Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 2

79 κελεύσαντος οὖν τοῦ βασιλέως εἰς ὄψιν αὐτοῦ τὸν Ἰώσηπον παραγαγεῖν τὸν μὲν ἥκουσιν ἄγοντες οἱ κεκελευσμένοι τημελήσαντες κατὰ πρόσταγμα τοῦ βασιλέως.
80 Ὁ δὲ τῆς δεξιᾶς αὐτοῦ λαβόμενος ὦ νεανία, φησί, σὺ γάρ μοι νῦν ἄριστος καὶ συνίσειν ἱκανώτατος ὑπὸ οἰκέτου τοὐμοῦ μεμαρτύρησαι, τῶν αὐτῶν ἀγαθῶν, ὧν καὶ τούτῳ μετέδωκας ἀξίωσον κἀμὲ φράσας ὅσα μοι κατὰ τοὺς ὕπνους ὀνειράτων ὄψεις προδηλοῦσι· βούλομαι δέ σε μηδὲν ὑποστελλόμενον φόβῳ κολακεῦσαι ψευδεῖ λόγῳ καὶ τῷ πρὸς ἡδονήν, ἂν τἀληθὲς σκυθρωπότερον ᾖ.
81 ἔδοξα γὰρ παρὰ ποταμὸν βαδίζων βόας ἰδεῖν εὐτραφεῖς ἅμα καὶ μεγέθει διαφερούσας ἑπτὰ τὸν ἀριθμὸν ἀπὸ τοῦ νάματος χωρεῖν ἐπὶ τὸ ἕλος, ἄλλας δὲ ταύταις τὸν ἀριθμὸν παραπλησίας ἐκ τοῦ ἕλους ὑπαντῆσαι λίαν κατισχνωμένας καὶ δεινὰς ὁραθῆναι, αἳ κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας οὐδὲν ὠφελοῦντο χαλεπῶς ὑπὸ τοῦ λιμοῦ τετρυχωμέναι.
82 μετὰ δὲ ταύτην τὴν ὄψιν διεγερθεὶς ἐκ τοῦ ὕπνου καὶ τεταραγμένος ὢν καὶ τί ποτʼ εἴη τὸ φάντασμα παρʼ ἐμαυτῷ σκοπῶν καταφέρομαι πάλιν εἰς ὕπνον καὶ δεύτερον ὄναρ ὁρῶ πολὺ τοῦ προτέρου θαυμασιώτερον, ὅ με καὶ μᾶλλον ἐκφοβεῖ καὶ ταράττει.
83 στάχυας ἑπτὰ ἑώρων ἀπὸ μιᾶς ῥίζης ἐκφυέντας καρηβαροῦντας ἤδη καὶ κεκλιμένους ὑπὸ τοῦ καρποῦ καὶ τῆς πρὸς ἄμητον ὥρας καὶ τούτοις ἑτέρους ἑπτὰ στάχυας πλησίον λιφερνοῦντας καὶ ἀσθενεῖς ὑπὸ ἀδροσίας, οἳ δαπανᾶν καὶ κατεσθίειν τοὺς ὡραίους τραπέντες ἔκπληξίν μοι παρέσχον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme