Thesauros Literature History Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Book 19

326 Τὰ δὲ τῶν Ἱεροσολύμων τείχη τὰ πρὸς τὴν καινὴν νεύοντα πόλιν δημοσίαις ὠχύρου δαπάναις, τῇ μὲν εὐρύνων εἰς πλάτος τῇ δὲ εἰς ὕψος ἐξαίρων, κἂν ἐξειργάσατο ταῦτα πάσης ἀνθρωπίνης κρείττονα βίας, εἰ μὴ Μάρσος ὁ τῆς Συρίας ἡγεμὼν Κλαυδίῳ Καίσαρι διὰ γραμμάτων ἐδήλωσε τὸ πραττόμενον.
327 καὶ νεωτερισμόν τινα Κλαύδιος ὑποπτεύσας ἐπέστειλεν Ἀγρίππᾳ μετὰ σπουδῆς παύσασθαι τῆς τῶν τειχῶν ἐξοικοδομήσεως· ὁ δʼ ἀπειθεῖν οὐκ ἔκρινεν.
328 Ἐπεφύκει δʼ ὁ βασιλεὺς οὗτος εὐεργετικὸς εἶναι ἐν δωρεαῖς καὶ μεγαλοφρονῆσαι ἔθνη φιλότιμος καὶ πολλοῖς ἀθρόως δαπανήμασιν ἀνιστὰς αὑτὸν εἰς ἐπιφάνειαν ἡδόμενος τῷ χαρίζεσθαι καὶ τῷ βιοῦν ἐν εὐφημίᾳ χαίρων, κατʼ οὐδὲν Ἡρώδῃ τῷ πρὸ ἑαυτοῦ βασιλεῖ τὸν τρόπον συμφερόμενος·
329 ἐκείνῳ γὰρ πονηρὸν ἦν ἦθος ἐπὶ τιμωρίαν ἀπότομον καὶ κατὰ τῶν ἀπηχθημένων ἀταμίευτον, Ἕλλησι πλέον ἢ Ἰουδαίοις οἰκείως ἔχειν ὁμολογούμενος· ἀλλοφύλων γέ τοι πόλεις ἐσέμνυνεν δόσει χρημάτων βαλανείων θεάτρων τε ἄλλοτε κατασκευαῖς, ἔστιν αἷς ναοὺς ἀνέστησε, στοὰς ἄλλαις, ἀλλὰ Ἰουδαίων οὐδεμίαν πόλιν οὐδʼ ὀλίγης ἐπισκευῆς ἠξίωσεν οὐδὲ δόσεως ἀξίας μνημονευθῆναι.
330 πραῢς δʼ ὁ τρόπος Ἀγρίππᾳ καὶ πρὸς πάντας τὸ εὐεργετικὸν ὅμοιον. τοῖς ἀλλοεθνέσιν ἦν φιλάνθρωπος κἀκείνοις ἐνδεικνύμενος τὸ φιλόδωρον τοῖς ὁμοφύλοις ἀναλόγως χρηστὸς καὶ συμπαθὴς μᾶλλον.
331 ἡδεῖα γοῦν αὐτῷ δίαιτα καὶ συνεχὴς ἐν τοῖς Ἱεροσολύμοις ἦν καὶ τὰ πάτρια καθαρῶς ἐτήρει. διὰ πάσης γοῦν αὑτὸν ἦγεν ἁγνείας οὐδʼ ἡμέρα τις παρώδευεν αὐτῷ τὰ νόμιμα χηρεύουσα θυσίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme