Book 19
θνήσκει δὲ εὐδαιμόνως μιᾶς πληγῆς αὐτῷ γενομένης. Λοῦππος δὲ οὐ πάνυ δεξιῶς ὑπεξῆλθεν ἀθυμίᾳ καὶ πληγῶν πλειόνων γενομένων διὰ τὸ μαλακῶς τὸν τράχηλον παρασχεῖν.
Ὀλίγαις δὲ ὕστερον ἡμέραις ἐναγισμῶν ἐνεστηκότων Ῥωμαίων τὸ πλῆθος τοῖς αὐτῶν ἐπιφέροντες καὶ Χαιρέαν μοίραις ἐτίμησαν εἰς τὸ πῦρ τιθεμέναις, ἵλεων καὶ ἄμηνιν εἶναι τῆς εἰς αὐτὸν ἀχαριστίας παρακαλοῦντες. καὶ Χαιρέᾳ μὲν τοιαύτη τελευτὴ τοῦ βίου συνέτυχεν.
Σαβῖνος δὲ Κλαυδίου μὴ μόνον τῆς αἰτίας παραλύοντος αὐτὸν ἀλλὰ καὶ τὴν ἀρχὴν ἣν εἶχεν ἐφιέντος, ἄδικον ἡγεῖτο τὴν ἐκλειπίαν τῆς πρὸς τοὺς συνωμότας πίστεως, σφάζει ἑαυτὸν περιπεσὼν τῷ ξίφει μέχρι δὴ καὶ τὴν κώπην τῷ τραύματι συνελθεῖν.
Κλαύδιος δὲ τοῦ στρατιωτικοῦ πᾶν ὅ τι ἦν ὕποπτον ἐκ τοῦ ὀξέος ἀποσκευασάμενος διάγραμμα προυτίθει τήν τε ἀρχὴν Ἀγρίππα βεβαιῶν, ἣν ὁ Γάιος παρέσχε, καὶ διʼ ἐγκωμίων ἄγων τὸν βασιλέα. προσθήκην τε αὐτῷ ποιεῖται πᾶσαν τὴν ὑπὸ Ἡρώδου βασιλευθεῖσαν, ὃς ἦν πάππος αὐτοῦ, Ἰουδαίαν καὶ Σαμάρειαν.
καὶ ταῦτα μὲν ὡς ὀφειλόμενα τῇ οἰκειότητι τοῦ γένους ἀπεδίδου· Ἄβιλαν δὲ τὴν Λυσανίου καὶ ὁπόσα ἐν τῷ Λιβάνῳ ὄρει ἐκ τῶν αὐτοῦ προσετίθει, ὅρκιά τε αὐτῷ τέμνεται πρὸς τὸν Ἀγρίππαν ἐπὶ τῆς ἀγορᾶς μέσης ἐν τῇ Ῥωμαίων πόλει.
Ἀντίοχον δὲ ἣν εἶχεν βασιλείαν ἀφελόμενος Κιλικίας μέρει τινὶ καὶ Κομμαγηνῇ δωρεῖται. λύει δὲ καὶ Ἀλέξανδρον τὸν ἀλαβάρχην φίλον ἀρχαῖον αὐτῷ γεγονότα καὶ Ἀντωνίαν αὐτοῦ ἐπιτροπεύσαντα τὴν μητέρα ὀργῇ τῇ Γαΐου δεδεμένον, καὶ αὐτοῦ υἱὸς Βερενίκην τὴν Ἀγρίππου γαμεῖ θυγατέρα.
καὶ ταύτην μέν, τελευτᾷ γὰρ Μᾶρκος ὁ τοῦ Ἀλεξάνδρου υἱὸς παρθένον λαβών, ἀδελφῷ τῷ αὐτοῦ Ἀγρίππας Ἡρώδῃ δίδωσιν Χαλκίδος αὐτῷ τὴν βασιλείαν εἶναι αἰτησάμενος παρὰ Κλαυδίου.
Στασιάζεται δὲ κατʼ αὐτὸν τὸν χρόνον Ἰουδαίων τὰ πρὸς Ἕλληνας ἐπὶ τῆς Ἀλεξανδρέων πόλεως. τελευτήσαντος γὰρ τοῦ Γαΐου τὸ Ἰουδαίων ἔθνος ἐπὶ ἀρχῆς τῆς ἐκείνου τεταπεινωμένον καὶ δεινῶς ὑπὸ τῶν Ἀλεξανδρέων ὑβρισμένον ἀνεθάρσησέ τε καὶ ἐν ὅπλοις εὐθέως ἦν.
καὶ Κλαύδιος ἐπιστέλλει τῷ ἐπαρχοῦντι κατὰ τὴν Αἴγυπτον ὥστε τὴν στάσιν καταστεῖλαι, πέμπει δὲ καὶ διάγραμμα παρακεκληκότων αὐτὸν Ἀγρίππου τε καὶ Ἡρώδου τῶν βασιλέων εἴς τε τὴν Ἀλεξάνδρειαν καὶ Συρίαν γεγραμμένον τοῦτον τὸν τρόπον·
Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς δημαρχικῆς ἐξουσίας λέγει.
ἐπιγνοὺς ἀνέκαθεν τοὺς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίους Ἀλεξανδρεῖς λεγομένους συγκατοικισθέντας τοῖς πρώτοις εὐθὺ καιροῖς Ἀλεξανδρεῦσι καὶ ἴσης πολιτείας παρὰ τῶν βασιλέων τετευχότας, καθὼς φανερὸν ἐγένετο ἐκ τῶν γραμμάτων τῶν παρʼ αὐτοῖς καὶ τῶν διαταγμάτων,
καὶ μετὰ τὸ τῇ ἡμετέρᾳ ἡγεμονίᾳ Ἀλεξάνδρειαν ὑπὸ τοῦ Σεβαστοῦ ὑποταχθῆναι πεφυλάχθαι αὐτοῖς τὰ δίκαια ὑπὸ τῶν πεμφθέντων ἐπάρχων κατὰ διαφόρους χρόνους μηδεμίαν τε ἀμφισβήτησιν περὶ τούτων γενομένην τῶν δικαίων αὐτοῖς,
ἅμα καὶ καθʼ ὃν καιρὸν Ἀκύλας ἦν ἐν Ἀλεξανδρείᾳ τελευτήσαντος τοῦ τῶν Ἰουδαίων ἐθνάρχου τὸν Σεβαστὸν μὴ κεκωλυκέναι ἐθνάρχας γίγνεσθαι βουλόμενον ὑποτετάχθαι ἑκάστους ἐμμένοντας τοῖς ἰδίοις ἔθεσιν καὶ μὴ παραβαίνειν ἀναγκαζομένους τὴν πάτριον θρησκείαν,
Ἀλεξανδρεῖς δὲ ἐπαρθῆναι κατὰ τῶν παρʼ αὐτοῖς Ἰουδαίων ἐπὶ τῶν Γαΐου Καίσαρος χρόνων τοῦ διὰ τὴν πολλὴν ἀπόνοιαν καὶ παραφροσύνην, ὅτι μὴ παραβῆναι ἠθέλησεν τὸ Ἰουδαίων ἔθνος τὴν πάτριον θρησκείαν καὶ θεὸν προσαγορεύειν αὐτόν, ταπεινώσαντος αὐτούς·
βούλομαι μηδὲν διὰ τὴν Γαΐου παραφροσύνην τῶν δικαίων τῷ Ἰουδαίων ἔθνει παραπεπτωκέναι, φυλάσσεσθαι δʼ αὐτοῖς καὶ τὰ πρότερον δικαιώματα ἐμμένουσι τοῖς ἰδίοις ἔθεσιν, ἀμφοτέροις τε διακελεύομαι τοῖς μέρεσι πλείστην ποιήσασθαι πρόνοιαν, ὅπως μηδεμία ταραχὴ γένηται μετὰ τὸ προτεθῆναί μου τὸ διάταγμα.
Τὸ μὲν οὖν εἰς Ἀλεξάνδρειαν ὑπὲρ τῶν Ἰουδαίων διάταγμα τοῦτον ἦν τὸν τρόπον γεγραμμένον· τὸ δʼ εἰς τὴν ἄλλην οἰκουμένην εἶχεν οὕτως·
Τιβέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς ἀρχιερεὺς μέγιστος δημαρχικῆς ἐξουσίας ὕπατος χειροτονηθεὶς τὸ δεύτερον λέγει.
αἰτησαμένων με βασιλέως Ἀγρίππα καὶ Ἡρώδου τῶν φιλτάτων μοι, ὅπως συγχωρήσαιμι τὰ αὐτὰ δίκαια καὶ τοῖς ἐν πάσῃ τῇ ὑπὸ Ῥωμαίοις ἡγεμονίᾳ Ἰουδαίοις φυλάσσεσθαι, καθὰ καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ, ἥδιστα συνεχώρησα οὐ μόνον τοῦτο τοῖς αἰτησαμένοις με χαριζόμενος,
ἀλλὰ καὶ αὐτοὺς ὑπὲρ ὧν παρεκλήθην ἀξίους κρίνας διὰ τὴν πρὸς Ῥωμαίους πίστιν καὶ φιλίαν, μάλιστα δὲ δίκαιον κρίνων μηδεμίαν μηδὲ Ἑλληνίδα πόλιν τῶν δικαίων τούτων ἀποτυγχάνειν, ἐπειδὴ καὶ ἐπὶ τοῦ θείου Σεβαστοῦ αὐταῖς ἦν τετηρημένα.
καλῶς οὖν ἔχειν καὶ Ἰουδαίους τοὺς ἐν παντὶ τῷ ὑφʼ ἡμᾶς κόσμῳ τὰ πάτρια ἔθη ἀνεπικωλύτως φυλάσσειν, οἷς καὶ αὐτοῖς ἤδη νῦν παραγγέλλω μου ταύτῃ τῇ φιλανθρωπίᾳ ἐπιεικέστερον χρῆσθαι καὶ μὴ τὰς τῶν ἄλλων ἐθνῶν δεισιδαιμονίας ἐξουθενίζειν, τοὺς ἰδίους δὲ νόμους φυλάσσειν.
τοῦτό μου τὸ διάταγμα τοὺς ἄρχοντας τῶν πόλεων καὶ τῶν κολωνιῶν καὶ μουνικιπίων τῶν ἐν τῇ Ἰταλίᾳ καὶ τῶν ἐκτός, βασιλεῖς τε καὶ δυνάστας διὰ τῶν ἰδίων πρεσβευτῶν ἐγγράψασθαι βούλομαι ἐκκείμενόν τε ἔχειν οὐκ ἔλαττον ἡμερῶν τριάκοντα ὅθεν ἐξ ἐπιπέδου καλῶς ἀναγνωσθῆναι δύναται.
Τούτοις μὲν δὴ τοῖς διατάγμασιν εἰς Ἀλεξάνδρειάν τε καὶ τὴν οἰκουμένην πᾶσαν ἀποσταλεῖσιν ἐδήλωσεν ἣν περὶ Ἰουδαίων ἔχοι γνώμην Κλαύδιος Καῖσαρ· αὐτίκα δὲ Ἀγρίππαν κομιούμενον τὴν βασιλείαν ἐπὶ τιμαῖς λαμπροτέραις ἐξέπεμψε τοῖς ἐπὶ τῶν ἐπαρχιῶν ἡγεμόσιν καὶ τοῖς ἐπιτρόποις διὰ γραμμάτων ἐπιστείλας ἐράσμιον ἄγειν αὐτόν.
ὁ δʼ, ὡς εἰκὸς ἦν τὸν ἐπὶ κρείττοσιν τύχαις ἀνερχόμενον, μετὰ τάχους ὑπέστρεψεν, εἰς Ἱεροσόλυμα δʼ ἐλθὼν χαριστηρίους ἐξεπλήρωσε θυσίας οὐδὲν τῶν κατὰ νόμον παραλιπών.
διὸ καὶ ναζιραίων ξυρᾶσθαι διέταξε μάλα συχνούς, τὴν δὲ χρυσῆν ἅλυσιν τὴν δοθεῖσαν αὐτῷ ὑπὸ Γαΐου ἰσόσταθμον τῇ σιδηρᾷ, ᾗ τὰς ἡγεμονίδας χεῖρας ἐδέθη, τῆς στυγνῆς εἶναι τύχης ὑπόμνημα καὶ τῆς ἐπὶ τὰ κρείττω μαρτυρίαν μεταβολῆς τῶν ἱερῶν ἐντὸς ἀνεκρέμασεν περιβόλων ὑπὲρ τὸ γαζοφυλάκιον, ἵνʼ ᾖ δεῖγμα καὶ τοῦ τὰ μεγάλα δύνασθαί ποτε πεσεῖν καὶ τοῦ τὸν θεὸν ἐγείρειν τὰ πεπτωκότα·
πᾶσι γὰρ τοῦτʼ ἐνεφάνιζεν ἡ τῆς ἁλύσεως ἀνάθεσις, ὅτι βασιλεὺς Ἀγρίππας ἀπὸ μικρᾶς αἰτίας εἰς δεσμώτην ἀπέδυ τὸ πρὶν ἀξίωμα καὶ μετʼ ὀλίγον τῆς πέδης ἐκβὰς εἰς βασιλέα τοῦ πάλαι λαμπρότερον ἠγέρθη.
διὰ τοῦτʼ οὖν ἐννοεῖσθαι, ὅτι τῆς ἀνθρωπίνης φύσεως καὶ πεσεῖν ὀλισθάνειν τὰ μεγέθη καὶ τὰ κλιθέντα δύναται περιφανὲς λαβεῖν πάλιν ὕψος.
Ἐντελῶς δʼ οὖν θρησκεύσας τὸν θεὸν Ἀγρίππας Θεόφιλον μὲν τὸν Ἀνάνου τῆς ἀρχιερωσύνης μετέστησεν, τῷ δὲ Βοηθοῦ Σίμωνι, τούτῳ Κανθηρᾶς ἐπίκλησις ἦν, τὴν ἐκείνου προσένειμε τιμήν. δύο δʼ ἦσαν ἀδελφοὶ τῷ Σίμωνι καὶ πατὴρ Βοηθός, οὗ τῇ θυγατρὶ βασιλεὺς συνῴκησεν Ἡρώδης, ὡς ἀνωτέρω δεδήλωται.
σὺν τοῖς ἀδελφοῖς οὖν τὴν ἱερωσύνην ἔσχεν ὁ Σίμων καὶ σὺν τῷ πατρί, καθὰ καὶ πρότερον ἔσχον οἱ Σίμωνος τοῦ Ὀνία παῖδες τρεῖς ὄντες ἐπὶ τῆς τῶν Μακεδόνων ἀρχῆς, ὅπερ ἐν ταῖς προαγούσαις γραφαῖς παρέδομεν.
Καταστησάμενος δὲ τὰ περὶ τοὺς ἀρχιερεῖς οὕτως ὁ βασιλεὺς τοὺς Ἱεροσολυμίτας ἠμείψατο τῆς εἰς αὐτὸν εὐνοίας· ἀνῆκε γοῦν αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας, ἐν καλῷ τιθέμενος ἀντιδοῦναι τοῖς ἠγαπηκόσιν στοργήν. ἔπαρχον δὲ ἀπέδειξεν παντὸς τοῦ στρατεύματος Σίλαν ἄνδρα πολλῶν αὐτῷ πόνων συμμετασχόντα.
παντάπασιν δὲ ὀλίγου χρόνου διελθόντος Δωρῖται νεανίσκοι τῆς ὁσιότητος προτιθέμενοι τόλμαν καὶ πεφυκότες εἶναι παραβόλως θρασεῖς Καίσαρος ἀνδριάντα κομίσαντες εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν ἀνέστησαν.
σφόδρα τοῦτο Ἀγρίππαν παρώξυνεν· κατάλυσιν γὰρ τῶν πατρίων αὐτοῦ νόμων ἐδύνατο. ἀμελλητὶ δὲ πρὸς Πούπλιον Πετρώνιον, ἡγεμὼν δὲ τῆς Συρίας οὗτος ἦν, παραγίνεται καὶ καταλέγει τῶν Δωριτῶν.
ὁ δʼ οὐχ ἧττον ἐπὶ τῷ πραχθέντι χαλεπήνας, καὶ γὰρ αὐτὸς ἔκρινεν ἀσέβειαν τὴν τῶν ἐννόμων παράβασιν, τοῖς ἀποστᾶσι τῶν Δωριτῶν σὺν ὀργῇ ταῦτʼ ἔγραψεν·
Πούπλιος Πετρώνιος πρεσβευτὴς Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Δωριέων τοῖς πρώτοις λέγει.
ἐπειδὴ τοσαύτῃ τόλμῃ ἀπονοίας τινὲς ἐχρήσαντο ἐξ ὑμῶν, ὥστε μηδὲ διὰ τὸ προτεθῆναι διάταγμα Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ περὶ τοῦ ἐφίεσθαι Ἰουδαίους φυλάσσειν τὰ πάτρια πεισθῆναι ὑμᾶς αὐτῷ,
τἀναντία δὲ πάντα πρᾶξαι, συναγωγὴν Ἰουδαίων κωλύοντας εἶναι διὰ τὸ μεταθεῖναι ἐν αὐτῇ τὸν Καίσαρος ἀνδριάντα, παρανομοῦντας οὐκ εἰς μόνους Ἰουδαίους, ἀλλὰ καὶ εἰς τὸν αὐτοκράτορα, οὗ ὁ ἀνδριὰς βέλτιον ἐν τῷ ἰδίῳ ναῷ ἢ ἐν ἀλλοτρίῳ ἐτίθετο καὶ ταῦτα ἐν τῷ τῆς συναγωγῆς τόπῳ, τοῦ φύσει δικαιοῦντος ἕνα ἕκαστον τῶν ἰδίων τόπων κυριεύειν κατὰ τὸ Καίσαρος ἐπίκριμα·
τοῦ γὰρ ἐμοῦ ἐπικρίματος μιμνήσκεσθαι γελοῖόν ἐστιν μετὰ τὸ τοῦ αὐτοκράτορος διάταγμα τοῦ ἐπιτρέψαντος Ἰουδαίοις τοῖς ἰδίοις ἔθεσι χρῆσθαι, ἔτι μέντοι γε καὶ συμπολιτεύεσθαι τοῖς Ἕλλησιν κεκελευκότος·
τοὺς μὲν παρὰ τὸ διάταγμα τοῦ Σεβαστοῦ τοιαῦτα τετολμηκότας, ἐφʼ ᾧ καὶ αὐτοὶ ἠγανάκτησαν οἱ δοκοῦντες αὐτῶν ἐξέχειν οὐ τῇ ἰδίᾳ προαιρέσει γεγενῆσθαι λέγοντες ἀλλὰ τῇ τοῦ πλήθους ὁρμῇ, ὑπὸ ἑκατοντάρχου Πρόκλου Οὐιτελλίου ἐκέλευσα ἐπʼ ἐμὲ ἀναχθῆναι τῶν πεπραγμένων λόγον ἀποδώσοντας,
τοῖς δὲ πρώτοις ἄρχουσι παραινῶ, εἰ μὴ βούλονται δοκεῖν κατὰ τὴν αὐτῶν προαίρεσιν γεγενῆσθαι τὸ ἀδίκημα, ἐπιδεῖξαι τοὺς αἰτίους τῷ ἑκατοντάρχῃ μηδεμιᾶς στάσεως μηδὲ μάχης ἐῶντας ἀφορμὴν γενέσθαι, ἥνπερ δοκοῦσίν μοι θηρεύεσθαι διὰ τῶν τοιούτων ἔργων,
κἀμοῦ καὶ τοῦ τιμιωτάτου μοι βασιλέως Ἀγρίππου οὐδενὸς μᾶλλον προνοουμένων, ἢ ἵνα μὴ ἀφορμῆς δραξάμενοι τὸ τῶν Ἰουδαίων ἔθνος ὑπὸ τῆς ἀμύνης προφάσει συναθροισθὲν εἰς ἀπόνοιαν χωρῇ.
ἵνα δὲ γνωριμώτερον ᾖ, τί καὶ ὁ Σεβαστὸς περὶ ὅλου τοῦ πράγματος ἐφρόνησε, τὰ ἐν Ἀλεξανδρείᾳ αὐτοῦ διατάγματα προτεθέντα προσέθηκα, ἅπερ εἰ καὶ γνώριμα πᾶσιν εἶναι δοκεῖ, τότε καὶ ἐπὶ τοῦ βήματος ἀνέγνω ὁ τιμιώτατός μοι βασιλεὺς Ἀγρίππας δικαιολογησάμενος περὶ τοῦ μὴ δεῖν αὐτοὺς ἀφαιρεθῆναι τῆς τοῦ Σεβαστοῦ δωρεᾶς.