Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

89 Φαραώθης δʼ ἀμφοτέρων θαυμάσας Ἰώσηπον τῆς τε κρίσεως τοῦ ὀνείρατος καὶ τῆς συμβουλίας αὐτῷ τὴν οἰκονομίαν παραδίδωσιν, ὥστε πράττειν ἃ καὶ τῷ πλήθει τῶν Αἰγυπτίων καὶ τῷ βασιλεῖ συμφέροντα ὑπολαμβάνει, τὸν ἐξευρόντα τὴν τοῦ πράγματος ὁδὸν καὶ προστάτην ἄριστον αὐτῆς ὑπολαβὼν γενήσεσθαι.
90 ὁ δὲ ταύτης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τοῦ βασιλέως δοθείσης σφραγῖδί τε χρῆσθαι τῇ αὐτοῦ καὶ πορφύραν ἐνδύσασθαι διὰ τῆς γῆς ἁπάσης ἐλαύνων ἐφʼ ἅρματος ἦγε τὸν σῖτον παρὰ τῶν γεωργῶν τὸν ἀρκοῦντα πρός τε σπόρον καὶ διατροφὴν ἑκάστοις ἀπομετρῶν, μηδενὶ σημαίνων τὴν αἰτίαν, ὑφʼ ἧς ταῦτα ἔπραττε.
91 Τριακοστὸν δʼ ἔτος ἤδη τῆς ἡλικίας αὐτῷ διεληλύθει καὶ τιμῆς ἁπάσης ἀπέλαυε τοῦ βασιλέως καὶ προσηγόρευσεν αὐτὸν Ψονθονφάνηχον ἀπιδὼν αὐτοῦ πρὸς τὸ παράδοξον τῆς συνέσεως· σημαίνει γὰρ τὸ ὄνομα κρυπτῶν εὑρετήν. γαμεῖ δὲ καὶ γάμον ἀξιολογώτατον· ἄγεται γὰρ καὶ Πετεφροῦ θυγατέρα τῶν ἐν Ἡλιουπόλει ἱερέων συμπράξαντος αὐτῷ τοῦ βασιλέως ἔτι παρθένον Ἀσέννηθιν ὀνόματι.
92 ἐκ ταύτης δὲ καὶ παῖδες αὐτῷ γίνονται πρὸ τῆς ἀκαρπίας Μανασσῆς μὲν πρεσβύτερος, σημαίνει δʼ ἐπίληθον, διὰ τὸ εὐδαιμονήσαντα λήθην εὕρασθαι τῶν ἀτυχημάτων, ὁ δὲ νεώτερος Ἐφράδης, ἀποδιδοὺς δὲ τοῦτο σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτὸν τῇ ἐλευθερίᾳ τῶν προγόνων.
93 τῆς δʼ Αἰγύπτου κατὰ τὴν Ἰωσήπου τῶν ὀνειράτων ἐξήγησιν μακαριστῶς ἔτη ἑπτὰ διαγούσης ὁ λιμὸς ἥπτετο τῷ ὀγδόῳ ἔτει καὶ διὰ τὸ μὴ προῃσθημένοις ἐπιπεσεῖν τὸ κακὸν πονούμενοι χαλεπῶς ὑπʼ αὐτοῦ πάντες ἐπὶ τὰς βασιλέως θύρας συνέρρεον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme