἰς κατηγορίαν αὐτοῦ καὶ καταψευσαμένης πεῖραν ἐπὶ τἀνδρί, προσέξειν δὲ μᾶλλον τοῖς αὐτῆς λόγοις Πετεφρὴν ἢ τοῖς ἐκείνου, κἂν ὅτι μάλιστα ἀπὸ τῆς ἀληθείας φέρωνται.
 
Ταῦτα λεγούσης τῆς γυναικὸς καὶ δακρυούσης οὔτε οἶκτος αὐτὸν μὴ σωφρονεῖν ἔπεισεν οὔτʼ ἠνάγκασε φόβος, ἀλλὰ ταῖς δεήσεσιν ἀντέσχε καὶ ταῖς ἀπειλαῖς οὐκ ἐνέδωκε καὶ παθεῖν ἀδίκως καὶ ὑπομένειν τι τῶν χαλεπωτέρων εἵλετο μᾶλλον ἢ τῶν παρόντων ἀπολαύειν χαρισάμενος ἐφʼ οἷς ἂν αὑτῷ συνειδῇ δικαίως ἀπολουμένῳ.
 
γάμου τε αὐτὴν ὑπεμίμνησκε καὶ τῆς πρὸς τὸν ἄνδρα συμβιώσεως καὶ τούτοις τὸ πλέον νέμειν ἢ προσκαίρῳ τῆς ἐπιθυμίας ἡδονῇ παρεκάλει, τῆς μὲν καὶ μετάνοιαν ἑξούσης αὖθις ἐπʼ ὀδύνῃ γενησομένην οὐκ ἐπὶ διορθώσει τῶν ἡμαρτημένων καὶ φόβον του μὴ κατάφωρον γενέσθαι καὶ χάριν τοῦ λαθεῖν ἀγνοουμένου τοῦ κακοῦ,
 
τῆς δὲ πρὸς τὸν ἄνδρα κοινωνίας ἀπόλαυσιν ἐχούσης ἀκίνδυνον καὶ προσέτι πολλὴν τὴν ἀπὸ τοῦ συνειδότος καὶ πρὸς τὸν θεὸν παρρησίαν καὶ πρὸς τοὺς ἀνθρώπους· καὶ ὡς αὐτοῦ δεσπόσει μᾶλλον μείνασα καθαρὰ καὶ δεσποίνης ἐξουσίᾳ χρήσεται πρὸς αὐτόν, ἀλλʼ οὐ συνεξαμαρτάνοντος αἰδοῖ· πολὺ δὲ κρεῖττον εἶναι θαρρεῖν ἐπὶ γινωσκομένοις τοῖς εὖ βεβιωμένοις ἢ ἐπὶ λανθανούσῃ κακοπραγίᾳ.
 
Ταῦτα λέγων καὶ ἔτι πλείω τούτοις ὅμοια τὴν τῆς γυναικὸς ὁρμὴν ἐπέχειν ἐπειρᾶτο καὶ τὸ πάθος αὐτῆς εἰς λογισμὸν ἐπιστρέφειν, ἡ δὲ βιαιότερον ἐχρῆτο τῇ σπουδῇ καὶ ἐπιβαλοῦσα τὰς χεῖρας ἀναγκάζειν ἀπογνοῦσα τὸ πείθειν ἤθελεν.
 
ὡς δʼ ἐξέφυγεν ὑπὸ ὀργῆς ὁ Ἰώσηπος προσκαταλιπὼν καὶ τὸ ἱμάτιον, κατεχούσης καὶ γὰρ αὐτὸν ἐκ τούτου μεθεὶς ἐξεπήδησε τοῦ δωματίου, περιδεὴς γενομένη, μὴ κατείπῃ πρὸς τὸν ἄνδρα αὐτῆς, καὶ τῆς ὕβρεως περιαλγῶς ἔχουσα φθάσαι καταψεύσασθαι πρὸς τὸν Πετεφρὴν ἔγνω τοῦ Ἰωσήπου, καὶ τούτῳ τῷ τρόπῳ τιμωρῆσαι μὲν αὐτῇ δεινῶς ὑπερηφανημένῃ, προλαβεῖν δὲ τὴν διαβολὴν σοφὸν ἅμα καὶ γυναικεῖον ἡγήσατο.
 
καὶ καθῆστο μὲν κατηφὴς καὶ συγκεχυμένη τὴν ἐπὶ τῷ διαμαρτεῖν τῆς ἐπιθυμίας λύπην ὡς ἐπὶ πείρᾳ διαφθορᾶς πλασαμένη μετʼ ὀργῆς, ἐλθόντι δὲ τἀνδρὶ καὶ πρὸς τὴν ὄψιν ταραχθέντι καὶ πυνθανομένῳ τὴν αἰτίαν τῆς κατηγορίας τῆς Ἰωσήπου κατήρξατο καί τεθναίης, εἶπεν, ἄνερ, ἢ πονηρὸν δοῦλον κοίτην μιᾶναι τὴν σὴν θελήσαντα κόλασον,
 
ὃς οὔθʼ οἷος ὢν εἰς τὸν ἡμέτερον οἶκον ἀφῖκται μνησθεὶς ἐσωφρόνησεν οὔθʼ ὧν ἐκ τῆς σῆς χρηστότητος ἔτυχεν, ἀλλʼ ἀχάριστος ὢν ἄν, εἰ μὴ πάντα παρεῖχεν αὑτὸν ἀγαθὸν εἰς ἡμᾶς, ἐπεβούλευσεν ὑβρίσαι γάμον τὸν σόν, καὶ ταῦτʼ ἐν ἑορτῇ τὴν σὴν ἀπουσίαν παραφυλάξας· ὡς ὅσα καὶ μέτριος ἐδόκει πρότερον διὰ τὸν ἐκ σοῦ φόβον ἠρέμει καὶ οὐχὶ φύσει χρηστὸς ἦν.
 
τοιοῦτον δʼ ἄρα τὸ παρʼ ἀξίαν αὐτὸν καὶ παρʼ ἐλπίδας εἰς τιμὴν παρελθεῖν ἐποίησεν, ὡς δέον ᾧ τὴν τῆς κτήσεως τῆς σῆς πίστιν καὶ τὴν οἰκονομίαν λαβεῖν ἐξεγένετο καὶ τῶν πρεσβυτέρων οἰκετῶν προτιμηθῆναι τούτῳ καὶ τῆς σῆς ψαύειν γυναικός.
 
παυσαμένη δὲ τῶν λόγων ἐπεδείκνυεν αὐτῷ τὸ ἱμάτιον, ὡς ὅτʼ ἐπεχείρει βιάσασθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ μήτε δακρυούσῃ τῇ γυναικὶ μήθʼ οἷς ἔλεγε καὶ εἶδεν ἀπιστεῖν ἔχων τῷ τε πρὸς αὐτὴν ἔρωτι πλέον νέμων ἐπὶ μὲν τὴν τῆς ἀληθείας ἐξέτασιν οὐκ ἐτρέπετο,
 
δοὺς δὲ σωφρονεῖν τῇ γυναικὶ πονηρὸν δʼ εἶναι κατακρίνας τὸν Ἰώσηπον τὸν μὲν εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐνέβαλεν, ἐπὶ δὲ τῇ γυναικὶ καὶ μᾶλλον ἐφρόνει κοσμιότητα καὶ σωφροσύνην αὐτῇ μαρτυρῶν.
 
Ἰώσηπος μὲν οὖν πάντʼ ἐπὶ τῷ θεῷ ποιησάμενος τὰ περὶ αὐτὸν οὔτʼ εἰς ἀπολογίαν οὔτʼ ἐπʼ ἀκριβῆ τῶν γεγονότων δήλωσιν ἐτράπη, τὰ δεσμὰ δὲ καὶ τὴν ἀνάγκην σιγῶν ὑπῆλθεν ἀμείνονα ἔσεσθαι τῶν δεδεκότων θαρρῶν τὸν τὴν αἰτίαν τῆς συμφορᾶς καὶ τὴν ἀλήθειαν εἰδότα θεόν, οὗ πεῖραν τῆς προνοίας εὐθὺς ἐλάμβανεν·
 
ὁ γὰρ δεσμοφύλαξ τήν τε ἐπιμέλειαν καὶ τὴν πίστιν αὐτοῦ κατανοήσας ἐν οἷς τάξειεν αὐτὸν καὶ τὸ ἀξίωμα τῆς μορφῆς ὑπανίει τε τῶν δεσμῶν καὶ τὸ δεινὸν ἐλαφρότερον αὐτῷ καὶ κοῦφον ἐποίει, διαίτῃ δὲ χρῆσθαι κρείττονι δεσμωτῶν ἐπέτρεπε.
 
τῶν δὲ ἐν τοῖς αὐτοῖς ὄντων εἴποτε παύσαιντο τῆς περὶ τὰ ἔργα ταλαιπωρίας εἰς ὁμιλίαν, οἷα φιλεῖ κατὰ κοινωνίαν τῆς ὁμοίας συμφορᾶς, τρεπομένων καὶ παρʼ ἀλλήλων τὰς αἰτίας ἐφʼ αἷς κατακριθεῖεν ἀναπυνθανομένων,
 
οἰνοχόος τοῦ βασιλέως καὶ σφόδρα αὐτῷ τιμώμενος κατʼ ὀργὴν δεδεμένος καὶ συνδιαφέρων τῷ Ἰωσήπῳ τὰς πέδας συνηθέστερος αὐτῷ μᾶλλον ἐγένετο καί, συνέσει γὰρ ἐδόκει αὐτὸν προύχειν, ὄναρ ἰδὼν ἐξέθετο παρακαλῶν δηλοῦν εἴ τι σημαίνει, μεμφόμενος ὅτι τοῖς ἐκ τοῦ βασιλέως κακοῖς ἔτι τὸ θεῖον αὐτῷ καὶ τὰς ἐκ τῶν ὀνειράτων φροντίδας προστίθησιν.
 
Ἔλεγε δʼ οὖν ἰδεῖν κατὰ τοὺς ὕπνους τριῶν κλημάτων πεφυκυίας ἀμπέλου βότρυς ἐξ ἑκάστου ἀποκρέμασθαι μεγάλους ἤδη καὶ πρὸς τρύγητον ὡραίους, καὶ τούτους αὐτὸς ἀποθλίβειν εἰς φιάλην ὑπέχοντος τοῦ βασιλέως διηθήσας τε τὸ γλεῦκος δοῦναι τῷ βασιλεῖ πιεῖν, κἀκεῖνον δέξασθαι κεχαρισμένως.
 
τὸ μὲν οὖν ἑωραμένον ἐδήλου τοιοῦτον ὄν, ἠξίου δʼ εἴ τι μεμοίραται συνέσεως φράζειν αὐτῷ τὴν πρόρρησιν τῆς ὄψεως. ὁ δὲ θαρρεῖν τε παρεκάλει καὶ προσδοκᾶν ἐν τρισὶν ἡμέραις ἀπολυθήσεσθαι τῶν δεσμῶν τοῦ βασιλέως ποθήσαντος αὐτοῦ τὴν διακονίαν καὶ πάλιν εἰς ταύτην αὐτὸν ἐπανάξοντος·
 
καρπὸν γὰρ ἐσήμαινεν ἀμπέλινον ἐπʼ ἀγαθῷ τὸν θεὸν ἀνθρώποις παρασχεῖν, ὃς αὐτῷ τε ἐκείνῳ σπένδεται καὶ πίστιν ἀνθρώποις καὶ φιλίαν ὁμηρεύει, διαλύων μὲν ἔχθρας τὰ πάθη δὲ καὶ τὰς λύπας ἐξαιρῶν τοῖς προσφερομένοις αὐτὸν καὶ πρὸς ἡδονὴν ὑποφέρων.
 
τοῦτον οὖν φῂς ἐκ τριῶν ἀποθλιβέντα βοτρύων χερσὶ ταῖς σαῖς προσέσθαι τὸν βασιλέα· καλὴν τοίνυν ἴσθι σοι τὴν ὄψιν γεγενημένην καὶ προμηνύουσαν ἄφεσιν τῆς παρούσης ἀνάγκης ἐν τοσαύταις ἡμέραις, ἐξ ὅσων κλημάτων τὸν καρπὸν ἐτρύγησας κατὰ τοὺς ὕπνους.
 
μέμνησο μέντοι τούτων πειραθεὶς τοῦ προκαταγγείλαντός σοι τὰ ἀγαθά, καὶ γενόμενος ἐν ἐξουσίᾳ μὴ περιίδῃς ἡμᾶς ἐν οἷς καταλείψεις πρὸς ἃ δεδηλώκαμεν ἀπερχόμενος· οὐδὲν γὰρ ἐξαμαρτόντες ἐν δεσμοῖς γεγόναμεν,
 
ἀλλʼ ἀρετῆς ἕνεκα καὶ σωφροσύνης τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθημεν οὐδέ γε μετʼ οἰκείας ἡδονῆς τὸν ταῦθʼ ἡμᾶς ἐργασάμενον ὑβρίσαι θελήσαντες. τῷ μὲν οὖν οἰνοχόῳ χαίρειν κατὰ τὸ εἰκὸς ἀκούσαντι τοιαύτης τῆς τοῦ ὀνείρατος ἐξηγήσεως ὑπῆρχε καὶ περιμένειν τῶν δεδηλωμένων τὴν τελευτήν.
 
Δοῦλος δέ τις ἐπὶ τῶν σιτοποιῶν τεταγμένος τοῦ βασιλέως συνδεδεμένος τῷ οἰνοχόῳ τοιαύτην ποιησαμένου τοῦ Ἰωσήπου περὶ τῆς ὄψεως ἐκείνῳ τὴν ἀπόφασιν εὔελπις ὤν, καὶ γὰρ καὐτὸς ὄναρ ἦν τεθεαμένος, ἠξίωσε τὸν Ἰώσηπον φράσαι, τί κἀκείνῳ δηλοῦν βούλεται τὰ διὰ τῆς παρελθούσης νυκτὸς ὀφθέντα.
 
ἦν δὲ τοιαῦτα· τρία, φησί, κανᾶ φέρειν ὑπὲρ τῆς κεφαλῆς ἔδοξα, δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψου τε καὶ ποικίλων βρωμάτων οἷα βασιλεῦσι σκευάζεται· καταπταμένους δʼ οἰωνοὺς ἅπαντα δαπανῆσαι μηδένα λόγον αὐτοῦ ποιουμένους ἀποσοβοῦντος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme