Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

30 καὶ ταῦτα αἰσχύνης ἀνάπλεα καὶ ταῦτα ἔπρασσεν αὐτὸς οὐκ ἀπηλλαγμένος ἔν τινων τελεταῖς μυστηρίων, ἃς αὐτὸς συνίστατο, στολάς τε ἐνδυόμενος γυναικείους καί τινων περιθέσεις πλοκαμίδων ἐπινοῶν ἄλλα τε ὁπόσα ἐπικαταψεύσασθαι θηλύτητα τῆς ὄψεως ἔμελλεν, αὐτὸς τὴν ἐπὶ τοιούτοις αἰσχύνην ἐτόλμα Χαιρέᾳ προσκαλεῖν.
31 Χαιρέᾳ δὲ καὶ ὁπότε μὲν παραλαμβάνοι τὸ σημεῖον ὀργὴ παρίστατο, μειζόνως δʼ ὁπότε παραδιδοίη, γελώμενος ὑπὸ τῶν παραλαμβανόντων, ὥστε καὶ οἱ συγχιλίαρχοι παιδιὰν ἐποιοῦντο αὐτόν· ὁπότε γὰρ αὐτὸς μέλλοι τὸ σημεῖον παρʼ αὐτοῦ Καίσαρος κομίζειν, προύλεγόν τινα τῶν εἰωθότων φέρειν εἰς παιδιάν.
32 διὰ ταῦτα δὲ αὐτῷ καὶ θάρσος παρίστατο κοινωνούς τινας παραλαμβάνειν, ὡς οὐκ ἐπʼ ὀλίγοις ὀργῇ χρώμενος. καὶ ἦν γὰρ Πομπήδιος συγκλητικὸς μέν, τὰς ἀρχὰς δὲ διεληλυθὼς σχεδὸν ἁπάσας, Ἐπικούρειος δʼ ἄλλως καὶ διʼ αὐτὸ ἀπράγμονος ἐπιτηδευτὴς βίου.
33 τοῦτον ἐνδείκνυσιν Τιμίδιος ἐχθρὸς ὢν ὡς λοιδορίᾳ χρησάμενον ἀπρεπεῖ κατὰ τοῦ Γαΐου μάρτυρα παραλαμβάνων Κυιντιλίαν γυναῖκα τῶν ἐπὶ τῆς σκηνῆς ἐπιφανείᾳ τοῦ ὡραίου περισπούδαστον πολλοῖς τε οὖσαν καὶ τῷ Πομπηδίῳ.
34 καὶ τῆς ἀνθρώπου, ψεῦδος γὰρ ἦν, δεινὸν ἡγουμένης μαρτυρίαν ἐπὶ θανάτῳ τοῦ ἐραστοῦ παρασχεῖν, βασάνων ἔχρῃζεν ὁ Τιμίδιος, καὶ Γάιος παρωξυμμένος κελεύει τὸν Χαιρέαν μηδὲν εἰς ἀναβολὰς ἀλλʼ εὐθέως βασανίζειν τὴν Κυιντιλίαν, χρώμενος τῷ Χαιρέᾳ πρός τε τὰ φονικὰ καὶ ὁπόσα στρεβλώσεως δέοιτο ὑπὸ τοῦ νομίζειν ὠμότερον διακονήσεσθαι τὴν λοιδορίαν φεύγοντα τῆς μαλακίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme